73
τῷ Θεῷ στάσει μεμνῆσθαι τοῦ φάσκοντος λόγου· Ὁ δοκῶν ἑστάναι, βλεπέτω μὴ πέσῃ, ὁμολογεῖν τε τῷ Θεῷ χάριν ὑπὲρ τῆς στάσεως. Ὁ δὲ, οὐκ ὀρθῶς λογισάμενος, παρὰ τὴν αὐτοῦ ἀρετὴν ἐν τοῖς καλλίστοις ἑστάναι ἐνόμιζεν· ἀπέφαινέ τε ἑαυτὸν καὶ ἄτρεπτον καὶ ἀμετάβλητον. Κύριε, ἐν τῷ θελήματί σου παρέσχου τῷ κάλλει μου δύναμιν. Ἐπεὶ ταῦτα τὰ προειρημένα οὐκ ὀρθῶς ἐλογίζετο, ἔγνω, ὅτι ἡ στάσις αὐτοῦ ἐκείνη, καὶ ἡ εὐθηνία καὶ τὸ προσὸν αὐτῷ τότε κάλλος οὐκ ἦν ἐξ αὐτοῦ, οὐδὲ παρὰ τὴν ἑαυτοῦ αἰτίαν ὑπῆρχεν αὐτῷ. ∆ιὸ ἐξομολογούμενος ταῦτά φησιν ἔργῳ τὴν πεῖραν παραλαβὼν τῆς ἑαυτοῦ ἀσθενείας· Ἀπέστρεψας δέ σου τὸ πρόσωπον, καὶ ἐγενήθην τεταραγμένος. Σὺ μὲν γὰρ οὐδὲν πλέον ἔπραξας, οὔτε ὦσας, οὔτε κατέβαλες· αὐτὸ δὲ τοῦτο διὰ τὴν ἐμὴν μεγαλαυχίαν μεμονωμένον με εἴασας, καὶ τῆς παρὰ σοῦ βοηθείας ἔρημον. Ἀπέστρεψας τὸ πρόσωπόν σου· ἐγὼ δὲ παραχρῆμα ἠλεγχόμην, καὶ ἐγινόμην τεταραγμένος, ὑποπίπτων τοῖς ἐμοῖς ἁμαρτήμασι, καὶ τοῖς ἐμοῖς ἐχθροῖς. Πρὸς σὲ, Κύριε, κεκράξομαι, καὶ πρὸς τὸν Θεόν μου δεηθήσομαι. Τίς ὠφέλεια ἐν τῷ αἵματί μου, ἐν τῷ καταβῆναί με εἰς διαφθοράν; Κατὰ δὲ τὸν Σύμμαχον· Ἐν τοῖς κακοῖς γενόμενος ἔλεγον· Πρὸς σὲ, Κύριε, βοήσω, καί σε τὸν δεσπότην μου ἱκετεύσω· τί κέρδος ἐν τῷ αἵματί μου, κατενεχθέντος μου εἰς διαφθοράν; Μὴ ἐξομολογήσεταί σοι κόνις, ἢ ἀπαγγελεῖ τὴν ἀλήθειάν σου; Ταῦτα καὶ τὰ τούτοις παραπλήσια ἱκετεύω, κάτωθεν κραυγὰς ἀφιεὶς ἀπὸ τοῦ βαθυτάτου λάκκου, πυθόμενος ὡς παρὰ διδασκάλου μαθεῖν παρὰ σοῦ τοῦ Θεοῦ. Τίς ὠφέλεια γίνεται ἢ ἐμοὶ ἢ ἑτέροις ἐκ τοῦ ἐμοῦ αἵματος; Ἢ τί πλέον ἀνθρώποις ὑπάρξει ἐκ τοῦ ἐμὲ ἐλθεῖν εἰς διαφθοράν; Ἑτέρου μὲν γὰρ ἐν τῷ αἵματι ὑπάρξει πολλή τις καὶ μεγάλη ὠφέλεια τῷ παντὶ κόσμῳ· ἐπειδὰν ὁ σὸς ἀμνὸς ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, ὡς πρόβατον ἐπὶ σφαγὴν ἔλθοι, καὶ ὡς ἀμνὸς ἐναντίον τοῦ κείραντος ἄφωνος. Τούτου γὰρ τῷ αἵματι ἀπολύτρωσις καὶ κακῶν ἐλευθερία πᾶσι τοῖς δι' αὐτοῦ σωθησομένοις γενήσεται. Ἀλλὰ καὶ ἡ κατάβασις ἐκείνου ἡ μέχρι τῶν διαφθαρέντων, καὶ ἐν θανάτῳ γενομένων, πολλοῖς αἰτία σωτηρίας ἔσται. Πολλὸς γὰρ χοῦς καὶ πολλὴ κόνις τῶν πάλαι καὶ σαρκίνων καὶ χοϊκῶν ἀνθρώπων ἐξομολογήσεταί σοι· οἳ καὶ ἐπὶ τὸ κρεῖττον μεταβληθέντες, ἀπαγγελοῦσι τὴν ἀλήθειάν σου. Μήτι οὖν καὶ ἐν τῷ ἐμῷ αἵματι ἔσται τι τοιοῦτον ἀγαθὸν τῷ κόσμῳ; ἢ ὠφεληθήσεταί τις ἐμοῦ κατασυρέντος ὑπὸ τοῦ θανάτου; ἢ χοῦς καὶ ὁ ἀπὸ τοῦ χοῦ ληφθεὶς καὶ γεγονὼς ἄνθρωπος, μεταβληθεὶς ἀπὸ τοῦ χοϊκοῦ καὶ γενόμενος πνευματικὸς, ἀπαγγελεῖ τὴν ἀλήθειάν σου; Ἀλλὰ γὰρ οὐδὲν ἔσται ἐξ ἐμοῦ τοιοῦτον· διὸ ἱκετεύω μὴ ὁμοιωθῆναι τοῖς καταβαίνουσιν εἰς λάκκον. 23.264 Ἤκουσε Κύριος, καὶ ἠλέησέ με· Κύριος ἐγενήθη βοηθός μου. Ἔστρεψας τὸν κοπετόν μου εἰς χαρὰν ἐμοὶ, διέῤῥηξας τὸν σάκκον μου, καὶ περιέζωσάς με εὐφροσύνην. Ταῦτα, φησὶ, δεηθέντος μου, ὁ μὴ μακρὰν ἀφεστὼς τῶν καθαρῶς καὶ πιστῶς ἐπικαλουμένων αὐτὸν Κύριος ἤκουσε, περὶ οὗ εἴρηται· Ἐγγὺς Κύριος πᾶσι τοῖς ἐπικαλουμένοις αὐτὸν ἐν ἀληθείᾳ· καὶ ἀκούσας ἠλέησέ με, καὶ ἔργον ἐπεδείξατο τοῦ εἰς ἐμὲ οἴκτου· ἐγενήθη γὰρ βοηθός μου. Ταῦτα ὡς πρὸς ἡμᾶς διαλεχθεὶς, καὶ τὰ συμβεβηκότα αὐτῷ διδάξας ἡμᾶς, ἀποστρέφει πάλιν τὴν εὐχαριστίαν ἐπ' αὐτὸν Θεὸν, τὰς εἰς αὑτὸν εὐεργεσίας διεξιών. Ἠλέησας γάρ με σὺ, φησὶ, καὶ γέγονας βοηθός μου· οὕτω τε μετέβαλες τὰ παλαιά μου δάκρυα, καὶ τοὺς θρήνους καὶ τὸν κοπετὸν εἰς γέλωτα καὶ χαρὰν, καὶ ἀγαλλίασιν, ἐπαληθεύσας τὸν ὕστερόν ποτε λεχθέντα μακαρισμὸν περὶ τῶν κλαιόντων καὶ πενθούντων, κατὰ τό· Μακάριοι οἱ κλαίοντες, ὅτι γελάσονται· καὶ μακάριοι οἱ πενθοῦντες, ὅτι παρακληθήσονται. Τὰ σύμβολα γοῦν τοῦ πένθους ἀπέδυσάς με, τὸν σάκκον, ἐν ᾧ κακοπαθὼν ἐμαυτὸν ἐτιμωρούμην, καὶ ζώσματι εὐφροσύνης περιέζωσάς με. Καὶ ταῦτα πάντα μοι παρέσχου, ἵνα μὴ ἀπομείνω κόνις καὶ χοῦς ὁ μὴ