1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

73

ἀγοράσας σινδόνα καὶ καθελὼν αὐτὸν ἐνείλησεν τῇ σινδόνι, καὶ κατέθηκεν ἐν μνημείῳ," καὶ τὰ ἑξῆς. Θαύμασον τοίνυν τὴν συμφωνίαν ὁρῶν καὶ συμ φώνως καὶ συνεχῶς φερόμενον τὸ τοῦ σώματος ὄνομα. Καὶ ὁ πανεύφημος δὲ Λουκᾶς παραπλησίως ἱστόρηκεν, ὡς τὸ σῶμα ᾔτησεν ὁ Ἰωσήφ, καὶ λαβὼν τῶν νομιζομένων ἠξίωσεν. Ὁ δὲ θειότατος Ἰωάννης καὶ ἕτερα προσιστόρησεν. "Ἠρώτησε, γάρ φησι, τὸν Πιλᾶτον Ἰωσὴφ ὁ ἀπὸ Ἀριμαθίας, ὢν μαθητὴς τοῦ Ἰησοῦ, κεκρυμμένος δὲ διὰ τὸν φόβον τῶν Ἰουδαίων, ἵνα ἄρῃ τὸ σῶμα τοῦ Ἰησοῦ, καὶ ἐπέτρεψεν ὁ Πιλᾶτος. Ἦλθεν οὖν καὶ ᾖρε τὸ σῶμα τοῦ Ἰησοῦ. Ἦλθε δὲ καὶ Νικόδημος, ὁἐλθὼν πρὸς τὸν Ἰησοῦν νυκτὸς τὸ πρότερον, φέρων μίγμα σμύρνης καὶ ἀλόης λίτρας ρʹ. Ἔλαβον οὖν τὸ σῶμα τοῦ Ἰησοῦ, καὶ ἐνείλησαν αὐτὸ ὀθονίοις μετὰ τῶν ἀρωμάτων, καθὼς ἔθος ἐστὶν τοῖς Ἰουδαίοις ἐνταφιάζειν. Ἦν δὲ ἐν τῷ τόπῳ ὅπου ἐσταυρώθη κῆπος, καὶ ἐν τῷ κήπῳ μνημεῖον καινόν, ἐν ᾧ οὐδέπω οὐδεὶς ἐτέθη. Ἐκεῖ οὖν διὰ τὴν παρασκευὴν τῶν Ἰουδαίων, ὅτι ἐγγὺς ἦν τὸ μνημεῖον, ἔθηκαν τὸν Ἰησοῦν." Ὅρα τοίνυν ποσάκις τοῦ σώματος μνημονεύσας, καὶ δείξας ὡς τοῦτο τῷ σταυρῷ προσηλώθη, καὶ τοῦτο ᾔτησε τὸν Πιλᾶ τον ὁ Ἰωσήφ, καὶ τοῦτο καθεῖλεν ἀπὸ τοῦ ξύλου, καὶ τοῦτο τοῖς ὀθονίοις μετὰ τῆς σμύρνης καὶ τῆς ἀλόης ἐνείλησαν, τότε τὸ τοῦ προσώπου τέθεικεν ὄνομα, καὶ τὸν Ἰησοῦν εἴρηκεν ἐν τῷ μνημείῳ τεθῆναι. Τούτου δὴ ἕνεκα καὶ ὁ ἄγγελος ἔφη· "∆εῦτε, βλέπετε ὅπου ἔκειτο ὁ κύριος," ἀπὸ τῆς κοινῆς προσηγορίας τὸ σῶμα καλέσας. Οὕτω γὰρ καὶ ἡμεῖς λέγειν εἰώθαμεν, ἐν τῷδε τῷ τόπῳ ὁ δεῖνα ἐτάφη, καὶ οὔ φαμεν, τὸ σῶμα τοῦ δεῖνος, ἀλλὰ ὁ δεῖνα. Πᾶς δὲ σωφρονῶν οἶδεν ὡς περὶ τοῦ σώματος λέγομεν. Οὕτω δὲ λέγειν σύνηθες τῇ θείᾳ γραφῇ· "Ἀπέθανε, γάρ φησιν, Ἀαρών, καὶ ἔθαψαν αὐτὸν ἐν Ὢρ τῷ ὄρει·" καί· "Ἀπέθανε Σαμουήλ, καὶ ἔθαψαν αὐτὸν ἐν Ἀρμαθέμ," καὶ μυρία τοιαῦτα. Τοῦτο τὸ ἔθος τετήρηκεν ὁ θεῖος 214 ἀπόστολος τοῦ δεσποτικοῦ μνημονεύσας θανάτου. "Παρέδωκα, γάρ φησιν, ὑμῖν ἐν πρώτοις, ὃ καὶ παρέλαβον, ὅτι Χριστὸς ἀπέθανεν ὑπὲρ τῶν ἁμαρτιῶν ἡμῶν κατὰ τὰς γραφάς, καὶ ὅτι ἐτάφη, καὶ ὅτι ἐγή γερται τῇ τρίτῃ ἡμέρᾳ κατὰ τὰς γραφάς," καὶ τὰ ἑξῆς. {ΕΡΑΝ.} Ἐν οἷς ἀνέγνως ἀρτίως, οὐ σώματος ἐμνημόνευσεν ὁ ἀπό στολος, ἀλλὰ τοῦ πάντων ἡμῶν σωτῆρος Χριστοῦ. Κατὰ σαυτοῦ τοίνυν τὴν μαρτυρίαν παρήγαγες, καὶ σαυτὸν τοῖς σοῖς ἔβαλες βέλεσιν. {ΟΡΘ.} Ἐπελήσθης, ὡς ἔοικεν, ὅτι τάχιστα τῶν μακρῶν ἐκείνων ὧν διεξῆλθον λόγων, δεικνὺς ὅτι πολλάκις τοῖς τῶν προσώπων ὀνό μασι καὶ τὸ σῶμα προσαγορεύουσι. Ταὐτὸ δὲ τοῦτο καὶ νῦν δέδρακεν ὁ θεῖος ἀπόστολος, καὶ τοῦτο αὐτόθεν ῥᾴδιον διαγνῶναι. Σκοπήσωμεν δὲ ὡδί. Τοῦ δὴ χάριν ταῦτα γέγραφε Κορινθίοις ὁ θεσπέσιος οὗτος ἀνήρ; {ΕΡΑΝ.} Τινὲς αὐτοὺς ἐξηπάτησαν, ὡς οὐκ ἔσται σωμάτων ἀνά στασις. Τοῦτο τοίνυν μαθὼν ὁ τῆς οἰκουμένης διδάσκαλος, τοὺς περὶ τῆς τῶν σωμάτων ἀναστάσεως αὐτοῖς προσενήνοχε λόγους. {ΟΡΘ.} Καὶ τί δήποτε, δεῖξαι βουλόμενος τὴν τῶν σωμάτων ἀνά στασιν, τὴν δεσποτικὴν ἀνάστασιν εἰς μέσον παρήγαγεν; {ΕΡΑΝ.} Ὡς ἱκανὴν δηλῶσαι τὴν πάντων ἡμῶν ἀνάστασιν. {ΟΡΘ.} Τί γὰρ ἐοικὸς ἔχει τῷ θανάτῳ τῶν ἄλλων, ἵνα τῇ ἀναστάσει τεκμηριώσῃ τὴν πάντων ἀνάστασιν; {ΕΡΑΝ.} Τούτου χάριν ἐνηνθρώπησεν ὁ μονογενὴς υἱὸς τοῦ θεοῦ, καὶ πέπονθε, καὶ θανάτου πεῖραν ἔλαβεν, ἵνα καταλύσῃ τὸν θάνατον. Ἀναστὰς τοιγαροῦν διὰ τῆς οἰκείας ἀναστάσεως κηρύττει τὴν πάντων ἀνθρώπων ἀνάστασιν. {ΟΡΘ.} Καὶ τίς ἂν πιστεύσειεν ἀνάστασιν ἀκούων θεοῦ ταύτῃ παραπλησίως καὶ τὴν πάντων ἀνθρώπων ἀνάστασιν ἔσεσθαι; Οὐκ ἐᾷ γὰρ πιστεύειν τῷ λόγῳ τῆς ἀναστάσεως τῶν φύσεων τὸ ἀνόμοιον. Ὁ μὲν γὰρ θεός, οἱ δὲ ἄνθρωποι· πλεῖστον δὲ ὅσον θεοῦ καὶ ἀνθρώ πων τὸ μέσον· οἱ μὲν γὰρ θνητοὶ καὶ ἐπίκηροι, καὶ χόρτῳ καὶ ἄνθει ἀπεικασμένοι· ὁ δὲ παντοδύναμος. {ΕΡΑΝ.} Ἀλλὰ σῶμα εἶχεν ἐνανθρωπήσας ὁ θεὸς