75
μοι, ὅτι σὺ εἶ ὁ ὑπερασπιστής μου, Κύριε. Εἰς χεῖράς σου παραθήσομαι τὸ πνεῦμά μου· ἐλυτρώσω με, Κύριε ὁ Θεὸς τῆς ἀληθείας. Ἐξ ὧν ἐπειράθην πάλαι πρότερον, πέπεισμαι, ὅτι καὶ νῦν ἐξάξεις με ἐκ πάσης παγίδος τῆς ὑπὸ τῶν ἐχθρῶν μοι κατασκευαζομένης. Ἕως γὰρ ἐν τῷ βίῳ τῷ θνητῷ τυγχάνω, οἶδα πολεμούμενος· καὶ μέχρις ἐσχάτης ἀναπνοῆς ἐν ἀγωνίᾳ κατέστην καὶ διὰ τὰς τῶν ἐχθρῶν ἐπιβουλάς. Ἀλλὰ πέπεισμαι, ὅτι ἐπὶ σοὶ ἀναρτήσας τὴν ἐμαυτοῦ ἐλπίδα, οὐ καταισχυνθήσομαι εἰς τὸν αἰῶνα. Θεὸν δὲ ἀληθείας εὐκαίρως καὶ καταλλήλως τοῖς λεγομένοις ὠνόμασεν· οὐ γὰρ ἔστι διαψευσθῆναι τὸν ἐπὶ σὲ ἠλπικότα, οὐδὲ τὸν ἐπὶ ταῖς σαῖς ἐπαγγελίαις πεπιστευκότα. Ἐμίσησας τοὺς διαφυλάσσοντας ματαιότητας διακενῆς. Ἐγὼ δὲ ἐπὶ τῷ Κυρίῳ ἤλπισα· ἀγαλ 23.268 λιάσομαι καὶ εὐφρανθήσομαι ἐπὶ τῷ ἐλέει σου· Εἰκότως χαίρεις μὲν τοῖς τῆς ἀληθείας ἐρασταῖς, καὶ τούτους προσίεσαι· διὸ λέλεκται· Ἀληθείας ἐκζητεῖ Κύριος· τοὺς δὲ τὴν ματαιότητα περιέποντας εἰκότως ἀποτρέπῃ καὶ μισεῖς, ὡς ἂν τὸ ψεῦδος μεταδιώκοντας. Ματαιότης γὰρ τὸ ψεύδους γέμον· διὸ παραινεῖς λέγων· Υἱοὶ ἀνθρώπων, ἕως πότε βαρυκάρδιοι; ἵνα τί ἀγαπᾶτε ματαιότητα, καὶ ζητεῖσθε ψεῦδος; Ἐγὼ δὲ, ἀποστραφεὶς τὰ μάταια, ἐπὶ σὲ μόνον τὸν ἐμαυτοῦ Κύριον ἤλπισα· διὸ πέπεισμαι, οὐκ εἰκῇ σοι ἐμαυτὸν παρατεθεῖσθαι. Τὸ γὰρ τέλος τῆς εἰς σὲ ἐλπίδος χαρὰ καὶ εὐφροσύνη. Ὅτι ἐπεῖδες τὴν ταπείνωσίν μου, ἔσωσας ἐκ τῶν ἀναγκῶν τὴν ψυχήν μου. Καὶ οὐ συνέκλεισάς με εἰς χεῖρας ἐχθρῶν· ἔστησας ἐν εὐρυχώρῳ τοὺς πόδας μου. Ἤδη καὶ ἄλλοτε ἐπεῖδες τὴν ταπείνωσίν μου· πολλάκις τε περιπεσούσης τῆς ἐμῆς ψυχῆς ἀνάγκαις ταῖς ὑπὸ τῶν ἐχθρῶν ἐπιτεθείσαις αὐτῇ, ἐμοῦ τε μηδὲν πλέον πράττοντος ἢ ταπεινοῦντος ἐμαυτὸν καὶ κακοῦντος διὰ τῶν πρὸς σὲ τὸν Θεὸν ἱκετηρίων, σὺ αὐτὸς ὁ ἐμὸς ὑπέρμαχος καὶ ὑπερασπιστὴς, μὴ ἀντιπαρελθών με, ἀποδεξάμενος δὲ τὴν ἐμὴν ταπείνωσιν, ἔσωσας ἐκ τῶν ἀναγκῶν τὴν ψυχήν μου, καὶ οὐ συνέκλεισάς με εἰς χεῖρας ἐχθρῶν· παραδόξως δέ με εἴσω δικτύων ἤδη γενόμενον, καὶ ταῖς χερσὶ τῶν ἐχθρῶν παραδεδομένον ἁρπάσας ἐλεύθερον ἀνῆκας, καὶ τοὺς πόδας μου ἐν πλατύτητι καὶ εὐρυχωρίᾳ κατέστησας, συγχωρήσας ἄφετόν με βαδίζειν ὅποι καὶ βούλομαι. ∆ιδάσκει δὲ καὶ ἡ ἱστορία, ὅτι, πολλάκις καταληφθεὶς ὑπὸ τοῦ Σαοὺλ, καὶ μέντοι καὶ ἐν τῷ σπηλαίῳ καθειρχθεὶς, τὰς ἐκείνου χεῖρας διέφυγε, καὶ ἄλλοτε τοὺς Γετθαίους παραπληξίαν σχηματισάμενος. Ἐλέησόν με, Κύριε, ὅτι θλίβομαι· ἐταράχθη ἐν θυμῷ ὁ ὀφθαλμός μου, ἡ ψυχή μου, καὶ ἡ γαστήρ μου. Ἱκετεύω, φησὶ, καὶ δέομαι ἐλεηθῆναι, ὅτι θλίβομαι· ἀνθ' οὗ ὁ Ἀκύλας φησίν· Ὅτι στενὸν ἐμοί. Τὴν γὰρ στενὴν καὶ τεθλιμμένην ὁδεύω διὰ σὲ, καὶ τὰς σὰς ἐπαγγελίας. Ἀλλὰ καὶ ὁ τῆς ψυχῆς μου ὀφθαλμὸς, αὐτὸς ὁ νοῦς καὶ τὸ ἐν ἐμοὶ λογιστικὸν, ἐταράχθη ἐν θυμῷ· ἀνθ' οὗ ὁ μὲν Ἀκύλας φησίν· Ηὐχμώθη ἐν παροργισμῷ ὁ ὀφθαλμός μου· ὁ δὲ Σύμμαχος· Ἐθολώθη διὰ παροργισμὸν ὀφθαλμός μου. Ὅτε γὰρ παρώργισα, φησὶ, καὶ θυμὸν ἐμαυτῷ ἐπήγειρα, τολμήσας διαπράξασθαι τὰ θυμοῦ καὶ ὀργῆς ἄξια, τὸ τηνικαῦτα σύγχυσις καὶ θόλωσις καὶ αὐχμὸς τὸ λογιστικὸν τῆς ἐμῆς ψυχῆς κατείληφεν. Ἀλλὰ καὶ ἡ ψυχή μου, φησὶ, καὶ ἡ γαστήρ μου, καὶ αὐτὴ ἐθολώθη καὶ ἐταράχθη κατὰ τὸν καιρὸν τοῦ παροργισμοῦ μου. Ὥσπερ δὲ ὀφθαλμὸν ψυχῆς κατὰ μεταφορὰν τοῦ αἰσθητοῦ ὀφθαλμοῦ νενοήκαμεν, οὕτω καὶ τὴν γαστέρα αὐτῆς οὐκ ἂν ἁμάρτοις εἰπὼν τὴν δύναμιν τὴν μνημονικὴν, ἐν ᾗ ὥσπερ ἐν κοιλίᾳ καὶ γαστρὶ πάσας τὰς διὰ λόγων τροφὰς ἐναποτίθεσθαι εἴωθε. ∆ιὸ λέλεκταί που· Εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον, καὶ πάντα τὰ ἐντός μου τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ. Καὶ ὁ Σωτὴρ δέ· Ὃς ἂν πίῃ ἐκ τοῦ 23.269 ὕδατος, οὗ ἐγὼ δώσω αὐτῷ, ποταμοὶ ἐκ τῆς κοιλίας αὐτοῦ ῥεύσουσιν ὕδατος ζῶντος, ἁλλομένου εἰς ζωὴν αἰώνιον. Κἀνταῦθα τοίνυν τὴν μνημονικὴν δύναμιν, ἢ καὶ αὐτὸ τὸ ἡγεμονικὸν τῆς ψυχῆς, κοιλίαν ὠνόμασεν ὁ Σωτήρ. Θολωθεὶς τοίνυν τὸν