75
ἁγίων ἀπο στόλων φθεγξάμενον οὐδαμοῦ πάθος ἢ θάνατον τῇδε τῇ προσηγορίᾳ προσήρμοσεν. {ΕΡΑΝ.} Εἰ τῷ Χριστῷ προσάπτει τὸ πάθος, ὁ δὲ θεὸς λόγος ἐναν θρωπήσας ὠνομάσθη Χριστός, οὐδὲν ἄτοπον οἶμαι δρᾶν λέγων τὸν θεὸν λόγον πεπονθέναι σαρκί. 217 {ΟΡΘ.} Πάντολμον μὲν οὖν καὶ μάλα θρασὺ τὸ ἐγχείρημα. Ἐξε τάσωμεν δὲ ὧδέ πη τὸν λόγον. Τὸν θεὸν λόγον ἐκ τοῦ θεοῦ καὶ πατρὸς εἶναι ἡ θεία λέγει γραφή. {ΕΡΑΝ.} Ἀληθῆ λέγεις. {ΟΡΘ.} Καὶ μέντοι καὶ τὸ πνεῦμα τὸ ἅγιον ὡσαύτως ἐκ τοῦ θεοῦ εἶναι διδάσκει. {ΕΡΑΝ.} Ὡμολόγηται. {ΟΡΘ.} Ἀλλὰ τὸν μὲν θεὸν λόγον υἱὸν ὀνομάζει μονογενῆ. {ΕΡΑΝ.} Οὕτως ὀνομάζει. {ΟΡΘ.} Τὸ δὲ πνεῦμα τὸ ἅγιον υἱὸν οὐδαμοῦ προσηγόρευσεν. {ΕΡΑΝ.} Οὐ δῆτα. {ΟΡΘ.} Καίτοι ἐκ τοῦ θεοῦ καὶ πατρὸς καὶ τοῦτο ἔχει τὴν ὕπαρξιν. {ΕΡΑΝ.} Ἀληθές. {ΟΡΘ.} Ἐπειδὴ τοίνυν συνομολογοῦμεν ἐκ τοῦ θεοῦ καὶ πατρὸς εἶναι καὶ τὸν υἱὸν καὶ τὸ πνεῦμα, τολμήσαις ἄν ποτε υἱὸν ὀνομάσαι τὸ πανάγιον πνεῦμα; {ΕΡΑΝ.} Οὐδαμῶς. {ΟΡΘ.} ∆ιατί; {ΕΡΑΝ.} Ἐπειδήπερ οὐχ εὑρίσκω τόδε τὸ ὄνομα παρὰ τῇ θείᾳ γραφῇ. {ΟΡΘ.} Ἀλλὰ γεγεννημένον; {ΕΡΑΝ.} Οὐδὲ τοῦτο. {ΟΡΘ.} Τοῦ δὴ χάριν; {ΕΡΑΝ.} Οὐκ ἐδιδάχθην οὐδὲ τοῦτο παρὰ τῆς θείας γραφῆς. {ΟΡΘ.} Τὸ δὲ μὴ γεγεννημένον μήτ' αὖ ἐκτισμένον ποίας ἂν εἰκότως τύχοι προσηγορίας; {ΕΡΑΝ.} Ἄκτιστον αὐτὸ καὶ ἀγέννητον ὀνομάζομεν. {ΟΡΘ.} Τὸ δὲ πανάγιον πνεῦμα οὔτε ἐκτίσθαι οὔτε μὴν γεγεννῆσθαί φαμεν. {ΕΡΑΝ.} Οὐδαμῶς. {ΟΡΘ.} Καλέσαι οὖν ἀγέννητον θαρσήσαις ἂν τὸ πανάγιον πνεῦμα; {ΕΡΑΝ.} Οὐ δῆτα. {ΟΡΘ.} Καὶ τί δήποτε μὴ καλεῖς ἀγέννητον τὸ φύσει μὲν ἄκτιστον, μηδαμῶς δὲ γεγεννημένον; {ΕΡΑΝ.} Ὅτι τοῦτο οὐ μεμάθηκα παρὰ τῆς θείας γραφῆς, καὶ σφόδρα δειμαίνω λέγειν τὰ παρ' ἐκείνης σεσιγημένα. 218 {ΟΡΘ.} Ταύτην δὴ οὖν ἡμῖν, ὦ ἀγαθέ, τὴν εὐλάβειαν καὶ ἐπὶ τοῦ σωτηρίου διατήρησον πάθους, καὶ ὅσα τῶν θείων ὀνομάτων ἀφῆκεν ἡ γραφὴ τοῦ πάθους ἐλεύθερα, ἄφες καὶ σύ, καὶ μὴ προσάψῃς τούτοις τὸ πάθος. {ΕΡΑΝ.} Καὶ τίνα ταῦτά ἐστιν; {ΟΡΘ.} Οὐδαμοῦ τῇ θεὸς προσηγορίᾳ τὸ πάθος συνέζευξεν. {ΕΡΑΝ.} Οὐδὲ ἐγὼ τὸν θεὸν λόγον δίχα σώματος λέγω παθεῖν, ἀλλὰ σαρκὶ πεπονθέναι φημί. {ΟΡΘ.} Τρόπον οὖν πάθους οὐκ ἀπάθειαν λέγεις· τοῦτο δέ γε οὐδὲ ψυχῆς πέρι ἀνθρωπείας φαίη τις ἄν. Τίς γὰρ εἴποι ἄν, μὴ κομιδῇ παραπαίων, ὅτι σαρκὶ τέθνηκεν ἡ Παύλου ψυχή; οὐδὲ γὰρ περὶ παμ πονήρου τινὸς τοῦτό γε ἂν ῥηθείη ποτέ· ἀθάνατοι γὰρ καὶ τῶν πονη ρῶν αἱ ψυχαί. Ἀλλὰ τὸν δεῖνα μὲν τὸν ἀνδροφόνον ἀνῃρῆσθαί φαμεν, τὴν τούτου δέ γε ψυχὴν οὐκ ἄν τις εἴποι κατεσφάχθαι σαρκί. Εἰ δὲ τὰς τῶν ἀνδροφόνων καὶ τυμβωρύχων ψυχὰς ἐλευθέρας εἶναι θανάτου φαμέν, πολλῷ δήπουθεν δικαιότερον ἀθάνατον εἰδέναι τὴν τοῦ σωτῆ ρος ἡμῶν ψυχήν, ἅτε δὴ καὶ ἁμαρτίας ἥκιστα γεγευμένην. Εἰ γὰρ αἱ τὰ μέγιστα πλημμελήσασαι τοῦ θανάτου τὴν πεῖραν διὰ τὴν φύσιν διέφυγον, πῶς ἂν ἐκείνη, καὶ φύσιν ἀθάνατον ἔχουσα καὶ μηδὲ σμι κρᾶς ἁμαρτίας δεξαμένη κηλῖδα, ἐδέξατο ἂν τοῦ θανάτου τὸ ἄγκι στρον; {ΕΡΑΝ.} Μάτην ἡμῖν τοὺς μακροὺς τούτους προσενήνοχας λόγους. Ὁμολογοῦμεν γὰρ ἀθάνατον εἶναι τὴν τοῦ σωτῆρος ψυχήν. {ΟΡΘ.} Καὶ ποίας οὐκ ἂν εἴητε ἄξιοι τιμωρίας, τὴν μὲν ψυχήν, ἣ κτιστὴν ἔχει τὴν φύσιν, ἀθάνατον λέγοντες, θνητὴν δὲ τῷ λόγῳ τὴν θείαν οὐσίαν κατασκευάζοντες; Καὶ τὴν μὲν τοῦ σωτῆρος ψυχὴν οὐ λέγοντες γεύσασθαι θανάτου σαρκί, αὐτὸν δὲ τὸν θεὸν λόγον, τὸν τῶν ἁπάντων δημιουργόν, τοῦτον λέγειν τολμῶντες πεπονθέναι τὸ πάθος; {ΕΡΑΝ.} Ἀπαθῶς αὐτὸν πεπονθέναι φαμέν. {ΟΡΘ.} Καὶ τίς σωφρονῶν τῶν καταγελάστων τούτων ἀνάσχοιτ' ἂν γρίφων; ἀπαθὲς γὰρ πάθος οὐδεὶς ἀκήκοε πώποτε, οὐδὲ ἀθάνατον θάνατον. Τὸ γὰρ ἀπαθὲς οὐ πέπονθε, καὶ τὸ πεπονθὸς οὐκ ἀπαθὲς μείνοι ἄν. Ἡμεῖς δὲ ἀκούομεν τοῦ θείου Παύλου βοῶντος· "Ὁ μόνος ἔχων ἀθανασίαν, φῶς οἰκῶν ἀπρόσιτον." 219 {ΕΡΑΝ.} Τί οὖν φαμεν καὶ τὰς ἀοράτους δυνάμεις καὶ τὰς τῶν