76
ὀφθαλμὸν τῆς ψυχῆς, καὶ τὴν γαστέρα τὴν παραδεδομένην, ἰατρείᾳ καὶ θεραπείᾳ ἐμαυτὸν παρεῖχον, ὀδύνῃ καὶ στεναγμοῖς, καὶ πτωχείᾳ παραδιδοὺς τὸν ἐμαυτοῦ βίον, ὥσπερ διά τινων κύκλων ἰατρευόμενος. Ἀντὶ δὲ τοῦ, Ἐν πτωχείᾳ ἡ ἰσχύς μου, καὶ τὰ ὀστᾶ μου ἐταράχθησαν· σαφέστερον ὁ Σύμμαχος ἡρμήνευσεν εἰπών· ∆ιὰ τὴν κάκωσίν μου ἡ ἰσχύς μου καὶ τὰ ὀστᾶ μου ηὐρωτίασαν. Οὕτω γὰρ, φησὶν, ἐμαυτὸν ἐκάκουν, ὡς διὰ τὴν ὑπερβολὴν τῆς κακώσεως ἐξατονῆσαί μου καὶ ἐξασθενῆσαι τὴν ἰσχὺν, καὶ αὐτὰ τὰ τῆς ψυχῆς μου ὀστέα, καὶ τὰς δυνάμεις ἐν αἷς πάλαι ἠνδριζόμην ηὐρωτίασαν· ἢ κατὰ τὸν Ἀκύλαν· Καὶ τὰ ὀστᾶ μου ηὐχμώθη. Ταῦτα δὲ ἀναγκαῖα πρὸς διδασκαλίαν καὶ ὑπογραμμὸν τῶν ἀφέσεως τυχεῖν βουλομένων τῶν οἰκείων πλημμελημάτων. Παρὰ πάντας τοὺς ἐχθρούς μου ἐγενήθην ὄνειδος, καὶ τοῖς γείτοσί μου σφόδρα, καὶ φόβος τοῖς γνωστοῖς μου. Οἱ θεωροῦντές με ἔξω ἔφυγον ἀπ' ἐμοῦ· ἐπελήσθην ὡσεὶ νεκρὸς ἀπὸ καρδίας· ἐγενήθην ὡσεὶ σκεῦος ἀπολωλός. Ταῦτα ἀναφέρομεν ἐπὶ τὸν καιρὸν τοῦ πάθους τοῦ Σωτῆρος ἡμῶν, ἁρμόζοι ἂν ὑπ' αὐτοῦ λέγεσθαι, ὅτε οἱ ἐχθροὶ ἀνηρτημένον ὁρῶντες αὐτὸν ἐπετώθαζον ὀνειδίζοντες, κατὰ τὰ γεγραμμένα ἐν τοῖς Εὐαγγελίοις· οἵ τε γνωστοὶ, καὶ οἱ μαθηταὶ, καὶ φίλοι, φόβῳ ὑποπεσόντες, ἀνεχώρουν καταλείποντες αὐτόν· ὅτε καὶ ὁ πρωτοστάτης τοῦ χοροῦ τῶν αὐτοῦ μαθητῶν ἤρνηται αὐτὸν τρίτον. Τότε δὲ καὶ ἀπελήσθη ὡσεὶ νεκρὸς ἀπὸ καρδίας· ἀλλὰ καὶ ἐνομίσθη γεγονέναι ὡς σκεῦος ἀπολωλός. Πλὴν ἀλλὰ καὶ ταῦτα ἐπὶ τὸν ἐν τῷ ψαλμῷ ἐξομολογούμενον ἀναφερόμενα ὑπερβάλλουσαν αὐτοῦ παρίστησι κάκωσιν. Οὕτω γὰρ ἑαυτὸν ἐξέτηκεν, ὡς ἐκλείπειν μὲν αὐτοῦ ἐν ὀδύνῃ τὴν ζωὴν, καὶ ἔτη ἐν στεναγμοῖς, ἀσθενῆσαι δὲ ἐν πτωχείᾳ τὴν ἰσχὺν, καὶ τὰ ὀστέα τῆς ψυχῆς αὐτοῦ ταραχθῆναι· ἐφ' οἷς καὶ ἐγελᾶτο ὑπὸ τῶν ἐχθρῶν, ὡς εἰκῆ καὶ μάτην ἑαυτὸν κατακόπτων. Οὐ μόνον δὲ παρὰ τοῖς ἐχθροῖς ἐγίνετο ὄνειδος, ἀλλὰ καὶ παρὰ τοῖς γείτοσιν αὐτοῦ τοῖς μάλιστα αὐτὸν εἰδόσι, διὰ τὸ ἔγγιστα οἰκεῖν. Οὗτοι γὰρ, ὁρῶντες αὐτὸν κατατρύχοντα ἐν τῇ πρὸς τὸν Θεὸν ἐξομολογήσει, κατεγέλων αὐτοῦ καὶ ὠνείδιζον. Οἱ δὲ προσήκοντες αὐτῷ συγγενεῖς καὶ φίλοι καὶ ἐφοβοῦντο, ὡς μεμηνότα καὶ τὰς φρένας ἐξεστηκότα· ὥστε ἀναχωρεῖν καὶ φεύγειν ἐξ αὐτοῦ, ἀπογινώσκοντας αὐτοῦ τὴν σωτηρίαν, λήθην τε αὐτοῦ ποιεῖσθαι ὡσεὶ καὶ νεκροῦ ἤδη γενομένου, καὶ ὡς περὶ σκεύους ἀπολωλότος διακεῖσθαι. Ταῦτα πάντα πεπονθέναι ἔφασκεν, ἑαυτὸν κακῶν ἐξομολογήσει καὶ μετανοίᾳ. Ἀλλ' οἵδε μὲν, φησὶ, τοιοῦτοι γεγόνασι περὶ ἐμέ. Ἐγὼ δὲ οὐκ ἄνευ λόγου οὕτως ἐμαυτὸν ἦγον, ἀλλ' ἐπειδήπερ ἤκουον ψόγον πολλῶν παροικούντων κυκλόθεν, οἱ τότε συναιρόμενοι ἐπὶ τὸ αὐτὸ λαβεῖν τὴν ψυχήν μου ἐνεθυμοῦντο· οἱ γὰρ 23.272 ἀφανεῖς καὶ ἀόρατοι ἐχθροὶ, περιπεσόντος μου τῇ ἁμαρτίᾳ, συνετάσσοντο πρὸς ἀλλήλους, ὅπως διαρπάσωσι τὴν ἐμὴν ψυχήν. ∆ιόπερ ἐγὼ, τῆς τούτων ἐπιβουλῆς συναισθόμενος, τῇ τοσαύτῃ ἐμαυτὸν ἐπεδίδουν τιμωρίᾳ, εἴ πως ἄρα ὁ Θεὸς διὰ τὴν τοσαύτην μου ταπείνωσιν ἐλεήσειέ με καὶ ῥύσαιτο τῆς τῶν ἐχθρῶν ἐπιβουλῆς. Ἐγὼ δὲ ἐπὶ σοὶ ἤλπισα, Κύριε· εἶπα· Σὺ εἶ ὁ Θεός μου, ἐν ταῖς χερσί σου οἱ κλῆροί μου. Ταῦτα τῶν ἐχθρῶν μου, φησὶ, βουλευομένων κατ' ἐμοῦ, ἐπὶ σὲ ἤλπισα, Κύριε· ἔλεγόν τέ σε μόνον βοηθόν μοι ἀπαρκεῖν· Θεὸς γάρ μου εἶ σὺ, ἐν ταῖς χερσί σου οἱ κλῆροί μου· ἀνθ' οὗ, οἱ καιροί μου, ἡ Ἑβραϊκὴ ἀνάγνωσις καὶ οἱ λοιποὶ ἑρμηνευταὶ ἐκδεδώκασιν. Εἰ γὰρ καὶ τὰ μάλιστα νῦν οἱ ἐχθροὶ κατισχύουσιν, ὥσπερ καιρὸν ἔχοντες κατ' ἐμοῦ, ἀλλ' οἱ ἐμοὶ καιροὶ πεφυλαγμένοι εἰσὶν ἐν ταῖς σαῖς χερσίν· ἐν οἷς καιροῖς καὶ τοὺς ἐμαυτοῦ κλήρους οἶδα παρὰ σοὶ φυλάττεσθαι. ∆ιὸ εἰκότως ἱκετεύω καὶ δέομαι ἐπὶ τοῦ παρόντος ῥυσθῆναι ἐκ τῶν ἐχθρῶν μου καὶ ἐκ τῶν καταδιωκόντων με. Ἐπίφανον τὸ πρόσωπόν σου ἐπὶ τὸν δοῦλόν σου σῶσόν με ἐν ἐλέει σου· Κύριε, μὴ καταισχυνθείην, ὅτι ἐπεκαλεσάμην σε. Ὥσπερ ἡλίου ἀνατείλαντος λύεται