1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

76

ἀνθρώπων ψυχὰς καὶ αὐτούς γε τοὺς δαίμονας ἀθανάτους; {ΟΡΘ.} Φαμέν· ἀλλὰ κυρίως ἀθάνατος ὁ θεός· οὐσίᾳ γὰρ ἀθάνατος, οὐ μετουσίᾳ· οὐ γὰρ παρ' ἑτέρου τὴν ἀθανασίαν ἔχει λαβών. Τοῖς δέ γε ἀγγέλοις καὶ τοῖς ἄλλοις, ὧν ἀρτίως ἐμνήσθης, αὐτὸς τὴν ἀθανα σίαν δεδώρηται. Εἰ τοίνυν ἀθάνατον αὐτὸν ὁ θεσπέσιος ὀνομάζει Παῦλος, καὶ μόνον τὴν ἀθανασίαν ἔχειν φησίν, πῶς αὐτῷ τὸ τοῦ θανάτου προσαρμόζετε πάθος; {ΕΡΑΝ.} Μετὰ τὴν σάρκωσιν αὐτὸν γεύσασθαι θανάτου φαμέν. {ΟΡΘ.} Ἀλλ' ἄτρεπτον αὐτὸν πολλάκις ὡμολογήσαμεν. Εἰ δὲ ἀθά νατος πρότερον ὢν ὕστερον διὰ σαρκὸς ὑπέμεινε θάνατον, εἰ τοῦτό τις δέξαιτο, πῶς ἂν πιστεύσειε τῷ ∆αβὶδ λέγοντι πρὸς αὐτόν· "Σὺ δὲ ὁ αὐτὸς εἶ, καὶ τὰ ἔτη σου οὐκ ἐκλείψουσι;" κατὰ γὰρ τὸν ὑμέτερον λόγον οὐκ ἔμεινεν. Ὁ αὐτὸς ἀθάνατος γὰρ ὢν διὰ σαρκὸς ὑπέμεινε θάνατον, τροπῆς ἡγησαμένης ὑπέμεινε θάνατον, ἐξέλιπε δὲ αὐτοῦ καὶ ἡ ζωὴ τρεῖς ἡμέρας καὶ ἰσαρίθμους νύκτας, καὶ ποίαν τὸ ταῦτα λέγειν ἀσεβείας ὑπερβολὴν καταλείπει; Οἶμαι γὰρ οὐδὲ τοῖς κατὰ τῆς ἀσεβείας ἀγωνιζομένοις τὸ ταῦτα διὰ τῆς γλώττης προφέρειν ἀκίνδυνον. {ΕΡΑΝ.} Παῦσαι δυσσεβείας ἡμᾶς γραφόμενος. Οὐδὲ γὰρ ἡμεῖς τὴν θείαν φύσιν πεπονθέναι φαμέν, ἀλλὰ τὴν ἀνθρωπείαν· τὴν δέ γε θείαν συμπεπονθέναι τῷ σώματι. {ΟΡΘ.} Τὸ συμπεπονθέναι πῶς λέγεις; ὡς τῶν ἥλων ἐμπηγνυμένων τῷ σώματι τὴν θείαν φύσιν τῆς ἀλγηδόνος τὴν αἴσθησιν δέξασθαι; {ΕΡΑΝ.} Ναιχί. {ΟΡΘ.} Καὶ νῦν καὶ ἐν τοῖς ἔμπροσθεν ἐξετασμένοις ἐδείξαμεν οὐδὲ τὴν ψυχὴν πάντων μεταλαγχάνουσαν τῶν τοῦ σώματος· ἀλλὰ τὸ σῶμα τὴν ζωτικὴν δύναμιν δεχόμενον διὰ τῆς ψυχῆς τὴν αἴσθησιν ἔχειν τῶν παθημάτων. Εἰ δὲ καὶ συγχωρήσαιμεν τὴν ψυχὴν τῷ σώματι συναλγεῖν, οὐδὲν ἧττον ἀπαθῆ τὴν θείαν φύσιν εὑρήσομεν. Οὐ γὰρ ἀντὶ ψυχῆς συνήφθη τῷ σώματι. Ἢ οὐ συνομολογεῖς αὐτὸν ἀνειληφέναι ψυχήν; 220 {ΕΡΑΝ.} Πολλάκις συνωμολόγησα. {ΟΡΘ.} Καὶ τὴν λογικὴν ψυχήν; {ΕΡΑΝ.} Πάνυγε. {ΟΡΘ.} Εἰ τοίνυν μετὰ τοῦ σώματος ἀνείληφε τὴν ψυχήν, συνεχωρή σαμεν δὲ συμπάσχειν τῷ σώματι τὴν ψυχήν, ἡ ψυχὴ ἄρα συνέπαθεν, οὐχ ἡ θεότης τῷ σώματι· συνέπαθε δὲ τὰς ὀδύνας ὡς εἰκὸς δεξαμένη διὰ τοῦ σώματος. Ἀλλὰ συμπάσχειν μὲν ἴσως τῷ σώματι φαίη τις ἂν τὴν ψυχήν, συναποθνῄσκειν δὲ οὐδαμῶς· ἀθάνατον γὰρ ἔλαχε φύσιν. ∆ιά τοι τοῦτο καὶ ὁ κύριος ἔφη· "Μὴ φοβεῖσθε ἀπὸ τῶν ἀποκτεννόντων τὸ σῶμα, τὴν δὲ ψυχὴν μὴ δυναμένων ἀποκτεῖναι." Εἰ τοίνυν οὐδὲ τὴν ψυχὴν τοῦ σωτῆρός φαμεν τῷ σώματι κοινωνῆσαι θανάτου, πῶς ἄν τις τὴν παρ' ὑμῶν τολμωμένην δέξαιτο βλασφημίαν, ἣ τὴν θείαν φύσιν μεταλαχεῖν θανάτου λέγειν τολμᾷ; καὶ ταῦτα τοῦ κυρίου νῦν μὲν τὸ σῶμα προσφερόμενον, νῦν δὲ τὴν ψυχὴν ταραττο μένην ἐπιδεικνύντος. {ΕΡΑΝ.} Καὶ ποῦ τὸ σῶμα προσφερόμενον ὁ κύριος ἔδειξεν; Ἢ πάλιν ἡμῖν τὴν πολυθρύλλητον ὑμῶν προσοίσετε μαρτυρίαν· "Λύσατε τὸν ναὸν τοῦτον, καὶ ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐτόν;" καὶ τὸν εὐ αγγελιστὴν ἡμῖν βρενθυόμενοι παρέξετε λέγοντα· "Αὐτὸς δὲ ἔλεγε περὶ τοῦ ναοῦ τοῦ σώματος αὑτοῦ, καὶ ὅτε ἠγέρθη ἐκ νεκρῶν, ἔγνωσαν οἱ μαθηταὶ αὐτοῦ ὅτι τοῦτο εἶπεν ὁ Ἰησοῦς, καὶ ἐπίστευσαν τῇ γραφῇ καὶ τῷ λόγῳ, ᾧ εἶπεν ὁ Ἰησοῦς." {ΟΡΘ.} Εἰ λίαν οὕτω ταῖς θείαις φωναῖς ἀπεχθάνεσθε, αἳ τὸ μέγα κηρύττουσι τῆς οἰκονομίας μυστήριον, τί δήποτε μὴ Μαρκίωνι καὶ Βαλεντίνῳ καὶ Μάνητι παραπλησίως τὰς τοιάσδε φωνὰς ἐξαλείφετε; καὶ γὰρ ἐκεῖνοι ταὐτὸ τοῦτο δεδράκασιν. Εἰ δὲ θρασὺ τοῦτο δοκεῖ καὶ ἀνόσιον, μὴ κωμῳδεῖτε τοῦ δεσπότου τὰ ῥήματα, ἀλλὰ τοῖς ἀποστό λοις ἀκολουθεῖτε πιστεύσασι μετὰ τὴν ἀνάστασιν, ὡς ἡ θεότης ἀνέστησαν ὃν ἔλυσαν οἱ Ἰουδαῖοι ναόν. {ΕΡΑΝ.} Εἰ μαρτυρίαν ἔχεις στερράν, παῦσαι λοιδορούμενος, καὶ πλήρωσον τὴν ὑπόσχεσιν. {ΟΡΘ.} Μέμνησαι πάντως τῶν εὐαγγελικῶν λογίων ἐκείνων, ἐν οἷς τοῦ μάννα καὶ τῆς ἀληθινῆς τροφῆς ὁ κύριος ἐποιήσατο σύγκρισιν. {ΕΡΑΝ.} Μέμνημαι. 221