77
τὸ σκότος· ὑπὸ γῆν δὲ γενομένου, νὺξ διαλαμβάνει τὸ πᾶν· προΐασί τε ἐκ τῶν οἰκείων καταδύσεων θῆρες ἄγριοι καὶ ἄνδρες κακουργίας ἐργάται· οὕτως, ἀποστρεφομένου μὲν τοῦ Θεοῦ, οἱ τῆς ψυχῆς ἐχθροὶ ἐπανίστανται καὶ κατατρέχουσιν αὐτῆς· ἐπιλάμψαντος δὲ αὐτοῦ τὸ φῶς τῆς αὐτοῦ θεότητος, ὅπερ πρόσωπον Θεοῦ ὀνομάζειν εἴωθεν ἡ Γραφὴ, ἀποτρέπονται μὲν καὶ ἀποφεύγουσι πάντες οἱ τὰ φίλα τοῦ σκότους ἔργα διαπραττόμενοι, διαλύεται δὲ πᾶν τὸ ἐναντίον τῷ Θεῷ. ∆ιὸ παρακαλεῖ ὁ τὰ πρῶτα ἐξομολογησάμενος φάσκων· Ἐπίφανον τὸ πρόσωπόν σου εἰς τὸν δοῦλόν σου· καὶ πάλιν· Οὐ διὰ τὰς ἐμὰς πράξεις, φησὶ, διὰ δὲ τὸ σὸν ἔλεος σωθῆναι ἀξιῶ· καὶ αὖθις· Ἐπεὶ δέ σε ἐπεκαλεσάμην, φησὶ, μὴ καταισχυνθείην, ὅτι ἐπὶ σοὶ ἤλπισα. Τοῖς μὲν γὰρ ἀσεβέσι, τοῖς σὲ τὸν Θεὸν οὐκ ἐπισταμένοις, αἰσχύνη πρέπει· διό φησιν· Αἰσχυνθείησαν ἀσεβεῖς καὶ καταχθείησαν εἰς ᾅδου· ἢ κατὰ τὸν Ἀκύλαν καὶ τὸν Σύμμαχον· Σιωπάτωσαν εἰς ᾅδην. Νῦν μὲν γὰρ λαλοῦσι πολλὰ τολμῶντες· ἐπειδὰν δὲ καταχθῶσιν εἰς τὸ κατάλληλον αὐτοῖς χωρίον, τὸ τηνικαῦτα παύσονται τῆς μεγαλαυχίας· τότε δὲ καὶ ἄλαλα γενήσεται τὰ ἐπὶ τοῦ παρόντος πολλὰ κατὰ τοῦ δικαίου φθεγγόμενα χείλη μεθ' ὑπερηφανίας· τότε δὲ καὶ ἐκδικηθήσεται πᾶσα ἡ κατὰ τῶν δικαίων ἐξουδένωσις. Ὡς πολὺ τὸ πλῆθος τῆς χρηστότητός σου, Κύριε, ἧς ἔκρυψας τοῖς φοβουμένοις σε! Ἐξειργάσω τοῖς ἐλπίζουσιν ἐπὶ σὲ ἐναντίον τῶν υἱῶν τῶν ἀνθρώπων. Κατακρύψεις αὐτοὺς ἐν ἀποκρύφῳ τοῦ προσώπου σου ἀπὸ ταραχῆς ἀνθρώπων. Σκεπάσεις αὐτοὺς ἐν σκηνῇ. ἀπὸ ἀντιλογίας γλωσσῶν. Ταῦτα, φησὶν, ἱκέτευσα, ἐπιφάναι τὸ πρόσωπόν σου ἐπὶ τὸν δοῦλόν σου, καὶ σωθῆναι τῷ ἐλέει σου μὴ καταισχῦναι, ὅτι ἐπεκαλεσάμην σε, πεπεισμέ 23.273 νος, ὡς ἡ σὴ χρηστότης πολλή τις καὶ ἄφατος τυγχάνει, πλούτου δὲ γέμει πολλοῦ. ∆ιὸ καὶ παρὰ τῷ Ἀποστόλῳ εἴρηται· Ἢ τοῦ πλούτου τῆς χρηστότητος αὐτοῦ καὶ τῆς ἀνοχῆς καὶ τῆς μακροθυμίας καταφρονεῖς; Ἀλλὰ νῦν μὲν οὐ τοῖς πᾶσι φανερὰν ποιεῖς τὴν χρηστότητά σου· κρύπτεις δὲ αὐτὴν καὶ ταμιεύῃ φυλάττων τοῖς φοβουμένοις σε. Ἐπεὶ καὶ ἐξειργάσω αὐτὴν εἰς αὐτὸ τοῦτο· λέγω δὲ εἰς τὸ τοῖς ἐλπίζουσιν ἐπὶ σὲ παρασχεῖν αὐτὴν, καὶ παρέξεις γε αὐτὴν κατὰ καιρὸν πρὸ τῶν ὀφθαλμῶν τῶν υἱῶν τῶν ἀνθρώπων, ὥστε πάντας ἰδεῖν τὴν σὴν χρηστότητα, καιρῷ τῆς τῶν ἀγαθῶν ἀμοιβῆς διδομένην τοῖς ἀξίοις· διόπερ καὶ ἐν τῷ βίῳ τάς σοι ἀνακειμένας ψυχὰς κατὰ τοὺς τῶν πειρατηρίων καιροὺς τῆς παρὰ σαυτοῦ σκέπης καταξιῶν ἀποκρύπτεις, ῥυόμενος αὐτοὺς ἀπὸ ταραχῆς ἀνθρώπων, καὶ ὥσπερ ἐν σκέπη ὑπὸ τὴν σαυτοῦ χεῖρα σκεπάζων αὐτοὺς ἀπὸ ἀντιλογίας γλωσσῶν, πρὸς τὸ μηδὲν καταβλάπτεσθαι μήτε ὑπὸ τῶν λόγοις αὐτοὺς καταπολεμούντων, μήτε ὑπὸ τῶν δι' ἔργων τὰς κατ' αὐτῶν μηχανὰς συσκευαζομένων. Εὐλογητὸς Κύριος, ὅτι ἐθαυμάστωσε τὸ ἔλεος αὐτοῦ ἐν πόλει περιοχῆς. ∆ιὰ τοσούτων τὴν πρὸς τὸν Θεὸν ἔντευξιν πεποιημένος ὁ ἐξομολογούμενος, ἐπὶ χρηστὸν περιγράφει τέλος τὸν λόγον, εὐλογῶν τὸν Θεὸν, ὅτι ἐθαυμάστωσε τὸ ἔλεος αὐτοῦ ἐν πόλει περιοχῆς· ὅπερ ὁ Σύμμαχος ἡρμήνευσεν οὕτως· Εὐλογητὸς Κύριος ὁ παραδείξας τὸ ἔλεος αὐτοῦ ἐμοὶ, ὡς ἐν πόλει περιπεφραγμένῃ. ∆ι' ἐμοῦ γὰρ, φησὶν, ὁ Θεὸς ἐδοξάσθη, ὅτι, μυρίων ἐπ' ἐμὲ πολεμίων συστάντων, καὶ δίκην μεγάλης πόλεως τὴν ἐμὴν ψυχὴν πολιορκεῖν πεπειραμένων, ὁ ἐμὸς φύλαξ, φραγμόν μοι περιβαλὼν, τὸ ἔλεος αὐτοῦ θαυμαστὸν ἔδειξεν, οὕτω με σώσας ὡσεὶ καὶ πόλιν τείχει περιβεβλημένην ὀχυρῷ. Τοιοῦτος δέ μοι γέγονας σὺ ὁ ἐμὸς Κύριος, ὁπηνίκα αὐτὸς ἐμαυτὸν ταπεινῶν ἐν τῇ γενομένῃ μοι ἐκστάσει, ἐν ᾗ ἐταράχθη ἐν θυμῷ ὁ ὀφθαλμός μου καὶ ἡ ψυχή μου, καὶ ἡ γαστήρ μου. Οὐκ ἐπετρίβην, ἀλλ' ἐταπείνουν ἐμαυτὸν, ὡς ἀποῤῥιφεὶς ἀπὸ τῶν σῶν ὀφθαλμῶν διὰ τὴν ἐμὴν ἁμαρτίαν. Ἀλλὰ ταῦτα ἐγὼ μὲν ἔλεγον ἐξομολογούμενος· σὺ δὲ φιλάνθρωπος καὶ ἀγαθὸς Θεὸς, οὐκ ἀπέῤῥιψας τὸν σὸν οἰκέτην, ἀλλὰ κατὰ τὴν