1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

77

{ΟΡΘ.} Ἐν ἐκείνῳ τῷ χωρίῳ περὶ τοῦ ἄρτου τῆς ζωῆς πολλοὺς λόγους διεξελθὼν ἐπήγαγε καὶ ταῦτα· "Ὁ δὲ ἄρτος ὃν ἐγὼ δώσω, ἡ σάρξ μού ἐστιν, ἣν ἐγὼ δώσω ὑπὲρ τῆς τοῦ κόσμου ζωῆς." Καὶ ἔστιν ἰδεῖν ἐν τοῖς λόγοις καὶ τὴν τῆς θεότητος φιλοτιμίαν καὶ τὴν δωρεὰν τῆς σαρκός. {ΕΡΑΝ.} Οὐκ ἀπόχρη μαρτυρία μία τὴν ἀμφισβήτησιν λῦσαι. {ΟΡΘ.} Ὁ Αἰθίοψ εὐνοῦχος οὐ πολλὰς ἀνέγνω γραφάς, ἀλλὰ μίαν εὑρὼν προφητικὴν μαρτυρίαν δι' ἐκείνης ἐποδηγήθη πρὸς σωτηρίαν. Ὑμᾶς δὲ οὐχ ἱκανοὶ πεῖσαι πάντες ἀπόστολοι καὶ προφῆται, καὶ οἱ μετ' ἐκείνους τῆς ἀληθείας γενόμενοι κήρυκες. Ἀλλ' ὅμως καὶ ἑτέρας σοι περὶ τοῦ δεσποτικοῦ σώματος μαρτυρίας προσοίσω. Οἶσθα τῆς εὐαγγελικῆς ἱστορίας ἐκεῖνό γε τὸ χωρίον, ἔνθα τὸ πάσχα φαγὼν μετὰ τῶν μαθητῶν ἔδειξε μὲν τοῦ τυπικοῦ προβάτου τὸ τέλος, ἐδί δαξε δὲ τῆς σκιᾶς ἐκείνης ποῖον ὑπάρχει σῶμα. {ΕΡΑΝ.} Οἶδα τήνδε τὴν ἱστορίαν. {ΟΡΘ.} Οὐκοῦν ἀναμνήσθητι, τί μὲν ὁ κύριος λαβὼν ἔκλασε, τί δὲ τὸ ληφθὲν προσαγορεύσας εἴρηκεν. {ΕΡΑΝ.} Τῶν ἀμυήτων ἕνεκα μυστικώτερον λέξω. Λαβὼν καὶ κλάσας καὶ τοῖς μαθηταῖς διανείμας ἔφη· "Τοῦτό μού ἐστι τὸ σῶμα τὸ ὑπὲρ ὑμῶν διδόμενον," ἢ "κλώμενον," κατὰ τὸν ἀπόστολον· καὶ πάλιν· "Τοῦτό μού ἐστι τὸ αἷμα τὸ τῆς καινῆς διαθήκης τὸ περὶ πολλῶν ἐκχυνόμενον." {ΟΡΘ.} Οὐ τοίνυν θεότητος ἐμνημόνευσε τοῦ πάθους τὸν τύπον ἐπιδεικνύς; {ΕΡΑΝ.} Οὐ δῆτα. {ΟΡΘ.} Ἀλλὰ σώματός γε καὶ αἵματος; {ΕΡΑΝ.} Ἀληθές. {ΟΡΘ.} Σῶμα ἄρα τῷ σταυρῷ προσηλώθη; {ΕΡΑΝ.} Ἔοικεν. {ΟΡΘ.} Ἄταρ δὴ τόδε προσεξετάσωμεν. Ἡνίκα μετὰ τὴν ἀνάστασιν τῶν θυρῶν κεκλεισμένων πρὸς τοὺς ἁγίους ὁ δεσπότης εἰσελήλυθε μαθητάς, καὶ δείσαντας ἐθεάσατο, τίνι τρόπῳ τὸ δέος ἔλυσε, καὶ πίστιν ἀντὶ τοῦ δέους ἐνέθηκεν; 222 {ΕΡΑΝ.} Εἶπεν αὐτοῖς· "Βλέπετε τὰς χεῖράς μου καὶ τοὺς πόδας μου, ὅτι αὐτὸς ἐγώ εἰμι· ψηλαφήσατέ με, καὶ ἴδετε, ὅτι πνεῦμα σάρκα καὶ ὀστέα οὐκ ἔχει, καθὼς ἐμὲ θεωρεῖτε ἔχοντα." {ΟΡΘ.} Τὸ σῶμα τοίνυν αὐτοῖς ἀπιστοῦσιν ἐπέδειξεν; {ΕΡΑΝ.} ∆ῆλον. {ΟΡΘ.} Τὸ σῶμα τοιγαροῦν ἐγήγερται; {ΕΡΑΝ.} Φαίνεται. {ΟΡΘ.} Ὃ δὲ ἀνέστη, τοῦτο δήπου καὶ ἐτεθνήκει; {ΕΡΑΝ.} Ἔοικεν. {ΟΡΘ.} Ὃ δέ γε ἐτεθνήκει, τοῦτο τῷ σταυρῷ προσηλώθη; {ΕΡΑΝ.} Ἀνάγκη. {ΟΡΘ.} Τὸ σῶμα ἄρα πέπονθε κατὰ τὸν σόν γε λόγον. {ΕΡΑΝ.} Τοῦτο φάναι βιάζεται ὁ τῶν λόγων εἱρμός. {ΟΡΘ.} Σκοπήσωμεν δὲ καὶ ὡδί. Ἐγὼ δὲ πάλιν ἐρήσομαι, σὺ δὲ φιλαλήθως ἀπόκριναι. {ΕΡΑΝ.} Ἀποκρινοῦμαι. {ΟΡΘ.} Ὁπηνίκα τὸ πανάγιον τοῖς ἀποστόλοις ἐπεφοίτησε πνεῦμα, καὶ τὸ παράδοξον θέαμά τε καὶ ἄκουσμα πολλὰς ἀνθρώπων παρὰ τὸ δωμάτιον ἐκεῖνο μυριάδας συνήθροισε, τίνα τῶν ἀποστόλων ὁ πρῶτος τηνικαῦτα δημηγορῶν περὶ τῆς δεσποτικῆς εἴρηκεν ἀναστάσεως. {ΕΡΑΝ.} Τὸν θεσπέσιον ∆αβὶδ εἰς μέσον παρήγαγεν, ἔφη τε αὐτὸν ὑποσχέσεις παρὰ τοῦ θεοῦ τῶν ὅλων δεξάμενον, ὡς ὁ δεσπότης Χριστὸς ἐκ καρποῦ τῆς ὀσφύος αὐτοῦ βλαστήσει· καὶ ταύταις πεπι στευκότα, προϊδεῖν τε προφητικῶς αὐτοῦ τὴν ἀνάστασιν, καὶ διαρρή δην εἰπεῖν, ὡς οὐκ ἐγκατελείφθη εἰς ᾅδου ἡ ψυχὴ αὐτοῦ, οὐδὲ ἡ σὰρξ αὐτοῦ εἶδε διαφθοράν. {ΟΡΘ.} Τούτων τοιγαροῦν ἡ ἀνάστασις. {ΕΡΑΝ.} Καὶ πῶς ἄν τις τῆς οὐ τεθνηκυίας ψυχῆς ἀνάστασιν εἴποι γε σωφρονῶν; {ΟΡΘ.} Οἱ τῆς ἀτρέπτου καὶ ἀπεριγράφου θεότητος καὶ τὸ πάθος καὶ τὸν θάνατον καὶ τὴν ἀνάστασιν εἶναι λέγοντες, πῶς ἡμῖν ἐξαίφνης ἀνεφάνητε σώφρονες, ὡς παραιτεῖσθαι καὶ τῇ ψυχῇ προσάπτειν τὸ τῆς ἀναστάσεως ὄνομα; 223 {ΕΡΑΝ.} Ὅτι τῷ πεπτωκότι πρόσφορον τὸ τῆς ἀναστάσεως πρόσ ρημα. {ΟΡΘ.} Ἀλλ' οὐ δίχα ψυχῆς τὸ σῶμα τυγχάνει τῆς ἀναστάσεως, νεουργούμενον δὲ τῷ θείῳ βουλήματι, καὶ τῇ ὁμόζυγι συναπτόμενον, ἀπολαμβάνει τὸ ζῆν. Ἢ οὐχ οὕτω τὸν Λάζαρον ὁ δεσπότης ἀνέστη σεν; {ΕΡΑΝ.} ∆ῆλον ὡς οὐ σῶμα μόνον ἀνίσταται. {ΟΡΘ.} Σαφέστερον ταῦτα διδάσκει ὁ θεῖος Ἰεζεκιήλ. Ἐπιδείκνυσι γὰρ ὅπως τε συνελθεῖν τὰ ὀστέα προσέταξεν ὁ θεός, καὶ ὅπως τούτων ἕκαστον τὴν οἰκείαν