78
ἐπαγγελίαν τὴν φάσκουσαν· Ὅταν ἀποστραφεὶς στενάξῃς, τότε σωθήσῃ· ταῦτα ἐμοῦ λέγοντος εἰσήκουσας, καὶ διὰ τοῦτο ἐθαυμάστωσας τὸ ἔλεός σου ἐμοὶ ἐν πόλει περιοχῆς. ΤΩ ∆ΑΥΙ∆ ΣΥΝΕΣΕΩΣ ΛΑʹ. Μακάριοι ὧν ἀφέθησαν αἱ ἀνομίαι, καὶ ὧν ἐπεκαλύφθησαν αἱ ἁμαρτίαι. Πολλὰ κακώσας ἑαυτὸν ἐπὶ τῷ συμβεβηκότι πλημμελήματι ὁ ∆αυΐδ, καὶ τὰς διὰ τοῦ τριακοστοῦ φωνὰς προέμενος, φροντίζων καὶ ἀγωνιῶν τὴν τοῦ Θεοῦ κρίσιν, ἐφ' οἷς αὐτὸς ἑαυτῷ συνεγνώκει· εἶτα τῷ Πνεύματι τῷ ἁγίῳ καὶ τῇ δυνάμει τῇ προφητικῇ τὴν διὰ τῆς σωτηρίου χάριτος μέλλουσαν ἔσεσθαι πᾶσιν ἀνθρώποις συγχώρησιν τῶν ἁμαρτημάτων ἐπιγνοὺς, καὶ ὡς οἱ ἐξ ἐθνῶν εἰδωλολάτραι 23.276 καὶ ἄθεοι, μυρίοις κακοῖς ἐμπεπαρμένοι, ἀθρόας ποτὲ τεύξονται ἀφέσεως ἁμαρτιῶν διὰ λουτροῦ παλιγγενεσίας, τρισμακαρίους τούτους ἀποφαίνει διὰ τῶν προκειμένων. Ὀδυρμοῖς, φησὶν, ἐγὼ καὶ δάκρυσι θαμινοῖς διὰ τὴν ἁμαρτίαν προστετηκὼς, καὶ παντοδαπαῖς συμφοραῖς ταύτης χάριν περιπεσὼν, ζηλωτοὺς ἐκείνους καὶ μακαρίους ἀποκαλῶ, τοὺς ἀταλαιπώρως τῇ τοῦ Θεοῦ φιλανθρωπίᾳ τῶν ἁμαρτημάτων δεξαμένους τὴν ἄφεσιν. Τοσαύτῃ γὰρ περὶ αὐτοὺς χρῆται φιλοτιμίᾳ, ὡς μὴ μόνον ἀφεῖναι, ἀλλὰ καὶ καλύψαι τὰς ἁμαρτίας, καὶ μηδὲ ἴχνη τούτων καταλείπειν. Μακάριος ἀνὴρ ᾧ οὐ μὴ λογίσηται Κύριος ἁμαρτίαν, οὐδέ ἐστιν ἐν τῷ στόματι αὐτοῦ δόλος. Τὰ μὲν προλελεγμένα γενικῶς εἴρηται, καὶ καθόλου περὶ πάντων τῶν μελλόντων ἀφέσεως ἁμαρτιῶν διὰ τῆς χάριτος τυγχάνειν· τὰ δὲ προσκείμενα ὅπως ἡ ἄφεσις δίδοται παρίστησι διὰ τοῦ· Οὗ μὴ λογίσηται Κύριος ἁμαρτίαν. Ἅπαξ μὲν γὰρ γενομένην τὴν παραχθεῖσαν ἁμαρτίαν ἀγένητον μὴ δύνασθαι εἶναι δηλοῖ· τόν γε μὲν Κύριον τὸν ἐξουσίαν ἔχοντα ἐν τῷ λογοθεσίῳ λογίζεσθαι τῷ ἡμαρτηκότι, ἢ μὴ λογίζεσθαι τὸ πεπραγμένον, ἀλλὰ συγχωρεῖν ποιεῖσθαι τὴν ἄφεσιν. Καὶ ἐπειδήπερ ἕκαστος τῶν προσιόντων τῇ διὰ τοῦ βαπτίσματος δωρουμένῃ συγχωρήσει δι' ὁμολογίας τῆς εἰς τὸν Σωτῆρα, τῆς γε εἰς τὸν τῶν ὅλων Θεὸν πίστεως, καὶ δι' ἐξομολογήσεως εἰλικρινοῦς, τῆς ἀφέσεως τεύξεται· σφόδρα ἀκριβῶς ὁ λόγος προστίθησι τὴν φάσκουσαν προσθήκην· Οὐδ' ἔστιν ἐν τῷ στόματι αὐτοῦ δόλος, ἢ, ἐν τῷ πνεύματι αὐτοῦ δόλος· ἑκατέρως γὰρ φέρεται ἐν τῷ ἀναγνώσματι. Οὗτος γὰρ μακάριος, ὁ καθαρῷ πνεύματι τὴν ἐξομολόγησιν ποιούμενος, καὶ τὰς ἐν τῷ λουτρῷ τῆς παλιγγενεσίας φωνὰς προσφερόμενος. Εἰ δ' εὑρεθείη ἐν τῷ στόματι αὐτοῦ δόλος, ἢ ἐν τῷ πνεύματι καὶ τῇ ψυχῇ, ὡς ἀπατήσας ἑαυτὸν πρὸς τὸ μὴ τυχεῖν τῆς ἀφέσεως, ἔτι καὶ αὐξήσει τὰ ἑαυτοῦ κακὰ ἐπισωρεύσας καθ' ἑαυτοῦ πλείονα ὀργὴν ἐν ἡμέρᾳ ὀργῆς. Ὅτι ἐσίγησα, ἐπαλαιώθη τὰ ὀστᾶ μου, ἀπὸ τοῦ κράζειν με ὅλην τὴν ἡμέραν, κ.τ.λ. Ἐκεῖνοι μέν εἰσι μακάριοι, οὓς τῷ πνεύματι γνοὺς ἐμακάρισα· ἐγὼ δὲ πολλὰ κοπιάσας ἐν ταῖς πρὸς τὸν Θεὸν βοαῖς καὶ ἐξομολογήσεσιν, ἀπέκαμον καὶ ἐσίγησα· ἀνθ' οὗ ὁ μὲν Σύμμαχος, Ὅτι ἀπεσίγησα· ὁ δὲ Θεοδοτίων, Ὅτι ἐκοπίασα, ἡρμήνευσαν. Ἀντὶ δὲ τοῦ ἀπὸ τοῦ κράζειν με, Ἀπὸ τοῦ ὀδύρεσθαί με πᾶσαν ἡμέραν, ἐκδέδωκεν ὁ Σύμμαχος, Ἐπαλαιώθη δὲ αὐτοῦ τὰ ὀστᾶ συντριβόμενα ἐκ τῆς πολλῆς κακώσεως τῆς κατὰ τὴν ἐξομολόγησιν αὐτῷ γεγενημένης· ἐν ᾗ καὶ τὰς δυνάμεις τῆς ψυχῆς ὀστέα ὀνομαζομένας κατεπόνει. ∆ιὸ κατὰ τὸν Ἀκύλαν εἴρηται· Ὅτι ἐκώφευσα, κατετρίβη τὰ ὀστᾶ μου ἐν βρυχήματί μου· κατὰ δὲ τὸν Σύμμαχον, Ὅτι ἀπεσιώπησα, ἐπαλαιώθη τὰ ὀστᾶ μου, ἀπὸ τοῦ ὀδύρεσθαι πᾶσαν ἡμέραν. Οὐδὲ μέχρι μηνὸς, ἀλλὰ πάσας τὰς ἡμέρας κατέτρυχεν ἑαυτὸν καὶ κατεπόνει. Τὴν ἁμαρτίαν μου ἐγνώρισα, καὶ τὴν ἀνομίαν μου οὐκ ἐκάλυψα. Εἶπα· Ἐξαγορεύσω κατ' ἐμοῦ 23.277 τὴν ἀνομίαν μου τῷ Κυρίῳ, καὶ σὺ ἀφῆκας τὴν ἀσέβειαν τῆς καρδίας μου. ∆ιάψαλμα. Ἄλλοι δὲ οὐ, τὴν ἀσέβειαν τῆς καρδίας, ἀλλὰ, τὴν ἀσέβειαν τῆς ἁμαρτίας