79
μου, ἐξέθεντο. Ἀντὶ δὲ τούτου ἀκριβέστερον ὁ Σύμμαχος ἡρμήνευσεν εἰπών· Ἵνα σὺ ἀφέλῃς τὴν ἁμαρτίαν μου. Τάδε γὰρ, φησὶ, καὶ τάδε διεπραξάμην, ἵνα τάδε μοι γένωνται. Οὐκ ἤδη τετυχηκὼς τῆς ἀφέσεως, ἀλλ' ὡς πάντα πράττων, ἵνα αὐτῆς τύχῃ, ταῦτ' ἔλεγε κατὰ τὸν Σύμμαχον. Καὶ ἔχεταί γε λόγου ἡ τοιαύτη ἑρμηνεία· εἰ γὰρ ἑτέρους ἐμακάριζεν, ὧν ἀφέθησαν αἱ ἀνομίαι, ὡς μηδέπω αὐτὸς τετυχηκὼς τῆς ἀφέσεως, πῶς ἐνταῦθα ἐδύνατο λέγειν· Καὶ σὺ ἀφῆκας τὴν ἀσέβειαν τῆς ἁμαρτίας μου; ∆ιόπερ κατὰ τὸν Σύμμαχον ἀκριβέστερον εἰρῆσθαί φημι τὸ, Ἵνα σὺ ἀφέλῃς τὴν ἀσέβειαν τῆς ἁμαρτίας μου. Ὑπὲρ ταύτης προσεύξεταί σοι πᾶς ὅσιος ἐν καιρῷ εὐθέτῳ. Πλὴν ἐν κατακλυσμῷ ὑδάτων πολλῶν πρὸς αὐτὸν οὐκ ἐγγιοῦσι. ∆ιὰ τοῦτο πᾶς ὅσιος ὑπόδειγμα λαβὼν ἐκ τῶν κατ' ἐμὲ πεπραγμένων προθυμότατα καὶ εὐθαρσῶς προσεύξεταί σοι, εἴ ποτε καιρὸς αὐτὸν καλῇ ἐπὶ τὴν ὁμοίαν ἐμοὶ προσευχὴν ἐλθεῖν. Προσευξαμένου δὲ αὐτοῦ κατὰ τὸ ὑπόδειγμα τὸ ἐμὸν, καὶ αὐτοῦ ἐπακούσεις, παρέξεις τε αὐτῷ τὴν παρὰ σοῦ σωτηρίαν, ὥστε μηδὲν αὐτὸν βλαβῆναι, κἂν μυρία κατακλύζοντα ὕδατα κατ' αὐτοῦ φέρηται. Ὡς γὰρ ἐπὶ πέτραν οἰκοδομήσας αὑτοῦ τὴν οἰκίαν, καὶ ἐπὶ σὲ τὸν μέγαν Σωτῆρα ἀναρτήσας ἑαυτοῦ τὰς ἐλπίδας, ἄπτωτος καὶ ἑδραῖος μενεῖ· διὰ γὰρ τὴν σὴν φυλακὴν οὐδὲ πλησιάσαι αὐτῷ, οὐδὲ ἐγγὺς γενέσθαι δυνήσεται. Καὶ ταύτην γε τὴν διάνοιαν ἡ τοῦ Συμμάχου παρέστησεν ἑρμηνεία, φήσασα· Περὶ τούτου προσεύξεται πᾶς ὅσιος, ἀντὶ τοῦ, ∆ιὰ τοῦτο προσεύξεται πᾶς ὅσιός σοι καιρὸν εὑρὼν, ὥστε ἐπικλύζοντα ὕδατα πολλὰ πρὸς αὐτὸν μὴ ἐγγίσαι. Ἐὰν δὲ κατὰ τοὺς Ἑβδομήκοντα λέγηται· Ὑπὲρ ταύτης προσεύξεται πᾶς ὅσιος, ἐροῦμεν, ὅτι, ὑπὲρ ταύτης, δηλαδὴ τῆς ἀφέσεως τῆς ἐμοὶ γενομένης. ∆ιὰ γὰρ τὸν σὸν ἔλεον καὶ τὴν εἰς ἐμὲ γενομένην φιλανθρωπίαν πᾶς ὅσιος εὔελπις ἔσται, τῶν ὁμοίων παρὰ σοῦ τυχεῖν· εἴ ποτε αὐτῷ γένοιτο, ὡς ἀνθρώπῳ σάρκα περικειμένῳ, τοιοῦτό τι σφάλμα καὶ καιρὸς δεόμενος ὁμοίας ἐμοὶ ἐξομολογήσεως καὶ προσευχῆς. Συνετιῶ σε καὶ συμβιβῶ σε ἐν ὁδῷ ταύτῃ ᾗ πορεύσῃ· ἐπιστηριῶ ἐπὶ σὲ τοὺς ὀφθαλμούς μου. Τὸ λεγόμενον διὰ τοῦ προφήτου· Ἔτι λαλοῦντός σου, ἐρῶ· Ἰδοὺ πάρειμι, καὶ ἐπὶ τοῦ ∆αυῒδ ἐπληροῦτο. ∆ιότι εὐχομένου καὶ τὴν δέησιν ἀναπέμποντος, τὸ Πνεῦμα τὸ θεῖον ἀποκρίσεως αὐτὸν ἀξιοῖ, θαρσεῖν αὐτῷ παρακελευόμενον. Ἐγὼ γάρ σε, φησὶν, συνετιῶ καὶ συμβιβῶ σε· ἀνθ' οὗ ὁ Ἀκύλας φησίν· Ἐπιστημώσω σε καὶ φωτίσω σε ἐν ὁδῷ ταύτῃ ᾗ πορεύσῃ· ὁ δὲ Σύμμαχος· Συνετίσω σε καὶ ὑποδείξω σοι ὁδὸν ἣν ὁδεύσεις. Ἐπαγγέλλεται γὰρ δεῖξαι αὐτῷ τὸν εἰπόντα· Ἐγώ εἰμι ἡ ὁδός. Ἦν δὲ οὗτος ὁ τοῦ Θεοῦ Λόγος, ὁ τοὺς ὁδεύοντας ἄγων ἐπὶ 23.280 τέλος τὸ τρισμακάριον, τὸν ἑαυτοῦ Πατέρα. Ἀντὶ δὲ τοῦ, Ἐπιστηριῶ ἐπὶ σὲ τοὺς ὀφθαλμούς μου, ὁ Σύμμαχος, Βουλεύσομαι, φησὶ, περὶ σοῦ τῷ ὀφθαλμῷ μου. Ἐπειδὴ γὰρ ὀφθαλμοὶ Κυρίου ἐπὶ δικαίους, καὶ ὦτα αὐτοῦ εἰς δέησιν αὐτῶν· εἰκότως τὸν τοσαῦτα ηὐγμένον καταξιοῖ τοῦ ἰδίου ὀφθαλμοῦ, ὅπως, ἐκ τῶν φωτιστικῶν αὐτῶν τῶν ἐκ τοῦ θείου ὀφθαλμοῦ πεμπομένων φωτισθεὶς τὴν διάνοιαν, τὴν ὁδὸν θεάσηται τὴν ἐπηγγελμένην αὐτῷ. ∆ιόπερ ὀφθαλμοὶ Κυρίου οὐκ ἐπὶ πάντας, ἀλλ' ἐπὶ μόνους τοὺς δικαίους· ἀπὸ γὰρ τῶν ἀσεβῶν ἀποστρέφει τοὺς ἑαυτοῦ ὀφθαλμούς. Εὐφράνθητε ἐπὶ Κύριον καὶ ἀγαλλιᾶσθε, δίκαιοι, καὶ καυχᾶσθε, πάντες οἱ εὐθεῖς τῇ καρδίᾳ. Περιγράψας ὁ λόγος τὴν πρὸς τὸν εὐξάμενον ἀπόκρισιν, ἐπαγγειλάμενός τε αὐτῷ τὰ προλελεγμένα, μεταβαίνει ἐπὶ τὸ κοινὸν τῶν ἀνθρώπων γένος, δι' ὑπερβολὴν φιλανθρωπίας πάντας βουλόμενος σωθῆναι. Καὶ αὐτὸς δὲ ὁ ∆αυΐδ, προσδιελθὼν τὴν ἑαυτοῦ ἐξομολόγησιν, αἰσίας τε ἀποκρίσεως καὶ ἐπαγγελίας καταξιωθεὶς, ἐξ ὑπερβαλλούσης χαρᾶς καὶ τοῖς λοιποῖς ἀνθρώποις προξενεῖ τὰ τῆς ὠφελείας. Εὐφράνθητε ἐπὶ Κύριον καὶ ἀγαλλιᾶσθε, δίκαιοι, καὶ καυχᾶσθε πάντες οἱ εὐθεῖς τῇ καρδίᾳ. Ὥσπερ τῷ ἀριστερῷ τάγματι τῶν ἁμαρτωλῶν τὰ κατάλληλα