1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

80

παθόντα, σταυρωθέντα, καὶ τὴν δεκτικὴν τοῦ πάθους προδείξαντες φύσιν, οὕτω τὸ πάθος τοῖς λόγοις προσέθεσαν. {ΕΡΑΝ.} Οἱ πατέρες τὸν υἱὸν τοῦ θεοῦ, τὸ ἐκ τοῦ φωτὸς φῶς, τὸν ἐκ τῆς οὐσίας τοῦ πατρός, ἔφασαν παθεῖν τε καὶ σταυρωθῆναι. {ΟΡΘ.} Πολλάκις ἔφην, ὡς καὶ τὰ θεῖα καὶ τὰ ἀνθρώπεια τὸ ἓν δέχεται πρόσωπον. ∆ιάτοι τοῦτο καὶ οἱ τρισμακάριοι πατέρες, ὅπως 228 δεῖ πιστεύειν εἰς τὸν πατέρα διδάξαντες, καὶ εἰς τὸ τοῦ υἱοῦ πρόσωπον μεταβάντες, οὐκ εἶπον εὐθύς, καὶ εἰς τὸν υἱὸν τοῦ θεοῦ· καίτοι λίαν ἀκόλουθον ἦν, τὰ περὶ τοῦ θεοῦ καὶ πατρὸς εἰρηκότας, εὐθὺς καὶ τὴν τοῦ υἱοῦ θεῖναι προσηγορίαν· ἀλλ' ἠβουλήθησαν ὁμοῦ καὶ τὸν τῆς θεολογίας καὶ τὸν τῆς οἰκονομίας ἡμῖν παραδοῦναι λόγον, ἵνα μὴ ἄλλο μὲν τὸ τῆς θεότητος, ἄλλο δὲ τὸ τῆς ἀνθρωπότητος πρόσωπον νομισθῇ. Τούτου δὴ χάριν τοῖς περὶ τοῦ πατρὸς εἰρημένοις ἐπήγαγον, ὡς χρὴ πιστεύειν καὶ εἰς τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστόν, τὸν υἱὸν τοῦ θεοῦ. Χριστὸς δὲ μετὰ τὴν ἐνανθρώπησιν ὁ θεὸς λόγος ἐκλήθη. Τοῦτο τοίνυν τὸ ὄνομα πάντα δέχεται, καὶ ὅσα τῆς θεότητος, καὶ ὅσα τῆς ἀνθρω πότητος ἴδια. Ἐπιγινώσκομεν δὲ ὅμως, τίνα μὲν ταύτης, τίνα δὲ ἐκείνης τῆς φύσεως· καὶ τοῦτο καὶ ἐξ αὐτοῦ τοῦ συμβόλου τῆς πίστεως καταμαθεῖν εὐπετές. Τίνι γάρ, εἰπέ μοι, προσαρμόττεις τό, ἐκ τῆς οὐσίας τοῦ πατρός; τῇ θεότητι ἢ τῇ ἐκ σπέρματος ∆αβὶδ διαπλασ θείσῃ φύσει; {ΕΡΑΝ.} ∆ῆλον ὡς τῇ θεότητι. {ΟΡΘ.} Τὸ δέ, θεὸν ἀληθινὸν ἐκ θεοῦ ἀληθινοῦ, τίνος ἴδιον εἶναι φής; τῆς θεότητος ἢ τῆς ἀνθρωπότητος; {ΕΡΑΝ.} Τῆς θεότητος. {ΟΡΘ.} Οὐκοῦν καὶ τῷ πατρὶ ὁμοούσιος οὐχ ἡ σάρξ, οὐδέ γε ἡ ψυχή· κτισταὶ γὰρ αὗται· ἀλλ' ἡ θεότης, ἡ τὰ πάντα τεκτηναμένη; {ΕΡΑΝ.} Ἀληθές. {ΟΡΘ.} Οὕτω δὴ οὖν χρὴ πάθος ἀκούοντας καὶ σταυρὸν ἐπιγινώσκειν τὴν φύσιν τὴν δεξαμένην τὸ πάθος, καὶ μὴ τῇ ἀπαθεῖ προσάπτειν, ἀλλ' ἐκείνῃ, ἣ τούτου γε ἕνεκα προσελήφθη. Ὅτι γὰρ καὶ οἱ ἀξιάγαστοι πατέρες ἀπαθῆ τὴν θείαν ὡμολόγησαν φύσιν, τῇ δὲ σαρκὶ τὸ πάθος προσήρμοσαν, μαρτυρεῖ τὸ τῆς πίστεως τέλος· ἔχει δὲ οὕτως· "Τοὺς δὲ λέγοντας, Ἦν ποτε ὅτε οὐκ ἦν, καὶ πρὶν γεννηθῆναι οὐκ ἦν, καὶ ὅτι ἐξ οὐκ ὄντων ἐγένετο, ἢ ἐξ ἑτέρας τινὸς ὑποστάσεως ἢ οὐσίας φάσκοντας εἶναι ἢ τρεπτὸν ἢ ἀλλοιωτὸν τὸν υἱὸν τοῦ θεοῦ, τούτους ἀναθεματίζει ἡ ἁγία καθολικὴ καὶ ἀποστολικὴ ἐκκλησία." Ὅρα δὲ οὖν ὁποίαν ἠπείλησαν τιμωρίαν τοῖς τὸ πάθος τῇ φύσει τῇ θείᾳ προσάπτουσιν. {ΕΡΑΝ.} Περὶ τροπῆς αὐτοῖς ὁ λόγος ἐνταῦθα καὶ ἀλλοιώσεως. {ΟΡΘ.} Τὸ δὲ πάθος τί ἕτερόν ἐστι ἢ τροπὴ καὶ ἀλλοίωσις; Εἰ γὰρ ἀπαθὴς πρὸ τῆς σαρκώσεως ὢν μετὰ τὴν σάρκωσιν ἔπαθε, τροπὴν 229 δήπουθεν ὑπομείνας ἔπαθε· καὶ εἰ ἀθάνατος πρὸ τῆς ἐνανθρωπήσεως ὢν ἐγεύσατο θανάτου, κατὰ τὸν ὑμέτερον λόγον, μετὰ τὴν ἐνανθρώ πησιν, ἠλλοιώθη πάντως θνητὸς ἐξ ἀθανάτου γενόμενος. Ἀλλὰ τοὺς τοιούσδε λόγους καὶ μὴν δὴ καὶ τοὺς τούτων πατέρας τῶν ἱερῶν οἱ πανεύφημοι πατέρες ἐξελαύνουσι περιβόλων, καὶ ὡς σεσηπότα μέλη τοῦ ὑγιαίνοντος ἀποκόπτουσι σώματος. Οὗ δὴ χάριν σε παρακαλοῦμεν δεῖσαι τὴν τιμωρίαν, καὶ μισῆσαι τὴν βλασφημίαν. ∆είξω δέ σοι καὶ ἐν ἰδίοις συγγράμμασι ταῦτα τοὺς ἁγίους πατέρας πεφρονηκότας ἃ διεξέλθωμεν· ὧν ἔνιοι μὲν τῆς θαυμασίας ἐκείνης ὁμηγύρεως ἐκοινώνη σαν, τινὲς δὲ μετ' ἐκείνους ἐν ταῖς ἐκκλησίαις διέπρεψαν, τινὲς δὲ πάλαι καὶ πρόπαλαι τὴν οἰκουμένην ἐφώτισαν. Ἀλλ' οὔτε τὸ διάφορον τῶν καιρῶν, οὔτε τὸ ἑτερόγλωττον τῶν φωνῶν τὴν συμφωνίαν ἐπή μανεν, ἀλλ' ἐοίκασι λύρᾳ πολλὰς μὲν ἐχούσῃ καὶ διαφόρους χορδάς, μίαν δὲ ἠχὴν παναρμόνιον ἀφιείσῃ. {ΕΡΑΝ.} Ἐρασμίαν ἐμοὶ καὶ τριπόθητον προσοίσεις ἀκρόασιν· ἀναμφίλεκτος γὰρ ἡ τοιαύτη διδασκαλία καὶ λίαν ἐστὶν ὀνησιφόρος. {ΟΡΘ.} Ἀναπέτασον τοίνυν τὰς ἀκοάς, καὶ τῶν πνευματικῶν κρου νῶν ὑποδέχου τὰ νάματα. Τοῦ ἁγίου Ἰγνατίου ἐπισκόπου Ἀντιοχείας καὶ μάρτυρος. Ἐκ τῆς πρὸς Σμυρναίους ἐπιστολῆς. Εὐχαριστίας καὶ προσευχῆς