81
ἐστερεώθη· τουτέστι τὸ εὔτονον καὶ βέβαιον καὶ πάγιον ἐν ἁγιασμῷ, καὶ πάσῃ πρεπούσῃ ταῖς ἱεραῖς δυνάμεσιν ἀρετῇ, ἐκ τῆς τοῦ Πνεύματος ἐπικουρίας ἔχουσιν. Ἐνθάδε μὲν οὖν πνεῦμα στόματος αὐτοῦ ἀναγέγραπται. Εὑρήσομεν δὲ ἀλλαχοῦ καὶ λόγον στόματος αὐτοῦ εἰρημένον, ἵνα νοηθῇ ὁ Σωτὴρ καὶ τὸ ἅγιον αὐτοῦ Πνεῦμα. Ἀμφότερα δὲ συνήργησεν ἐν τῇ κτίσει τῶν οὐρανῶν καὶ τῶν ἐν αὐτοῖς δυνάμεων· διὰ τοῦτο εἴρηται· Τῷ λόγῳ Κυρίου οἱ οὐρανοὶ ἐστερεώθησαν, καὶ τῷ πνεύματι τοῦ στόματος αὐτοῦ πᾶσα ἡ δύναμις αὐτῶν. Οὐδὲν γὰρ ἁγιάζεται μὴ τῇ παρουσίᾳ τοῦ Πνεύματος. Ἀγγέλων γοῦν τὴν μὲν εἰς τὸ εἶναι πάροδον ὁ δημιουργὸς Λόγος, ὁ ποιητὴς τῶν ὅλων, παρείχετο· τὸν ἁγιασμὸν δὲ αὐτοῖς τὸ Πνεῦμα τὸ ἅγιον συνεπέφερεν· οὐ γὰρ νήπιοι κτισθέντες οἱ ἄγγελοι. Φοβηθήτω τὸν Κύριον πᾶσα ἡ γῆ· ἀπ' αὐτοῦ δὲ σαλευθήτωσαν πάντες οἱ κατοικοῦντες τὴν 23.284 οἰκουμένην. Σφόδρα δὲ ἀκολούθως τὰς τοῦ Θεοῦ μεγαλουργίας παραστήσας, καὶ μονονουχὶ ὀφθαλμοῖς ἐπιδείξας ὁπηλίκος ἐστὶν ὁ τῶν τοιούτων δημιουργὸς Κύριος, παρακελεύεται τοῦτον φοβεῖσθαι. Εὐαγγελίζεται δὲ εἰδώλοις μηκέτι προσέχειν τὸν νοῦν, μήτε δαίμονας σέβεσθαι, ἀλλὰ τὸν τοσούτων ποιητήν. Ἀντὶ δὲ τοῦ, σαλευθήτωσαν, ὁ Σύμμαχος, εὐλαβείσθωσαν, ἐξέδωκε. Νοήσεις ὅπως ἔμελλον σαλεύεσθαι ἀπ' αὐτοῦ πάντες οἱ κατοικοῦντες τὴν οἰκουμένην, ἐπιστήσας τὴν διάνοιαν, ὡς ἐπὶ τῷ κηρύγματι τῷ εὐαγγελικῷ καὶ τῇ σωτηρίῳ διδασκαλίᾳ καθ' ὅλης τῆς οἰκουμένης Ἐκκλησίαι τῷ Θεῷ συνέστησαν· πᾶσά τε ἀκοὴ ἐπληρώθη τοῦ λόγου, καὶ πάντες ἄνθρωποι ἐπὶ τῇ τοσαύτῃ δυνάμει κεκίνηνται, μεταβάλλοντες ἀπὸ τῆς προτέρας περὶ τὰ εἴδωλα πλάνης, καὶ εἰς ὑπόμνησιν ἐλθόντες τῆς ἀληθοῦς εὐσεβείας· Ὅτι αὐτὸς εἶπε, καὶ ἐγενήθησαν· αὐτὸς ἐνετείλατο, καὶ ἐκτίσθησαν. Κύριος διασκεδάζει βουλὰς ἐθνῶν, ἀθετεῖ δὲ λογισμοὺς λαῶν, καὶ ἀθετεῖ βουλὰς ἀρχόντων. Ἐπεὶ συνεώρα τὸ προφητικὸν πνεῦμα μέλλοντας ἐξάπτεσθαι διωγμοὺς κατὰ τῶν ἀναχωρούντων μὲν τῆς προτέρας δεισιδαιμονίας καὶ ἀποστρεφομένων τὴν πολύθεον πλάνην, ἐπὶ δὲ τὸν τῶν ὅλων Κύριον ἐπιστρεφόντων, ἀναγκαίως τῶν ἐν ἀπιστίᾳ μεινάντων ἐθνῶν τοὺς φόβους καὶ τὰς ἀπειλὰς μὴ δεδιέναι παρακελεύεται τοῖς τῶν ὅλων ποιητὴν ἐπεγνωκόσιν. Κἂν γὰρ μυρία καθ' ὑμῶν ἐπιβουλεύσωνται· ἀλλ' οὐδὲν, φησὶν, ἰσχύσουσι καθ' ὑμῶν ἐνεργῆσαι. Αὐτὸς γὰρ ὁ πάντων δημιουργὸς καὶ Κύριος, ᾧ προσεφύγετε, τὰς καθ' ὑμῶν ἐπιβουλὰς τῶν ἐθνῶν καὶ τῶν ἀπίστων λαῶν, τοὺς καθ' ὑμῶν λογισμοὺς ἑνὶ νεύματι διασκεδάσει. Εἰ δὲ καὶ ἄρχοντές ποτε καὶ βασιλεῖς μέλλοιεν καθ' ὑμῶν ἐξάπτεσθαι, ἀλλὰ καὶ τούτων ἀθετήσει βουλάς· κρατήσει δὲ μόνη ἡ αὐτοῦ βουλὴ εἰς τὸν αἰῶνα. Ἀλλὰ καὶ τῆς σοφίας οἱ λογισμοὶ αὐτοῦ οὐχ ὁμοίως τοῖς λογισμοῖς τῶν ἀνθρώπων ἀθετήσονται· παραμένουσι δὲ ἑαυτοῦ κρίσεις εἰς γενεὰν καὶ γενεάν. Φυλάττει γὰρ τοὺς αὐτοῦ λογισμοὺς τοῖς ἑαυτοῦ ἀξίοις· καὶ ἐπειδήπερ καθ' ἑκάστην γενεὰν καὶ διαδοχὴν ἀνθρώπων εὑρίσκονταί τινες ἄξιοι, εἰκότως τούτοις αὐτοῖς διατηρῶν τοὺς αὐτοῦ λογισμοὺς, εἰς γενεὰν καὶ γενεὰν αὐτοὺς παρεκτείνει. Καὶ ταῦτα μὲν πάλαι προελέγετο προφητικῶς· ἔργοις δὲ αὐτοῖς τὴν ἔκβασιν τῶν λόγων ἡμεῖς παρειλήφαμεν. Ὅσα γὰρ ἐμηχανήσαντο κατὰ τῆς Ἐκκλησίας αὐτοῦ, καὶ ὁποίους καθ' ἡμῶν ἐπήγειραν διωγμοὺς, ὁποίας τε βουλὰς ἐβουλεύσαντο οἱ ἄρχοντες τοῦ αἰῶνος τούτου καθ' ἡμῶν, οὐκ ἔστιν ἐπαξίως διηγήσασθαι· καὶ ὡς ταῦτα πάντα Θεοῦ δυνάμει διεσκεδάννυντο· καὶ ὡς οὐκ ἐφ' ἡμῶν μόνον, ἀλλὰ καθ' ἑκάστην γενεὰν ἔργοις ταῦτα ἐπληροῦτο ἀπὸ τῶν χρόνων τῆς τοῦ Σωτῆρος θεοφανείας ἀρξάμενα. Μακάριον τὸ ἔθνος οὗ ἐστιν ὁ Κύριος ὁ Θεὸς αὐτοῦ, λαὸς ὃν ἐξελέξατο εἰς κληρονομίαν ἑαυτῷ. Πάλαι μὲν γὰρ ἦν Ἰσραὴλ μερὶς καὶ κληρονομία αὐτοῦ· ἀλλ' ἐπεὶ ἠθέτησε μεταβέβληται ἡ χάρις ἐπὶ τὰ ἔθνη. Ἐξ οὐρανοῦ