82
ἐπέβλεψεν ὁ Κύ 23.285 ριος, εἶδε πάντας τοὺς υἱοὺς τῶν ἀνθρώπων. Ἐξ ἑτοίμου κατοικητηρίου αὑτοῦ ἐπέβλεψεν ἐπὶ πάντας τοὺς κατοικοῦντας τὴν γῆν. Ὁ πλάσας καταμόνας τὰς καρδίας αὐτῶν, ὁ συνιεὶς ἐπὶ πάντα τὰ ἔργα αὐτῶν. Ἵνα γνῶμεν πῶς ὑπέστη τὸ μακαριζόμενον ἔθνος, καὶ πόθεν εἴληφε τὴν σύστασιν ὁ λαὸς ὃν ἐξελέξατο εἰς κληρονομίαν ἑαυτῷ, ἀκολούθως διδάσκει, ὡς ἄρα αὐτὸς ὁ Κύριος πάντας τοὺς υἱοὺς τῶν ἀνθρώπων τοὺς κατοικοῦντας τὴν γῆν ἐπισκεψάμενος, ἐξ ἁπάντων τούτων συνεστήσατο τὸ προλεχθὲν ἔθνος, καὶ τὸν προειρημένον λαὸν, οὐ διακόνοις ἑτέροις κεχρημένος. Ἀντὶ δὲ τοῦ· Ἐξ ἑτοίμου κατοικητηρίου αὑτοῦ, ὁ μὲν Ἀκύλας, ἀπὸ ἑδράσματος καθέδρας αὑτοῦ, ἡρμήνευσεν· ὁ δὲ Σύμμαχος, ἀπὸ ἕδρας κατοικίας αὑτοῦ ἐπέβλεψεν. Ὁ δὲ Λόγος αὐτοῦ τὴν σωτηρίαν διεκονεῖτο τοῖς σωζομένοις· Ἀπέστειλε γὰρ τὸν λόγον αὐτοῦ καὶ ἰάσατο αὐτοὺς, καὶ ἐῤῥύσατο αὐτοὺς ἐκ τῶν διαφθορῶν αὐτῶν. ∆ιὰ τί δὲ ἐξ οὐρανοῦ ἐπέβλεψε Κύριος, καὶ τί τὸ αἴτιον τοῦ καταξιῶσαι τῆς ἑαυτοῦ ἐπισκοπῆς πάντας τοὺς υἱοὺς τῶν ἀνθρώπων, παρίστησιν ἑξῆς λέγων· Ὁ πλάσας καταμόνας τὰς καρδίας αὐτῶν· ἀνθ' οὗ ὁ Σύμμαχός φησιν· Ὁ πλάσσων καταμόνας ἑκάστην καρδίαν αὐτῶν. Εἰ μὲν γὰρ ὁμοίως τοῖς ἀλόγοις ζώοις καὶ τὸν ἀνθρώπινον νοῦν ὑφίστη, οὐδὲν ἦν ἀναγκαῖον ἐπιβλέπειν αὐτὸν ἐπὶ τοὺς υἱοὺς τῶν ἀνθρώπων· ἀπήρκει γὰρ ἡ καθ' ὅλου πρόνοια πάντων ἐξ ἴσου προνοουμένη· νυνὶ δὲ, ἐπειδήπερ ἐξαίρετός τις οὐσία ἀνθρώπου ψυχὴ, ἐπεὶ περὶ μόνου ἀνθρώπου μεμαρτύρηται εἰρηκώς· Ποιήσωμεν ἄνθρωπον κατ' εἰκόνα ἡμετέραν καὶ καθ' ὁμοίωσιν· καὶ ἐποίησεν ὁ Κύριος τὸν ἄνθρωπον· κατ' εἰκόνα Θεοῦ ἐποίησεν αὐτόν· εἰκότως, ὡς ἂν τῆς ἑαυτοῦ εἰκόνος προνοῶν, ἐξ οὐρανοῦ ἐπέβλεψε καὶ εἶδε πάντας τοὺς υἱοὺς τῶν ἀνθρώπων. Ὃ δὴ παριστὰς ὁ παρὼν λόγος φησίν· Ὁ πλάσσων καταμόνας τὰς καρδίας αὐτῶν· καταμόνας δὲ εἴρηται ἀντὶ τοῦ, ἀφωρισμένως παρὰ τὰ λοιπὰ ζῶα. Καρδίας δὲ λέγων τοὺς λογισμοὺς ἐδήλου, καὶ ὅτι ἀφωρισμένως ἕκαστος ἄνθρωπος ὥσπερ ταμιεῖον ἀποκεκλεισμένον ἔχει τὴν ἑαυτοῦ διάνοιαν, ὡς μηδένα δύνασθαι ἑτέρους καταλαμβάνειν λογισμούς. Οὐδεὶς γοῦν οἶδεν ἀνθρώπων τὰ τοῦ ἀνθρώπου, εἰ μὴ τὸ πνεῦμα τοῦ ἀνθρώπου τὸ ἐν αὐτῷ. ∆ιὸ περὶ μόνου τοῦ Σωτῆρος ἡμῶν εἰς παράστασιν τῆς αὐτοῦ θεότητος ἐλέγετο· Αὐτὸς γὰρ ᾔδει τί ἦν ἐν τῷ ἀνθρώπῳ· καὶ πάλιν· Εἰδὼς δὲ τοὺς διαλογισμοὺς αὐτῶν. Τοῦτο δὲ καὶ ἐν τοῖς προκειμένοις παρίσταται· μετὰ γὰρ τό· Ὁ πλάσας καταμόνας τὰς καρδίας αὐτῶν, συνῆπται τό· Ὁ συνιεὶς πάντα τὰ ἔργα αὐτῶν. Μόνος γὰρ αὐτὸς συνίησιν ἐξ ὁποίας προαιρέσεως τὰ τῶν ἀνθρώπων ἔργα ἐπιτελεῖται, μηδενὸς ἄλλου δυναμένου συνιέναι ποίᾳ προθέσει καὶ ὁποίᾳ ὁρμῇ ἕκαστος τῶν ἀνθρώπων πράττει ἃ πράττει. Οὐ σώζεται βασιλεὺς διὰ πολλὴν δύναμιν, καὶ γίγας οὐ σωθήσεται ἐν πλήθει ἰσχύος αὐτοῦ. Ψευδὴς ἵππος εἰς σωτηρίαν· ἐν δὲ πλήθει δυνάμεως αὐτοῦ οὐ σωθήσεται. Ἰδοὺ οἱ ὀφθαλμοὶ Κυρίου ἐπὶ τοὺς φοβουμένους αὐτὸν, τοὺς ἐλπί 23.288 ζοντας ἐπὶ τὸ ἔλεος αὐτοῦ, ῥύσασθαι ἐκ θανάτου τὰς ψυχὰς αὐτῶν, καὶ διαθρέψαι αὐτοὺς ἐν λιμῷ. Ἔχεται τῆς τῶν προλελεγμένων διανοίας τὰ προκείμενα. Συγκαλέσας γὰρ ὁ λόγος πάντας τοὺς ἐπὶ γῆς ἀνθρώπους ἐπὶ τὸν φόβον τοῦ Θεοῦ διὰ τοῦ προειπεῖν· Φοβηθήτω τὸν Κύριον πᾶσα ἡ γῆ· εἶτα παραθαῤῥύνας μὴ ἀγωνιᾷν μηδὲ φοβεῖσθαι τοὺς μέλλοντας ἐπανίστασθαι αὐτοῖς διωγμοὺς, συνῆψε διὰ τῶν ἔμπροσθεν τό· Κύριος διασκεδάζει βουλὰς ἐθνῶν, καὶ τὰ ἑξῆς. Τῆς οὖν αὐτῆς διανοίας ἐχόμενος καὶ διὰ τῶν προκειμένων φησί· Θαρσεῖτε, πάντες ὑμεῖς πρὸς οὓς ὁ λόγος. Εἰ γοῦν προσέλθοιτε τῷ αὐτοῦ φόβῳ, ἕξετε τοὺς αὐτοῦ ὀφθαλμοὺς καὶ τὴν διορατικὴν αὐτοῦ δύναμιν ἐπισκοποῦσαν ὑμᾶς, καὶ πάντων ἐχθρῶν καὶ ἐπιβούλων ῥυομένην. Ἰδοὺ γὰρ οἱ ὀφθαλμοὶ Κυρίου ἐπὶ τοὺς φοβουμένους αὐτὸν, τοὺς ἐλπίζοντας ἐπὶ τὸ ἔλεος αὐτοῦ, ῥύσασθαι ἐκ θανάτου τὰς ψυχὰς αὐτῶν. ∆ίχα γὰρ