1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

82

ἀρχὴν ὁδῶν αὑτοῦ." Ὁ ἄνθρωπος γὰρ ὁ ἀποθανὼν τριήμερος μὲν ἀνίσταται, τῇ δὲ Μαρίᾳ καρτερίᾳ μὲν ψυχῆς ἅπτεσθαι προθυμουμένῃ τῶν ἁγίων μελῶν 232 ἀνθυπενέγκας ἐκφωνεῖ· "Μή μου ἅπτου, οὔπω γὰρ ἀναβέβηκα πρὸς τὸν πατέρα μου· πορεύου δὲ πρὸς τοὺς ἀδελφούς μου, καὶ εἰπὲ αὐτοῖς· Ἀναβαίνω πρὸς τὸν πατέρα μου καὶ πατέρα ὑμῶν, καὶ θεόν μου καὶ θεὸν ὑμῶν." Τὸ δ', "Οὔπω ἀναβέβηκα πρὸς τὸν πατέρα μου," οὐχ ὁ λόγος ἔφασκε καὶ θεὸς ὁ οὐρανόθεν ὁρμώμενος, καὶ ἐν τοῖς κόλποις διαιτώμενος τοῦ πατρός, οὐδ' ἡ πάντα τὰ γενητὰ περιέχουσα σοφία· ἀλλ' αὐτὸς ὁ ἐκ παντοδαπῶν ἡρμολογημένος μελῶν ἄνθρωπος τοῦτο ἐπέφηνεν, ὁ ἐκ τῶν νεκρῶν ἐγερθεὶς καὶ οὐδέπω μὲν πρὸς τὸν πατέρα μετὰ τὸν θάνατον ἀνελθών, ταμιευόμενος δὲ αὑτῷ τῆς προόδου τὴν ἀπαρχήν. Τοῦ αὐτοῦ ἐκ τοῦ αὐτοῦ λόγου. Κύριον δὲ τῆς δόξης αὐτὸν τὸν ἄνθρωπον τὸν σταυρωθέντα σαφῶς ὀνομάζει γράφων, ἐπειδὴ καὶ κύριον καὶ Χριστὸν ἀνέδειξεν αὐτόν, καθάπερ οἱ ἀπόστολοι τῷ αἰσθητῷ Ἰσραὴλ ὁμοφρόνως διαλεγόμενοί φασιν· "Ἀσφαλῶς οὖν γινωσκέτω πᾶς οἶκος Ἰσραὴλ ὅτι καὶ κύριον αὐτὸν καὶ Χριστὸν ὁ θεὸς ἐποίησε, τοῦτον τὸν Ἰησοῦν, ὃν ὑμεῖς ἐσταυρώσατε." Τὸν παθόντα τοιγαροῦν Ἰησοῦν κύριον ἐποίησε, καὶ οὐ τὴν σοφίαν οὐδὲ τὸν λόγον τὸν ἀνέκαθεν ἔχοντα τῆς δεσποτείας τὸ κράτος, ἀλλὰ τὸν μετέωρον τῷ σταυρῷ προσεκπετάσαντα τὰς χεῖρας. Τοῦ αὐτοῦ ἐκ τοῦ αὐτοῦ λόγου. Εἰ γὰρ ἀσώματός ἐστιν οὔτε ἁφῇ χειρῶν ὑποπίπτει, οὔτ' αἰσθητοῖς ὄμμασι περιλαμβάνεται, οὐ τρῶσιν ὑπομένει, οὐχ ἥλοις προσηλοῦται, οὐ θανάτῳ κοινωνεῖ, οὐ κρύπτεται γῇ, οὐ τάφῳ κατακλείεται, οὐκ ἐκ μνημάτων ἀνίσταται. Τοῦ αὐτοῦ ἐκ τοῦ αὐτοῦ λόγου. "Οὐδεὶς αἴρει τὴν ψυχήν μου ἀπ' ἐμοῦ· ἐξουσίαν ἔχω θεῖναι τὴν ψυχήν μου, καὶ ἐξουσίαν ἔχω πάλιν λαβεῖν αὐτήν." Εἰ δὲ ἑκατέρων τὴν ἐξουσίαν εἶχεν οἷα θεός, συνεχώρει μὲν αὐτοῖς λύειν ἀβούλως τὸν νεὼν ἐγχειροῦσιν, ἐπιφανέστερον δὲ ἀνιστῶν ἐνεούργει. Ἐξ ἀναν τιρρήτων δὲ δέδεικται ψήφων, ὅτι αὐτὸς δι' ἑαυτοῦ τὸν ἴδιον ἀνεστή σατο νεουργήσας οἶκον. Ἀναθετέον δὲ καὶ τῷ θειοτάτῳ πατρὶ τὰς τοῦ υἱοῦ μεγαλουργίας. Οὔτε γὰρ ὁ υἱὸς ἄνευ τοῦ πατρὸς δημιουργεῖ κατὰ 233 τὰς ἀρραγεῖς τῶν ἱερῶν γραμμάτων ἀποφάσεις. Τούτου γὰρ δὴ χάριν τότε μὲν ὁ θειότατος γεννήτωρ τὸν Χριστὸν ἐκ νεκρῶν ἐγηγερκέναι γράφεται, τότε δὲ ὁ υἱὸς τὸν ἴδιον ἀναστήσειν ὑπισχνεῖται ναόν. Εἰ οὖν ἐκ τῶν προεξητασμένων ἀπαθὲς δέδεικται τὸ θεῖον τοῦ Χριστοῦ πνεῦμα, περιττῶς τοῖς ἀποστολικοῖς ἐπισκήπτουσιν ὅροις οἱ ἐναγεῖς. Εἰ γὰρ ὁ Παῦλος ἔφρασε τὸν κύριον τῆς δόξης ἐσταυρῶσθαι, σαφῶς εἰς τὸν ἄνθρωπον ἀφορῶν, οὐ παρὰ τοῦτο δεήσει πάθος τῷ θείῳ προσάπτειν. Τί οὖν τοῦτο συνάπτουσι πλέκοντες, ἐξ ἀσθενείας ἐσταυρῶσθαι λέγοντες τὸν Χριστόν; Τοῦ αὐτοῦ ἐκ τοῦ αὐτοῦ λόγου. Εἰ δὲ δὴ καὶ ἀσθενείας εἶδος περιάπτειν αὐτῷ προσῆκον ἦν, τῷ ἀνθρώπῳ ταῦτα προσαρτᾶν ἀκόλουθον εἶναι φαίη τις ἄν, οὔτι γε δὴ τῷ πληρώματι τῆς θεότητος, ἢ τῷ ἀξιώματι τῆς ἀνωτάτω σοφίας, ἢ τῷ ἐπὶ πάντων κατὰ τὸν Παῦλον γραφομένῳ θεῷ. Τοῦ αὐτοῦ ἐκ τοῦ αὐτοῦ λόγου. Οὗτος μὲν δὴ τῆς ἀσθενείας ὁ τρόπος, δι' ὃν εἰς θάνατον γράφεται κατὰ τὸν Παῦλον ἀφῖχθαι. Ζῇ γὰρ ἐκ δυνάμεως θεοῦ τῷ θείῳ πνεύ ματι δηλονότι συνδιαιτώμενος ὁ ἄνθρωπος, ἐπειδὴ καὶ δύναμις ὑψί στου ὁ ἐν αὐτῷ πολιτευόμενος κατὰ τοὺς φθάσαντας ὅρους ἀποδέδει κται. Τοῦ αὐτοῦ ἐκ τοῦ αὐτοῦ λόγου. Εἰ δὲ τῆς παρθενικῆς ἐπιβατεύσας μήτρας οὐκ ἐμείωσε τὴν ἐξουσίαν, οὐδὲ τῷ ξύλῳ τοῦ σταυροῦ προσπαγέντος τοῦ σώματος, χραίνεται τὸ πνεῦμα. Τὸ μὲν γὰρ σῶμα μετάρσιον ἐσταυροῦτο, τὸ δὲ θεῖον τῆς σοφίας πνεῦμα καὶ τοῦ σώματος εἴσω διῃτᾶτο, καὶ τοῖς οὐρανίοις ἐπεβάτευε, καὶ πᾶσαν περιεῖχε τὴν γῆν, καὶ τῶν ἀβύσσων ἐκράτει, καὶ τὰς ἑκάστων ψυχὰς ἀνιχνεύων διέκρινε, καὶ πάντα ὁμοῦ συνήθως οἷα θεὸς ἔπραττεν. Οὐ γὰρ εἴσω τῶν σωματικῶν ὄγκων ἡ ἀνωτάτω σοφία