83
αὐτῶν τῶν τοῦ Θεοῦ ὀφθαλμῶν οὐκ ἔστιν ἄλλη σωτηρίας ἐλπὶς, οὔτε βασιλεῖ στρατιωτικῇ δυνάμει θαῤῥοῦντι, οὔτε γίγαντι ἐπὶ πλήθει δυνάμεως καὶ ἰσχύος γαυρουμένῳ, οὔτε ἵππῳ ποδῶν ὠκύτητι θαῤῥοῦντι. Πάντα γὰρ ταῦτα διαψεύδεται, σφάλλει καὶ πλανᾷ τοὺς ἐπ' αὐτοῖς ἠλπικότας. Ἀλλ' ὑμεῖς θαρσεῖτε, οἱ τὸν Κύριον ἐπικαλοῦντες, καὶ τὸν αὐτοῦ φόβον ἀνειληφότες. Καὶ μήτε βουλὰς ἐθνῶν φοβεῖσθε, ἃς ὁ Κύριος διασκεδάννυσι, μήτε λογισμοὺς λαῶν, οὓς ὁ Κύριος ἀθετεῖ, μήτε βουλὰς ἀρχόντων, ἃς αὐτὸς ἀνατρέπει. Ἀλλὰ μηδὲ βασιλέα πλήθει στρατιωτικῆς δυνάμεως πεποιθότα καταπλήττεσθε, μηδὲ γίγαντα ἰσχύϊ καὶ ἀλκῇ σώματος τυφούμενον. Ἔχοντες δὲ μέγα φυλακτήριον τοὺς τῆς προνοίας αὐτοῦ ὀφθαλμοὺς, ἐπ' αὐτὸν ἐλπίζετε μόνον καὶ ἐπὶ τὸ ἔλεος αὐτοῦ, εἰς τὸ ῥύσασθαι ἐκ θανάτου τὰς ψυχὰς αὐτῶν. Θάνατος δ' ἂν εἴη ψυχῆς ἡ ἄρνησις τοῦ Θεοῦ καὶ ἡ παντελὴς ἀποστασία, καὶ αἱ πρὸς θάνατον ἁμαρτίαι· ὥστε, κἂν συμβῇ ποτε τῶν ἐλπιζόντων ἐπὶ τὸν Κύριον τὰ σώματα θανάτῳ παραδίδοσθαι τῷ κοινῷ διὰ τὴν εἰς αὐτὸν μαρτυρίαν, ἀλλ' οἱ ὀφθαλμοὶ αὐτοῦ τοῦ κρείττονος ἐπιμεληθέντες τὰς ψυχὰς αὐτῶν ἐῤῥύσαντο ἐκ θανάτου. Οὐ μόνον δὲ τοῦτο ποιοῦσιν, ἀλλὰ καὶ τοῦ διαθρέψαι αὐτοὺς ἐν λιμῷ πρόνοιαν ποιοῦνται. Ἐν γὰρ τοῖς καιροῖς τῶν διωγμῶν, καθ' οὓς πολλάκις κεκώλυνται μὲν αἱ διδασκαλίαι καὶ τὰ τῶν θεοπνεύστων Γραφῶν ἀναγνώσματα, σπανίζει δὲ ὁ τὰς πνευματικὰς τροφὰς ταῖς τῶν ἀνθρώπων διαδιδοὺς ψυχαῖς, ὅμως οἱ ὀφθαλμοὶ τοῦ Κυρίου τῇ τοῦ θείου Πνεύματος ἐπιῤῥοῇ, καὶ τούτων τὰς ψυχὰς διατρέφουσι θεοδιδάκτους αὐτοὺς ἀπεργαζόμενοι, ὡς καὶ ἄνευ τῆς ἀνθρώπων διδασκαλίας ἀποῤῥήτῳ δυνάμει τρέφεσθαι. ΕΙΣ ΤΟΝ ΨΑΛΜΟΝ ΤΩ ∆ΑΥΙ∆ ΛΓʹ. Ὁπότε ἠλλοίωσε τὸ πρόσωπον αὐτοῦ ἐνώπιον Ἀβιμέλεχ, καὶ ἀπέλυσεν αὐτὸν καὶ ἀπῆλθεν. Ὑπέλαβόν τινες τὴν τοῦ προκειμένου ψαλμοῦ προγραφὴν ἐκείνην σημαίνειν τὴν ἱστορίαν, δι' ἧς, φεύγων ∆αυῒδ ἀπὸ προσώπου Σαοὺλ, ἐληλυθέναι πρὸς Ἀγχοὺς βασιλέα Γὲθ ἀναγέγραπται· ὅτε μανίαν προσποιηθεὶς ἐτυμπάνιζεν ἐπὶ ταῖς θύραις τῆς πόλεως, 23.289 καὶ παρεφέρετο, καὶ ἔπιπτε, καὶ κατέῤῥει τὰ σίελα αὐτοῦ ἐπὶ τὸν πώγωνα αὐτοῦ· ὥστ' εἰπεῖν τὸν Ἀγχοῦς πρὸς τοὺς παῖδας αὐτοῦ· Ἄνδρα ἐπίληπτον ἵνα τί εἰσηγάγετε πρὸς μέ; Ἀλλ' ὅτι μὲν ἠλλοίωσε τὸ πρόσωπον αὐτοῦ, ἤκουσαν οἱ τοιοῦτοι· ὅτι δ' ἑξῆς συνῆπται, ἐναντίον Ἀβιμέλεχ, δοκοῦσί μοι παρεωρακέναι. Ὁ μὲν οὖν Ἀγχοῦς τῶν ἀλλοφύλων ἦν βασιλεὺς τῶν κατοικούντων τὴν Γέθ· ὁ δὲ Ἀβιμέλεχ ἱερεὺς τοῦ Θεοῦ μνημονεύεται· πρὸς ὃν καὶ αὐτὸν ἐληλυθὼς ὁ ∆αυῒδ πρὸ τῆς παρουσίας τῆς πρὸς τὸν Ἀγχοὺς ἱστορεῖται· λέγει γὰρ ἡ Γραφή· Καὶ ἔρχεται ὁ ∆αυῒδ εἰς Νοβὰ πρὸς Ἀχιμέλεχ τὸν ἱερέα, καὶ ἐξέστη Ἀχιμέλεχ τῇ ἀπαντήσει αὐτοῦ· καὶ εἶπεν αὐτῷ· Τί ὅτι σὺ μόνος καὶ οὐδεὶς μετὰ σοῦ; Καὶ εἶπε ∆αυῒδ τῷ ἱερεῖ· Ὁ βασιλεὺς ἐντέταλταί μοι ῥῆμα σήμερον καὶ εἶπέ μοι· Μηδεὶς γνώτω τὸ ῥῆμα περὶ οὗ ἐγὼ ἀποστέλλω σε, καὶ ὑπὲρ οὗ ἐντέταλμαί σοι, καὶ τοῖς παιδαρίοις διαμεμαρτύρημαι ἐν τῷ τόπῳ τῷ λεγομένῳ Θεοῦ πίστις. Καὶ νῦν εἴ εἰσιν ὑπὸ τὴν χεῖρά σου ἄρτοι, δὸς εἰς χεῖράς μου τὸ εὑρεθέν. Καὶ ἀπεκρίθη ὁ ἱερεὺς τῷ ∆αυῒδ, καὶ εἶπεν· Οὐκ εἰσὶν ἄρτοι βέβηλοι ὑπὸ τὴν χεῖρά μου, ὅτι ἀλλ' ἢ ἄρτοι ἅγιοί εἰσιν· εἰ πεφυλαγμένα τὰ παιδάριά ἐστιν ἀπὸ γυναικὸς, καὶ φάγετε. Καὶ ἀπεκρίθη ∆αυῒδ τῷ ἱερεῖ, καὶ εἶπεν αὐτῷ· Ἀλλ' ἀπὸ γυναικὸς ἀπεσχήμεθα ἐχθὲς καὶ τρίτην ἡμέραν· ἐν τῷ ἐξελθεῖν με εἰς ὁδὸν γέγονε τὰ παιδάρια ἡγνισμένα· καὶ αὕτη ἡ ὁδὸς βέβηλος· διότι σήμερον ἁγιασθήσεται διὰ τὰ σκεύη μου. Καὶ ἔδωκεν αὐτῷ Ἀχιμέλεχ ὁ ἱερεὺς τοὺς ἄρτους τῆς προθέσεως· ὅτι οὐκ ἦν ἄρτος, ἀλλ' ἢ ἄρτοι τοῦ προσώπου οἱ ἀφῃρημένοι ἐκ προσώπου Κυρίου τοῦ παρατεθῆναι ἄρτον θερμὸν, ᾗ ἡμέρᾳ