1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

83

καθειργμένη περιέχεται, καθάπερ αἱ τῶν ὑγρῶν καὶ ξηρῶν ὕλαι τῶν μὲν ἀγγείων εἴσω κατακλείονται, περιέχονται δὲ μᾶλλον ἢ περιέχουσι τὰς θήκας. Ἀλλὰ θεία τις οὖσα καὶ ἀνέκφραστος δύναμις τά τε ἐνδοτάτω καὶ ἐξωτάτω τοῦ νεὼ περιλαμβάνουσα κραταιοῖ, κἀντεῦ θεν ἐπέκεινα διήκουσα, πάντας ὁμοῦ τοὺς ὄγκους κρατεῖ περιέχουσα. 234 Τοῦ αὐτοῦ ἐκ τοῦ αὐτοῦ λόγου. Εἰ δ' ὁ ἥλιος, σῶμα ὢν ὁρατὸν καὶ αἰσθήσει καταληπτόν, τοσαύτας καὶ τοιαύτας πανταχοῦ γῆς ὑπομένων αἰκίας οὐ μεταβάλλει τὴν τάξιν, οὐδὲ αἰσθάνεται μικρᾶς ἢ μεγάλης πληγῆς, τὴν ἀσώματον σοφίαν οἰόμεθα χραίνεσθαι καὶ μεταλλάττειν τὴν φύσιν, εἰ ὁ ναὸς αὐτῆς σταυρῷ προσηλοῦται, ἢ λύσιν ὑπομένει, ἢ τρῶσιν ὑφίσταται, ἢ δια φθορὰν δέχεται; Ἀλλὰ πάσχει μὲν ὁ νεώς, ἡ δὲ ἀκηλίδωτος οὐσία παντάπασιν ἄχραντος τὴν ἀξίαν καθέστηκεν. Τοῦ αὐτοῦ ἐκ τοῦ λόγου τοῦ εἰς τὰς ἐπιγραφὰς τῶν ἀναβαθμῶν. ∆όξαν δὲ ἐπίκτητον ὁ πατὴρ οὐκ ἐπιδέχεται, τέλειος, ἄπειρος, ἀπερι νόητος ὤν, ἀπροσδεὴς κάλλους καὶ παντοίας ἀρετῆς. Ἀλλ' οὐδὲ ὁ λόγος αὐτοῦ, θεὸς ὢν ὁ γεννηθεὶς ἐξ αὐτοῦ, δι' οὗ γεγόνασιν ἄγγελοι καὶ οὐρανοὶ καὶ γῆς ἄπειρα μεγέθη καὶ πᾶσαι συλλήβδην τῶν γενητῶν ὕλαι τε καὶ συστάσεις· ἀλλ' ὁ ἄνθρωπος τοῦ Χριστοῦ, ἐκ τῶν νεκρῶν ἐγειρόμενος, ὑψοῦται καὶ δοξάζεται, τῶν ἐναντίων αἰσχύνην ἄντικρυς ἀραμένων. Τοῦ αὐτοῦ ἐκ τοῦ αὐτοῦ λόγου. Οἱ δὲ φθόνῳ τὸ μῖσος ἀράμενοι κατ' αὐτοῦ καὶ πεφραγμένοι πολεμίᾳ παρατάξει σκορπίζονται, τοῦ λόγου τε καὶ θεοῦ τὸν ἑαυτοῦ ναὸν ἀξιοπρεπῶς ἀναστήσαντος. Τοῦ αὐτοῦ ἐκ τῆς ἑρμηνείας τοῦ βʹ ψαλμοῦ. Πέρας γοῦν ὁ προφήτης Ἡσαΐας αὐτὰ μὲν τὰ τῶν παθῶν αὐτοῦ διεξιὼν ἴχνη πρὸς τοῖς ἄλλοις ἐπιφέρει καὶ τοῦτο μεγαλοφωνοτέρᾳ βοῇ τό· "Καὶ εἴδομεν αὐτόν, καὶ οὐκ εἶχεν εἶδος οὔτε κάλλος· ἀλλὰ τὸ εἶδος αὐτοῦ ἄτιμον καὶ ἐκλεῖπον παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων." Εἶτα διαρρήδην ἐκφαίνων, ὡς εἰς τὸν ἄνθρωπον, ἀλλ' οὐκ εἰς τὸ θεῖον ἀνήρτηται τὰ τῆς εὐπρεπείας εἴδη τε καὶ πάθη, παραυτίκα πάλιν ἐπάγει προσθείς· "Ἄνθρωπος ἐν πληγῇ ὤν, καὶ εἰδὼς φέρειν μαλακίαν." Τοῦ αὐτοῦ ἐκ τῆς αὐτῆς ἑρμηνείας. Αὐτὸς ἄρ' οὗτός ἐστιν, ὁ μετὰ τὰς ὕβρεις ἀειδής, ἄμορφος ὁραθείς, εἶτα πάλιν ἐκ μεταβολῆς εὐπρέπειαν ἐνδυσάμενος. Οὐδὲ γὰρ ὁ κατοικῶν 235 ἐν αὐτῷ θεὸς ἀμνοῦ δίκην εἰς θάνατον ἤγετο, καὶ προβάτου τρόπον ἀπεσφάττετο, φυσικῶς ἀόρατος ὤν. Τοῦ ἁγίου Ἀθανασίου ἐπισκόπου Ἀλεξανδρείας καὶ ὁμολογητοῦ. Ἐκ τῆς πρὸς Ἐπίκτητον ἐπιστολῆς. Τίς τοσοῦτον ἠσέβησεν ὡς εἰπεῖν ἅμα καὶ φρονεῖν, ὅτι ἡ θεότης αὐτὴ ἡ ὁμοούσιος τῷ πατρὶ περιετμήθη, καὶ ἀτελὴς ἐκ τελείου γέγονε, καὶ τὸ ἐν ξύλῳ καθηλωμένον οὐκ ἦν τὸ σῶμα, ἀλλ' αὐτὴ ἡ δημιουργὸς οὐσία τῆς σοφίας; Τοῦ αὐτοῦ ἐκ τῆς αὐτῆς ἐπιστολῆς. Ἃ γὰρ τὸ ἀνθρώπινον ἔπασχε τοῦ λόγου, ταῦτα συνομολόγως εἰς ἑαυτὸν ἀνέφερεν, ἵνα ἡμεῖς τῆς τοῦ λόγου θεότητος μετασχεῖν δυνη θῶμεν. Καὶ ἦν παράδοξον, ὅτι αὐτὸς ἦν ὁ πάσχων καὶ μὴ πάσχων. Πάσχων μέν, ὅτι τὸ ἴδιον αὐτοῦ ἔπασχε σῶμα, καὶ ἐν αὐτῷ τῷ πάσχοντι ἦν· μὴ πάσχων δέ, ὅτι τῇ φύσει θεὸς ὢν ὁ λόγος ἀπαθής ἐστι. Καὶ αὐτὸς μὲν ὁ ἀσώματος ἦν ἐν τῷ παθητῷ σώματι, τὸ δὲ σῶμα εἶχεν ἐν ἑαυτῷ τὸν ἀπαθῆ λόγον, ἀφανίζοντα τὰς ἀσθενείας αὐτοῦ τοῦ σώματος. Τοῦ αὐτοῦ ἐκ τῆς αὐτῆς ἐπιστολῆς. Θεὸς γὰρ καὶ κύριος τῆς δόξης ὢν ἦν ἐν τῷ ἀδόξως καθηλουμένῳ σώ ματι· τὸ δὲ σῶμα ἔπασχε μὲν νυττόμενον ἐν τῷ ξύλῳ, καὶ ἔρρεεν ἀπὸ τῆς τούτου πλευρᾶς αἷμα καὶ ὕδωρ, ναὸς δὲ τοῦ λόγου τυγχάνον, πεπληρωμένον ἦν τῆς θεότητος. ∆ιὰ τοῦτο γοῦν ὁ μὲν ἥλιος ὁρῶν τὸν δημιουργὸν αὑτοῦ ἐν τῷ ὑβριζομένῳ σώματι ἀνεχόμενον τὰς ἀκτῖνας συνέστειλε, καὶ ἐσκότασε τὴν γῆν· αὐτὸ δὲ τὸ σῶμα φύσιν ἔχον θνητὴν ὑπὲρ τὴν αὑτοῦ φύσιν ἀνέστη διὰ τὸν ἐν αὐτῷ λόγον, καὶ πέπαυται μὲν τῆς κατὰ φύσιν φθορᾶς, ἐνδυσάμενον δὲ τὸν ὑπὲρ ἄνθρωπον λόγον γέγονεν ἄφθαρτον. Τοῦ αὐτοῦ ἐκ τοῦ περὶ πίστεως λόγου τοῦ μείζονος. Τὸ ἐγειρόμενον ἐκ