84
ἔλαβεν αὐτούς. Ταῦτα μὲν οὖν ἡ περὶ τοῦ Ἀχιμέλεχ διήγησις περιέχει· ἑξῆς δὲ συνῆπται ὡς ἀνέστη ∆αυῒδ καὶ ἔφυγεν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ· τοῦ τε Ἀχιμέλεχ ἀναχωρήσας, ἦλθε πρὸς Ἀγχοῦς βασιλέα Γέθ. Ὁ μὲν οὖν τις ἐρεῖ, ἐπεὶ μὴ ἐμφέρεται ἐν τῇ ἱστορίᾳ τῇ κατὰ τὸν Ἀχιμέλεχ «ἀλλοιώσας τὸ πρόσωπον αὐτοῦ ὁ ∆αυῒδ,» κατὰ σφάλμα κεῖσθαι τὸ ὄνομα τοῦ Ἀβιμέλεχ ἀντὶ τοῦ ὀνόματος Ἀγχούς· σαφῶς γὰρ ἐπὶ τοῦ Ἀγχοῦς εἴρηται· «ἀλλοιώσας τὸ πρόσωπον αὐτοῦ,» ὅτε καὶ τὰ σίελα αὐτοῦ κατέῤῥει καὶ ἐτυμπάνιζεν. Ἔργον δὲ θρασὺν, καὶ προπετὲς εἶναι ἡγοῦμαι τὸ ἀποφήνασθαι τολμᾷν τὴν θείαν Γραφὴν ἡμαρτῆσθαι, καὶ τοσοῦτον περιέχειν σφάλμα, ὡς ἀντὶ ἀλλοφύλου ἀνδρὸς ἱερέα Θεοῦ παρενθεῖναι· μάλιστα ὅτε καὶ ἡ Ἑβραϊκὴ ἀνάγνωσις καὶ οἱ λοιποὶ ἑρμηνευταὶ πάντες τὸν Ἀχιμέλεχ περιέχουσιν. Οὐκοῦν ἀκόλουθον ἂν εἴη, ἀληθευούσης τῆς προγραφῆς, ἐπιζητεῖν πῶς καὶ πότε ἠλλοίωσε τὸ πρόσωπον αὐτοῦ ∆αυῒδ ἐναντίον Ἀβιμέλεχ, καὶ ἀπέλυσεν αὐτὸν, καὶ ἀπῆλθε. ∆οκεῖ δή μοι ἐκ τῆς παραθέσεως τῶν λοιπῶν ἑρμηνευτῶν λύσεις εὑρίσκεσθαι τοῦ ζητουμένου. Ὁ μὲν γὰρ Ἀκύλας καὶ ἡ πέμπτη ἔκδοσις τοῦτον ἡρμήνευσαν τὸν τρόπον· Τοῦ ∆αυῒδ ὅτε ἠλλοίωσε τὸ γεῦμα αὐτοῦ εἰς πρόσωπον Ἀβιμέλεχ, καὶ ἐξέβαλεν αὐτὸν, καὶ ἀπῆλθε. Μήποτε γὰρ διὰ τοὺς 23.292 ἄρτους τῆς προθέσεως, οὓς λαβὼν παρὰ τοῦ Ἀβιμέλεχ, ἔφαγεν αὐτὸς καὶ τὰ παιδάρια τὰ μετ' αὐτοῦ, ἠλλοιωκέναι λέγεται τὸ γεῦμα αὐτοῦ εἰς πρόσωπον Ἀβιμέλεχ. Ἡγιασμένης γὰρ τροφῆς γευσάμενος, καὶ τῶν ἄρτων τῶν ἱερατικῶν, οἷς οὐκ ἐξῆν χρήσασθαι εἰ μὴ μόνοις τοῖς ἱερεῦσιν, ἠλλοίωσε τὸ γεῦμα αὐτοῦ. Ὁ δὲ Σύμμαχος εἰπών· Τοῦ ∆αυῒδ ὁπότε μετεμόρφωσε τὸν τρόπον τὸν ἑαυτοῦ ἔμπροσθεν Ἀβιμέλεχ, ἑτέραν διάνοιαν ὑποβέβληκε, τὸν τρόπον τοῦ ∆αυῒδ ἠλλοιῶσθαι φήσας ἔμπροσθεν Ἀβιμέλεχ, διὰ τὸ, ἐρωτηθέντα τίς εἴη αὐτῷ ἡ αἰτία τῆς ὁδοῦ, ψεύσασθαι καὶ παραλογίσασθαι τὸν ἱερέα· ἀλλότριον γὰρ ἦν τοῦ τρόπου τοῦ ∆αυῒδ τὸ ἀπάτῃ κεχρῆσθαι, ᾗ κατ' ἐκεῖνον τὸν καιρὸν χρησάμενος, ἠλλοίωσε τὸν τρόπον αὐτοῦ, κατὰ τὸν Σύμμαχον. Ἐκ δὲ τῶν εἰρημένων καὶ τὴν τῶν Ἑβδομήκοντα ἑρμηνείαν ἐφαρμόσεις τῇ κατὰ τὸν Ἀβιμέλεχ ἱστορίᾳ, φησάσῃ ἠλλοιωκέναι τὸν ∆αυῒδ τὸ πρόσωπον ἑαυτοῦ ἐνώπιον Ἀβιμέλεχ, διὰ τὸ μὴ ἀπαγγεῖλαι αὐτῷ τὸν ἀληθῆ λόγον τῆς ἑαυτοῦ φυγῆς, παραλογίσασθαι δὲ καὶ ἕτερα ἀνθ' ἑτέρων εἰπεῖν· ὡς καὶ τὴν ῥομφαίαν τοῦ Γολιὰθ παρ' αὐτοῦ δέξασθαι, γενέσθαι τε αὐτῷ αἴτιον ἀπωλείας. Μαθὼν γὰρ μετὰ ταῦτα Σαοὺλ τὰ πεπραγμένα, πέμψας ἀνεῖλεν αὐτόν τε τὸν Ἀβιμέλεχ καὶ πάντας τοὺς ἱερεῖς τοῦ Κυρίου καὶ τὴν Νοβὰν τὴν πόλιν τῶν ἱερέων ἐπάταξε. Καὶ ταῦτα πάντα πέπρακται, διότι ἠλλοίωσε ∆αυῒδ τὸν τρόπον αὐτοῦ ἢ τὸ πρόσωπον αὐτοῦ ἐνώπιον Ἀβιμέλεχ. Ἡ τῶν Βασιλειῶν Γραφὴ Ἀχιμέλεχ περιέχει· ἐναλλαγῆς στοιχείου γενομένης, οὐδὲν δεῖ κινεῖσθαι· παρὰ γὰρ τὴν ὁμοιότητα τοῦ στοιχείου τοῦ βὴθ παρ' Ἑβραίοις καλουμένου καὶ τοῦ χὰφ διαφόρως ἐξεδόθη τοὔνομα· σχεδὸν γὰρ ἓν καὶ ταυτόν ἐστι τὰ δύο στοιχεῖα, βραχυτάτης κεραίας μόνης ἐναλλαττούσης. Μέμνηται δὲ καὶ ὁ Σωτὴρ ἐν τοῖς Εὐαγγελίοις τῆς προκειμένης κατὰ τοῦ ∆αυῒδ ἱστορίας λέγων· Οὐκ ἀνέγνωτε τί ἐποίησε ∆αυῒδ, ὅτε ἐπείνασε καὶ οἱ μετ' αὐτοῦ· ὡς εἰσῆλθεν εἰς τὸν οἶκον τοῦ Θεοῦ, καὶ τοὺς ἄρτους τῆς προθέσεως ἔφαγεν, οὓς οὐκ ἐξὸν ἦν φαγεῖν οὐδὲ τοῖς μετ' αὐτοῦ, εἰ μὴ μόνοις τοῖς ἱερεῦσι; Τοῦτο μὲν οὖν ἐν τῷ κατὰ Ματθαῖον Εὐαγγελίῳ εἴρηται. Ἐπεὶ δὲ ἐν τῷ κατὰ Μάρκον Εὐαγγελίῳ ἀναγέγραπται ὁ Σωτὴρ εἰρηκώς· Οὐδέποτε ἀνέγνωτε τί ἐποίησε ∆αυῒδ, ὅτε χρείαν ἔσχε, καὶ ἐπείνασεν αὐτὸς καὶ οἱ μετ' αὐτοῦ; πῶς εἰσῆλθεν εἰς τὸν οἶκον τοῦ Θεοῦ ἐπὶ Ἀβιάθαρ τοῦ ἀρχιερέως, καὶ τοὺς ἄρτους τῆς προθέσεως ἔφαγε; τίς οὐκ ἂν ἀπορήσειε, πῶς ὁ Σωτὴρ ἐνταῦθα οὐ τοῦ Ἀβιμέλεχ, ἀλλὰ τοῦ Ἀβιάθαρ μέμνηται; Πρὸς ὃ εἴποι τις ἂν διώνυμον γεγενῆσθαι τὸν Ἀβιμέλεχ, ὥστ' εἶναι τὸν αὐτὸν τῷ Ἀβιάθαρ. Αὐτίκα γοῦν καὶ