84
νεκρῶν ἄνθρωπος ἦν ἢ θεός; Ἑρμηνεύει Πέτρος ὁ 236 ἀπόστολος ἡμῶν μᾶλλον γινώσκων, καὶ λέγει· "Καθελόντες αὐτὸν ἀπὸ τοῦ ξύλου, ἔθηκαν αὐτὸν εἰς μνημεῖον, ὁ δὲ θεὸς ἤγειρεν αὐτὸν ἐκ νεκρῶν." Τὸ γοῦν ἀπὸ τοῦ ξύλου καθαιρεθὲν σῶμα νεκρὸν τοῦ Ἰησοῦ, τὸ καὶ εἰς μνημεῖον τεθὲν ἐνταφιασθὲν δὲ ὑπὸ Ἰωσὴφ τοῦ ἀπὸ Ἀριμαθείας, αὐτὸ ἤγειρεν ὁ λόγος λέγων· "Λύσατε τὸν ναὸν τοῦτον, καὶ ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐτόν." Ὁ καὶ πάντας τοὺς νεκροὺς ζωοποιῶν καὶ τὸν ἐκ Μαρίας ἄνθρωπον Χριστὸν Ἰησοῦν ἐζωοποίησεν, ὃν ἀνείληφεν. Εἰ γὰρ ἐπὶ σταυροῦ ὢν τὰ προδιαλυθέντα νεκρὰ τῶν ἁγίων ἤγειρε σώματα, πολλῷ μᾶλλον ἐγεῖραι δύναται ὃ ἐφόρεσε σῶμα ὁ ἀεὶ ζῶν θεὸς λόγος, ὥς φησιν ὁ Παῦλος· "Ζῶν γὰρ ὁ λόγος τοῦ θεοῦ καὶ ἐνεργής." Τοῦ αὐτοῦ ἐκ τοῦ αὐτοῦ λόγου. Ἡ γοῦν ζωὴ οὐκ ἀποθνῄσκει, τοὺς δὲ νεκροὺς ζωοποιεῖ. Ὡς γὰρ τὸ φῶς οὐ βλάπτεται ἐν σκοτεινῷ τόπῳ, οὐδὲ ἡ ζωή τι παθεῖν δύναται ἐπισκεψαμένη τὴν θνητὴν φύσιν. Ἄτρεπτος γὰρ καὶ ἀναλλοίωτος ἡ τοῦ λόγου θεότης, ὥς φησιν ἐν προφητείᾳ ὁ κύριος περὶ ἑαυτοῦ· "Ιδετέ με, ὅτι ἐγώ εἰμι καὶ οὐκ ἠλλοίωμαι." Τοῦ αὐτοῦ ἐκ τοῦ αὐτοῦ λόγου. Ζῶν ἀποθανεῖν οὐ δύναται, μᾶλλον δὲ τοὺς νεκροὺς ζωοποιεῖ. Ἔστι τοίνυν καὶ πηγὴ ζωῆς τῇ ἐκ πατρὸς θεότητι, ἄνθρωπος δὲ ὁ ἀποθανών, μᾶλλον δὲ καὶ ἐγερθεὶς ἐκ νεκρῶν, ὃς καὶ ἐντυγχάνει ὑπὲρ ἡμῶν, ὁ ἐκ παρθένου Μαρίας, ὃν ἡ τοῦ λόγου θεότης δι' ἡμᾶς ἀνείληφεν. Τοῦ αὐτοῦ ἐκ τοῦ αὐτοῦ λόγου. Ἐγένετο Λάζαρον ἀσθενήσαντα ἀποθανεῖν· ὁ δὲ κυριακὸς ἄνθρωπος οὐκ ἀσθενήσας οὐδὲ ἄκων ἀπέθανεν· ἀλλ' ἀφ' ἑαυτοῦ ἦλθεν ἐπὶ τὴν τοῦ θανάτου οἰκονομίαν, στερεοποιούμενος ὑπὸ τοῦ ἐν αὐτῷ οἰκή σαντος θεοῦ λόγου, τοῦ εἰπόντος· "Οὐδεὶς αἴρει τὴν ψυχήν μου ἀπ' ἐμοῦ· ἀπ' ἐμαυτοῦ αὐτὴν τίθημι, ἐξουσίαν ἔχω θεῖναι αὐτήν, καὶ πάλιν ἐξουσίαν ἔχω λαβεῖν αὐτήν." Ἡ θεότης οὖν ἐστι τοῦ υἱοῦ, ἡ τιθεῖσα καὶ λαμβάνουσα τὴν ψυχὴν οὗ ἐφόρεσεν ἀνθρώπου. Πλήρη 237 γὰρ ἀνείληφε τὸν ἄνθρωπον, ἵνα καὶ πλήρη αὐτὸν καὶ σὺν αὐτῷ τοὺς νεκροὺς ζωοποιήσῃ. Τοῦ αὐτοῦ ἐκ τοῦ πρὸς Ἀρειανοὺς λόγου. Ὅταν οὖν λέγῃ ὁ μακάριος Παῦλος, "Ὁ πατὴρ ἤγειρε τὸν υἱὸν αὑτοῦ ἐκ νεκρῶν," Ἰωάννης ἡμῖν διηγεῖται ὅτι ἔλεγεν ὁ Ἰησοῦς, "Λύσατε τὸν ναὸν τοῦτον, καὶ ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐτόν. Ἔλεγε δέ, φησί, περὶ τοῦ ἰδίου σώματος." ∆ῆλον οὖν ἐστι τοῖς προσέχουσιν, ὅτι τοῦ σώματος ἐγειρομένου ὁ υἱὸς λέγεται παρὰ τῷ Παύλῳ ἐγηγέρ θαι ἐκ νεκρῶν. Τὰ γὰρ τοῦ σώματος αὐτοῦ εἰς αὐτοῦ πρόσωπον λέγεται. Οὕτως οὖν καὶ ὅτε λέγει, "Ζωὴν ἔδωκεν ὁ πατὴρ τῷ υἱῷ," τῇ σαρκὶ δεδομένην τὴν ζωὴν νοητέον. Εἰ γὰρ αὐτός ἐστιν ἡ ζωή, πῶς ἡ ζωὴ ζωὴν λαμβάνει; Τοῦ αὐτοῦ ἐκ τοῦ περὶ ἐνανθρωπήσεως λόγου. Συνιδὼν γὰρ ὁ λόγος, ὅτι ἄλλως οὐκ ἂν λυθείη τῶν ἀνθρώπων ἡ φθορά, εἰ μὴ διὰ τοῦ πάντως ἀποθανεῖν, οὐχ οἷόν τε δὲ ἦν τὸν λόγον ἀποθα νεῖν, ἀθάνατον ὄντα καὶ τοῦ πατρὸς υἱόν, τούτου ἕνεκα τὸ δυνάμενον ἀποθανεῖν ἑαυτῷ λαμβάνει σῶμα, ἵνα τοῦτο τοῦ ἐπὶ πάντας λόγου μεταλαβόν, ἀντὶ πάντων ἱκανὸν γένηται τῷ θανάτῳ, καὶ διὰ τὸν ἐνοικήσαντα λόγον ἄφθαρτον διαμείνῃ, καὶ λοιπὸν ἀπὸ πάντων ἡ φθορὰ παύσηται τῇ τῆς ἀναστάσεως χάριτι. Ὅθεν ὡς ἱερεῖον καὶ θῦμα παντὸς ἐλεύθερον σπίλου, ὃ αὐτὸς ἑαυτῷ ἔλαβε σῶμα προσαγα γὼν εἰς θάνατον, ἀπὸ πάντων εὐθὺς τῶν ὁμοίων ἠφάνιζε τὸν θάνατον τῇ προσφορᾷ τῇ καταλλήλῳ. Ὑπὲρ πάντας γὰρ ὢν ὁ λόγος τοῦ θεοῦ εἰκότως τὸν ἑαυτοῦ ναὸν καὶ τὸ σωματικὸν ὄργανον προσάγων ἀντί ψυχον ὑπὲρ πάντων ἐπλήρου τὸ ὀφειλόμενον τῷ θανάτῳ· καὶ οὕτως συνὼν διὰ τοῦ ὁμοίου τοῖς πᾶσιν ὁ ἄφθαρτος τοῦ θεοῦ υἱός, εἰκότως τοὺς πάντας ἐνέδυσεν ἀφθαρσίαν ἐν τῇ περὶ τῆς ἀναστάσεως ἐπαγγε λίᾳ. Καὶ αὐτὴ γὰρ ἡ ἐν τῷ θανάτῳ φθορὰ κατὰ τῶν ἀνθρώπων οὐκέτι χώραν ἔχει διὰ τὸν ἐνοικήσαντα λόγον ἐν τούτοις διὰ τοῦ ἑνὸς σώμα τος. Τοῦ αὐτοῦ ἐκ τοῦ αὐτοῦ λόγου. Τούτου ἕνεκα μετὰ τὰς θειοτάτας αὐτοῦ ἐκ τῶν ἔργων