85
υἱὸς αὐτῷ Ἀβιάθαρ κεκλημένος ἐμφέρεται τῇ Γραφῇ τῶν Βασιλειῶν· ὃς, διαφυγὼν ἀπὸ τῶν ἀναιρεθέντων ἱερέων μόνος, τῷ ∆αυῒδ συνῆν. Ἄλλος δ' ἂν εἴποι τοῦ μὲν Ἀβιμέλεχ τὴν ἱστορίαν ὡς ἱερέως μνημονεύειν· ἐνταῦθα δὲ τὸν Σωτῆρα τὸν Ἀβιάθαρ ἀρχιερέα τυγχά 23.293 νειν κατ' ἐκεῖνο καιροῦ φῆσαι. Εἰσῆλθε γὰρ, φησὶν, ∆αυῒδ εἰς τὸν οἶκον τοῦ Θεοῦ ἐπὶ Ἀβιάθαρ τοῦ ἀρχιερέως. Καὶ φαίνεται ἡ τῶν ἱστοριῶν γραφὴ, τὸν Ἀχιμέλεχ καὶ τοὺς ἱερεῖς τοῦ Θεοῦ ἀνῃρῆσθαι φήσασα ὑπὸ τοῦ Σαοὺλ, ἀρχιερέα ἀνῃρημένον οὐχ ἱστορήσασα. Ταῦτα μὲν οὖν ἡμῖν εἰς τὴν τοῦ ψαλμοῦ προγραφὴν εἰρήσθω. Εὐλογήσω τὸν Κύριον ἐν παντὶ καιρῷ, διὰ παντὸς ἡ αἴνεσις αὐτοῦ ἐν τῷ στόματί μου. Εὐχαριστῶν ὁ ∆αυῒδ ἐφ' οἷς ἠξιώθη τροφῆς ἱερατικῆς, Οὐκ ἐπὶ τοῦ παρόντος, φησὶ, μόνον, ἀλλὰ καὶ διὰ πάσης τῆς ζωῆς χάριτας ὁμολογῶν καὶ εὐλογῶν αὐτὸν διατελέσω· οὐδὲ ἀπολειφθήσεταί ποτε τὸ στόμα μου τῆς εἰς αὐτὸν αἰνέσεως. Ἀντὶ γὰρ θυσίας καὶ ὁλοκαυτωμάτων πεπαίδευμαι τὴν διὰ χειλέων προσάγειν αὐτῷ θυσίαν. Ἐπειδὴ γὰρ φεύγοντί μοι οὐδεὶς βοηθὸς πάρεστιν, οὐδέ τις καταφυγὴ, οὐδὲ ἀσφάλεια· μόνον δὲ τὸν Κύριον φυλακτήριον ἐπάγομαι τῆς ἐμαυτοῦ ψυχῆς, καὶ ἐπ' αὐτῷ, ἀλλ' οὐκ ἐπὶ ταῖς ἐμαῖς δικαιοπραγίαις ἡ ψυχή μου θαῤῥεῖ· εἰκότως, ἐπὶ τῷ Κυρίῳ καυχήσεται ἡ ψυχή μου· ἀκουσάτωσαν πραεῖς καὶ εὐφρανθήτωσαν. Ἐμὲ δὲ λαβόντες ὑπόδειγμα πάντες οἱ πρᾶοι καὶ ταπεινοὶ καὶ ἐπιεικεῖς διὰ τὴν εἰς τὸν Θεὸν εὐλάβειαν, θαῤῥείτωσαν καὶ πληρούσθωσαν εὐφροσύνης, τὰ ἴσα μοι προσδοκήσαντες, καὶ αὐτὸν ἐλπίδα τὸν Κύριον θέμενοι. Ἐπεὶ δὲ καὶ τὴν ῥομφαίαν Γολιὰθ τοῦ ἀλλοφύλου παρὰ τῷ Ἀβιμέλεχ λαβὼν ἀπῄει· Ἀλλ' οὐδ' ἐπὶ τούτῳ, φησὶ, καυχήσομαι, ἀλλ' ἐπὶ τῷ Κυρίῳ, δι' ὃν ταύτην ἐκτησάμην τὴν ῥομφαίαν· ὡς καὶ τὸν ἱερέα εἰπεῖν αὐτῷ· Ἰδοὺ ἡ ῥομφαία Γολιὰθ τοῦ Φιλισταίου, ὃν ἐπάταξας ἐν τῇ κοιλάδι Ἠλᾷ, καὶ αὐτὴ ἐνειλημμένη ἱματίῳ. Εἰ ταύτην λήψῃ, σαυτῷ λάβε, ὅτι οὐκ ἔστιν ἑτέρα παρὲξ αὐτῆς. Ὥστε τούτων ἀκούσαντα τὸν ∆αυῒδ εἰπεῖν· Ἐν τῷ Κυρίῳ ἐπαινεθήσεται ἡ ψυχή μου. Μεγάλην δόξαν ἔφερεν ἐκεῖνο τὸ δόρυ τῷ ∆αυῒδ, παιδαρίῳ μὲν ὄντι, καὶ μηδὲ φέρειν ὅπλα πολεμικὰ ἐπισταμένῳ, πίστει δὲ τῇ εἰς Θεὸν καταγωνισαμένῳ τὸν Γολιὰθ, ὡς διὰ τοῦτο ἀντὶ ἀναθήματος τὴν ῥομφαίαν μόνην ἐκείνην ἀνακεῖσθαι ἐν τῷ ἱερῷ· ὃ δὴ καὶ ἐπεσημήνατο φήσας ὁ ἱερεύς· Καὶ οὐκ ἔστιν ἄλλη. Οὐδὲ γὰρ ἐξῆν ἐν τῇ σκηνῇ τοῦ Θεοῦ ὅπλα πολεμικὰ ἀποτίθεσθαι· μόνη δὲ ἐκείνη εἰς μνήμην τοῦ ∆αυῒδ τῆς κατὰ τοῦ ἀλλοφύλου νίκης ἀνέκειτο, ὡσανεὶ εὐχαριστήριον ἀποκειμένη τῷ τὴν νίκην αὐτῷ δεδωρημένῳ τῷ Θεῷ. Μεγαλύνατε τὸν Κύριον σὺν ἐμοὶ, καὶ ὑψώσωμεν τὸ ὄνομα αὐτοῦ ἐπὶ τὸ αὐτό. Οἱ γὰρ δι' ἔργων καὶ βίου τοῦ κατ' ἀρετὴν τὴν ἐν ἑαυτοῖς εἰκόνα τοῦ Θεοῦ κοσμοῦντες, αὐτὸν δοξάζουσι καὶ ὑψοῦσιν. Ἐξεζήτησα τὸν Κύριον καὶ ἐπήκουσέ μου. Ἐπεὶ τῷ, ἐξεζήτησα, τὸ, ἐπήκουσέ μου, ἀνταπεδόθη. Οὗτος ὁ πτωχὸς ἐκέκραξε, καὶ ὁ Κύριος εἰσήκουσεν αὐτοῦ, καὶ ἐκ πασῶν τῶν θλίψεων αὐτοῦ ἔσωσεν αὐτόν. Πάλιν ἑαυτὸν, ὡς καὶ ἐν τοῖς ἔμπροσθεν, ὑπογραμμὸν παρέχει τῆς ἑτέρων διδασκαλίας. Πτωχὸν γὰρ ἑαυτὸν εἰπὼν διὰ τὴν τῆς ψυχῆς ἑαυτοῦ ταπείνωσιν καὶ μετριοσύνην, ὡς περὶ ἑτέρου περὶ ἑαυ 23.296 τοῦ διδάσκει λέγων· Οὗτος ὁ πτωχὸς ἐκέκραξε καὶ ὁ Κύριος εἰσήκουσεν αὐτοῦ. Ἀλλὰ μὴ ἐμὲ, φησὶ, μόνον τετυχηκέναι νομίζετε, τὸν νομιζόμενον μὲν εἶναι βασιλέα καὶ ἄρχοντα τοῦ παντὸς ἔθνους, τῇ δὲ ψυχῇ πτωχεύοντα διὰ τὸν τοῦ Θεοῦ φόβον· ἀκριβῶς δὲ γινώσκεται, ὅτι ὁ αὐτὸς Κύριος καὶ παρὼν τῶν ὁμοίως ἐμοὶ πτωχῶν, λέγω δὲ τῶν φοβουμένων αὐτὸν, εἰσακούσεται. Γεύσασθε καὶ ἴδετε ὅτι χρηστὸς ὁ Κύριος· μακάριος ἀνὴρ ὃς ἐλπίζει ἐπ' αὐτόν· Ὁ διὰ τὸ τελείως καὶ ἀνελλιπῶς ἐλπίζειν ἐπὶ Θεὸν ἀνὴρ ὑπάρχων μακάριός ἐστιν. Οὐκ ἀπεικότως ἄν τις ἐφαρμόσειεν τῇ κατὰ τὸν Ἀκύλαν ἑρμηνείᾳ τὴν προκειμένην λέξιν· ἐπείπερ ἐν τῇ προγραφῇ κατὰ τὸν Ἀκύλαν ἐλέγετο·