1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

85

ἀποδείξεις ἤδη καὶ ὑπὲρ πάντων θυσίαν ἀνέφερεν, ἀντὶ πάντων τὸν αὑτοῦ ναὸν εἰς 238 θάνατον παραδιδούς, ἵνα τοὺς πάντας ἀνυπευθύνους καὶ ἐλευθέρους τῆς ἀρχαίας παραβάσεως ποιήσῃ, δείξῃ δὲ ἑαυτὸν καὶ θανάτου κρείτ τονα, ἀπαρχὴν τῆς τῶν ὅλων ἀναστάσεως τὸ ἴδιον σῶμα ἄφθαρτον ἐπιδεικνύμενος. Τὸ μὲν γὰρ σῶμα, ὡς καὶ αὐτὸ κοινὴν ἔχον τὴν οὐσίαν, σῶμα γὰρ ἦν ἀνθρώπινον, εἰ καὶ καινοτέρῳ θαύματι συνέστη ἐκ παρθένου μόνης, ὅμως θνητὸν ὄν, κατ' ἀκολουθίαν τῶν ὁμοίων ἀπέθνῃσκε, τῇ δὲ τοῦ λόγου εἰς αὐτὸ ἐπιβάσει οὐκέτι κατὰ τὴν ἰδίαν φύσιν ἐφθείρετο, ἀλλὰ διὰ τὸν ἐνοικήσαντα τοῦ θεοῦ λόγον ἐκτὸς ἐγίνετο φθορᾶς. Τοῦ αὐτοῦ ἐκ τοῦ αὐτοῦ λόγου. Ὅθεν, ὡς προεῖπον, ὁ λόγος, ἐπεὶ οὐχ οἷόν τε ἦν αὐτὸν ἀποθανεῖν, ἀθάνατος γὰρ ἦν, ἔλαβεν ἑαυτῷ σῶμα τὸ δυνάμενον ἀποθανεῖν, ἵνα ὡς ἴδιον ἀντὶ πάντων αὐτὸ προσενέγκῃ· καὶ ὡς αὐτὸς ὑπὲρ πάντων πάσχων διὰ τὴν πρὸς αὐτὸ τὸ σῶμα ἐπίβασιν, καταργήσῃ τὸν τὸ κράτος ἔχοντα τοῦ θανάτου. Τοῦ αὐτοῦ ἐκ τοῦ αὐτοῦ λόγου. Πάσχον μὲν γὰρ τὸ σῶμα κατὰ τὴν τῶν σωμάτων φύσιν ἀπέθνῃσκεν· εἶχε δὲ τῆς ἀφθαρσίας τὴν πίστιν ἐκ τοῦ ἐνοικήσαντος αὐτῷ λόγου. Οὐ γὰρ ἀποθνῄσκοντος τοῦ σώματος ἐνεκροῦτο καὶ ὁ λόγος, ἀλλ' ἦν μὲν αὐτὸς ἀπαθὴς καὶ ἄφθαρτος καὶ ἀθάνατος, οἷα δὴ θεοῦ λόγος ὑπάρχων, συνὼν δὲ μᾶλλον τῷ σώματι, διεκώλυεν ἀπ' αὐτοῦ τὴν κατὰ φύσιν τῶν σωμάτων φθοράν, ᾗ φησι καὶ τὸ πνεῦμα πρὸς αὐτόν· "Οὐ δώσεις τὸν ὅσιόν σου ἰδεῖν διαφθοράν." Τοῦ ἁγίου ∆αμάσου ἐπισκόπου Ῥώμης. Ἀπὸ ἐκθέσεως. Εἴ τις εἴποι, ὅτι ἐν τῷ πάθει τοῦ σταυροῦ πόνον ὑπέμεινεν ὁ υἱὸς τοῦ θεοῦ καὶ θεός, καὶ οὐχὶ ἡ σὰρξ μετὰ τῆς ψυχῆς, ἣν ἐνεδύσατο ἡ τοῦ δούλου μορφή, ἣν ἑαυτῷ ἔλαβε, καθὼς εἴρηκεν ἡ γραφή· ἀνάθεμα ἔστω. 239 Τοῦ ἁγίου Ἀμβροσίου ἐπισκόπου Μεδιολάνου. Ἐκ τοῦ περὶ τῆς καθόλου πίστεως. Εἰσὶ δέ τινες, οἳ εἰς τοσοῦτον ἀσεβείας προῆλθον, ὡς νομίζειν ὅτι ἡ θεότης τοῦ κυρίου περιετμήθη, καὶ ἀτελὴς ἐκ τελείου γεγένηται, καὶ ὅτι ἐν τῷ ξύλῳ οὐχ ἡ σὰρξ ἦν, ἀλλ' ἐκείνη ἡ θεία οὐσία, ἡ τῶν πάντων δημιουργός. Τοῦ αὐτοῦ ἐκ τοῦ αὐτοῦ λόγου. Ἡ σὰρξ ἔπαθεν, ἡ θεότης θανάτου ἐλευθέρα ἐστί· παθεῖν τὸ σῶμα νόμῳ φύσεως ἀνθρωπίνης παρεχώρησε. Πῶς γὰρ θνῄσκειν θεὸς δύναται, τῆς ψυχῆς μὴ δυναμένης θανεῖν; "Μὴ φοβεῖσθε, γάρ φησιν, ἀπὸ τῶν ἀποκτεννόντων τὸ σῶμα, τὴν δὲ ψυχὴν μὴ δυναμένων ἀπο κτεῖναι." Εἰ τοίνυν ἡ ψυχὴ ἀποκτανθῆναι οὐ δύναται, πῶς ἡ θεότης θανάτῳ ὑποπεσεῖν δύναται; Τοῦ ἁγίου Βασιλείου ἐπισκόπου Καισαρείας. Ὃ παντὶ γνώριμον, τῷ μικρὸν ἐπιστήσαντι τῆς ἀποστολικῆς λέξεως τὸ βούλημα, ὅτι οὐχὶ θεολογίας ἡμῖν παραδίδωσι τρόπον, ἀλλὰ τοὺς τῆς οἰκονομίας λόγους παραδηλοῖ. "Κύριον γὰρ αὐτὸν καὶ Χριστὸν ὁ θεὸς ἐποίησε, τοῦτον τὸν Ἰησοῦν, ὃν ὑμεῖς ἐσταυρώσατε," τῇ δεικτικῇ φωνῇ πρὸς τὸ ἀνθρώπειον αὐτοῦ καὶ ὁρώμενον πᾶσι προδήλως ἀπε ρειδόμενος. Τοῦ ἁγίου Γρηγορίου ἐπισκόπου Ναζιανζοῦ. Ἐκ τῆς πρὸς Νεκτάριον τὸν Κωνσταντινουπόλεως ἐπίσκοπον ἐπιστολῆς. Τὸ δὲ πάντων χαλεπώτατον ἐν ταῖς ἐκκλησιαστικαῖς συμφοραῖς ἡ τῶν Ἀπολιναριστῶν ἐστι παρρησία, οὓς οὐκ οἶδ' ὅπως παρεῖδέ σου ἡ 240 ὁσιότης, πορισαμένους ἑαυτοῖς τὴν τοῦ συνάγειν ὁμοτίμως ἡμῖν ἐξουσίαν. Καὶ μετ' ὀλίγα. Καὶ οὔπω τοῦτο δεινόν· ἀλλὰ τὸ πάντων χαλεπώτατον, ὅτι αὐτὸν τὸν μονογενῆ θεόν, τὸν κριτὴν τῶν ὄντων, τὸν ἀρχηγὸν τῆς ζωῆς, τὸν καθαιρέτην τοῦ θανάτου, θνητὸν εἶναι κατασκευάζει, καὶ τῇ ἰδίᾳ αὐτοῦ θεότητι τὸ πάθος δέξασθαι, καὶ ἐν τῇ τριημέρῳ ἐκείνῃ νεκρώσει τοῦ σώματος καὶ τὴν θεότητα συναπονεκρωθῆναι τῷ σώματι, καὶ οὕτως παρὰ τοῦ πατρὸς πάλιν ἀπὸ τοῦ θανάτου διαναστῆναι. Τοῦ αὐτοῦ ἐκ τῆς πρὸς Κληδόνιον προτέρας ἐκθέσεως. Εἰ μὲν ἄψυχος ὁ ἄνθρωπος, τοῦτο καὶ Ἀρειανοὶ λέγουσιν, ἵνα ἐπὶ τὴν θεότητα τὸ πάθος ἐνέγκωσιν, ὡς τοῦ κινοῦντος τὸ σῶμα τούτου καὶ πάσχοντος. Τοῦ αὐτοῦ ἐκ τοῦ περὶ