86
Τοῦ ∆αυῒδ, ὅτε ἠλλοίωσε τὸ γεῦμα αὐτοῦ εἰς πρόσωπον Ἀβιμέλεχ. Ἐπεὶ τοίνυν αὐτὸς, τῶν ἄρτων τῆς προθέσεως μεταλαβὼν, ἠλλοίωσε τὸ γεῦμα αὐτοῦ, εἶτ' ἀπὸ τῆς γεύσεως ᾔσθετο δυνάμεως θείας χορηγηθείσης αὐτῷ· τούτου χάριν κατὰ τό· Ἀδόλως ἔλαβον, ἀφθόνως μεταδίδομαι, παρακαλεῖ καὶ ἑτέρους σπεύδειν ἐπὶ τὴν ὁμοίαν αὐτῷ γεῦσιν, εὔξασθαί τε τραφῆναι τῷ ἄρτῳ τῆς ζωῆς· οὗ σύμβολον καὶ εἰκὼν ἐτύγχανον οἱ διὰ Μωϋσέως νενομοθετημένοι ἄρτοι τῆς προθέσεως. ∆ιόπερ ὁ ∆αυῒδ, νοήσας τίνος ἦν εἰκὼν ὁ τῆς προθέσεως ἄρτος, οὐκ ἐπὶ τὸν σωματικὸν σπεύδειν προτρέπει, ἀλλ' ἐπὶ τὸν δι' αὐτοῦ νοούμενον. Ἡμεῖς μὲν οὖν οἱ ἐπὶ γῆς ἐκ τοῦ οὐρανοῦ καταβεβηκότος τοῦ ἄρτου καὶ τοῦ Λόγου κενώσαντος ἑαυτὸν καὶ σμικρύναντος μεταλαμβάνομεν· οἱ δὲ ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν πλήρους αὐτοῦ καὶ τελείου μεταλαμβάνουσι, τρεφόμενοι αὐτοῦ τῇ θεότητι, καὶ τῶν τῆς σοφίας θεωρημάτων ἀπολαύοντες, ὧν καὶ ἡμᾶς καιρῷ ποτε μετασχεῖν ἐλπίζειν προσήκει, διὸ λέλεκται· Μακάριος ἀνὴρ ὃς ἐλπίζει ἐπ' αὐτόν. Φοβήθητε τὸν Κύριον, πάντες οἱ ἅγιοι αὐτοῦ, ὅτι οὐκ ἔστιν ὑστέρημα τοῖς φοβουμένοις αὐτόν. Πάντα ταῦτα γνωμικῶς ὁ ∆αυῒδ εἰς τὴν ἑτέρων ὠφέλειαν προφέρεται, αὐτὸς πρότερον ἀπολαύσας αὐτῶν, ὅτε, ἐκζητήσας τὸν Κύριον, ἐπηκόου αὑτοῦ τετύχηκε. Παρακελεύεται τοίνυν τὸν φόβον τοῦ Κυρίου πρὸ ὀφθαλμῶν τίθεσθαι τοὺς ἁγίους αὐτοῦ· ὑπὸ γὰρ αὐτοῦ τοῦ φόβου ἅγιοι ἀνατελοῦνται· διὸ λέλεκται ἐν ἑτέρῳ ψαλμῷ· Ὁ φόβος Κυρίου ἁγνὸς, ἀντὶ τοῦ, ἁγνοποιός, ∆ιὸ καὶ ὁ θεῖος νόμος φησίν· Ἅγιοι ἔσεσθε, ὅτι ἐγὼ Κύριος ὁ Θεὸς ὑμῶν ἅγιος. Καὶ σημεῖον τοῦ φοβεῖσθαι τὸν Κύριον τοῦτ' ἂν γένοιτο, τὸ καθαρεύειν μὲν πάσης ῥυπαρίας καὶ αἰσχρᾶς πράξεως, φυλάττειν δὲ αὑτοὺς ἁγίους καὶ σώματι καὶ πνεύματι. Τοῖς δὲ τὸν Κύριον φοβουμένοις, καὶ διὰ τὸν αὐτοῦ φόβον ἡγιασμένοις, οὐδὲν ἂν δεήσῃ ὡς ἂν μέγαν πλοῦτον καὶ θησαυρὸν ἀγαθὸν ἐν αὐτῷ τῷ φόβῳ Κυρίου εὑρηκόσιν. ΤΟΥ ∆ΑΥΙ∆ Λ∆ʹ· ∆ίκασον, Κύριε, τοὺς ἀδικοῦντάς με, πολέμησον τοὺς πολεμοῦντάς με. Ἐπιλαβοῦ ὅπλου καὶ θυρεοῦ· καὶ ἀνάστηθι εἰς βοήθειάν μοι. Ἔκχεον ῥομφαίαν, καὶ σύγκλεισον ἐξεναντίας τῶν κατα 23.297 διωκόντων με. Ἐπεὶ καὶ ἐν τῷ Ἰεζεκιὴλ πολλὰ περὶ ῥομφαίας εἴρηται· Ῥομφαία γὰρ, φησὶ, ῥομφαία, ἐξεγέρθητι, καὶ φάγε αἷμα τραυματιῶν· καὶ πάλιν· Γῆ ἐὰν ἁμάρτῃ μοι, καὶ ἀποστελῶ ῥομφαίαν ἐπ' αὐτήν· πάντα δὲ ταῦτα κατὰ τῆς ἐν ἀνθρώποις κακίας ἐπαφίησιν, ὡς ἀγαθὸς, πρὸς ὠφέλειαν τῶν ὑπ' αὐτῆς κεκρατημένων· ἐπεὶ καὶ πολέμων σώζει, ὥσπερ ἰατρὸς, τέμνων καὶ καίων τὰ πεπονθότα τοῦ σώματος πρὸς θεραπείαν παντός· τούτοις ἐπιφέρει λέγων ἑξῆς· Εἶπον τῇ ψυχῇ μου· Σωτηρία σου ἐγώ εἰμι· πιστεύων καὶ ἀκριβῶς πεπεισμένος, ὅτι τὸ λεγόμενον ὑπὸ τοῦ Θεοῦ οὐκ ἀργῶς πρόεισιν, ἀλλ' εἰς ἔργον ἐκβαίνει πάντως τὸ λεγόμενον. Καὶ ἐν τούτῳ δὲ τὴν μὲν ἑαυτοῦ ἠρνεῖτο σωτηρίαν, καὶ τὴν ἑαυτοῦ παρῃτεῖτο ζωὴν, τὴν δὲ τοῦ Κυρίου σωτηρίαν τῇ ἑαυτοῦ ψυχῇ χαρισθῆναι ηὔχετο, ὅπως καὶ αὐτὸς ἔχοι λέγειν· Ζῶ δὲ οὐκέτι ἐγὼ, ζῇ δὲ ἐν ἐμοὶ Χριστός. Αὐτὸς γάρ ἐστιν ἡ σωτηρία ἡμῶν· τοῦτο γοῦν αὐτὸ σημαίνει καὶ ἡ τοῦ Ἰησοῦ ὀνόματος ἑρμηνεία. Αἰσχυνθήτωσαν καὶ ἐντραπήτωσαν οἱ ζητοῦντες τὴν ψυχήν μου. Τούτου γὰρ, φησὶ, Κύριε, ὑπὸ σοῦ γενομένου, καὶ ἐπακούσαντός μου τῆς εὐχῆς, αἰσχυνθήσονται καὶ ἐντραπήσονται ὡς μάτην ἐπιχειρήσαντες· διὸ καὶ ἀπέτυχον τοῦ σπουδαζομένου. Ἀποστραφήτωσαν εἰς τὰ ὀπίσω καὶ καταισχυνθήτωσαν οἱ λογιζόμενοί μοι κακά. Οὐκέτι γὰρ στήσονται πρὸ προσώπου μου· νῶτα δὲ δόντες παραχωρήσουσί μοι τὰ νικητήρια. Φεύγοντας δὲ αὐτοὺς καὶ εἰς τὰ ὀπίσω χωροῦντας διασκορπισμὸς λήψεται. Γενηθήτωσαν γὰρ ὡσεὶ χοῦς κατὰ πρόσωπον