86
υἱοῦ λόγου. Ἐλείπετο περὶ τοῦ ἐντετάλθαι καὶ τετηρηκέναι τὰς ἐντολάς, καὶ τὰ ἀρεστὰ αὐτῷ πάντα πεποιηκέναι, διαλαβεῖν ἡμᾶς· ἔτι δὲ τελειώσεως, καὶ ὑψώσεως, καὶ τοῦ μαθεῖν ἐξ ὧν ἔπαθε τὴν ὑπακοήν, ἀρχιερωσύνης τε καὶ προσφορᾶς, καὶ παραδόσεως, καὶ δεήσεως τῆς πρὸς τὸν δυνά μενον σώζειν ἐκ θανάτου, καὶ ἀγωνίας καὶ θρόμβου, καὶ προσευχῆς, καὶ εἴ τι ἄλλο τοιοῦτο, εἴγε μὴ πᾶσι πρόδηλον ἦν, ὅτι περὶ τὸ πάσχον τὰ τοιαῦτα τῶν ὀνομάτων οὐ τὴν ἄτρεπτον φύσιν καὶ τοῦ πάσχειν ὑψηλοτέραν. Τοῦ αὐτοῦ ἐκ τοῦ εἰς τὸ Πάσχα λόγου. "Τίς οὗτος ὁ παραγινόμενος ἐξ Ἐδώμ," καὶ τῶν γηΐνων, ἢ πῶς ἐρυθρὰ τὰ ἱμάτια τοῦ ἀναίμου καὶ ἀσωμάτου, ὡς ληνοβάτου, καὶ πλήρη ληνὸν πατήσαντος; Προβαλοῦ τὸ ὡραῖον τῆς στολῆς, τοῦ πεπονθότος σώματος τῷ πάθει καλλωπισθέντος καὶ τῇ θεότητι λαμπρυνθέντος, ἧς οὐδὲν ἐρασμιώτερον οὐδὲ ὡραιότερον. Τοῦ ἁγίου Γρηγορίου ἐπισκόπου Νύσσης. 241 Ἐκ τοῦ κατηχητικοῦ λόγου. Καὶ τοῦτό ἐστι τὸ φύσει μὲν τῆς τοῦ θεοῦ περὶ τὸν θάνατον οἰκονομίας καὶ τῆς ἐκ νεκρῶν ἀναστάσεως, τὸ διαλυθῆναι μὲν τῷ θανάτῳ τοῦ σώματος τὴν ψυχὴν κατὰ τὴν ἀναγκαίαν τῆς φύσεως ἀκολουθίαν μὴ κωλῦσαι, εἰς ἄλληλα δὲ πάλιν ἐπαναγαγεῖν διὰ τῆς ἀναστάσεως. Τοῦ αὐτοῦ ἐκ τοῦ αὐτοῦ λόγου. Ἐπειδὴ γὰρ οὐκ ἄλλοθεν, ἀλλ' ἐκ τοῦ ἡμετέρου φυράματος, ὁ θεο δόχος ἄνθρωπος ἦν, ὁ διὰ τῆς ἀναστάσεως συνεπαρθεὶς τῇ θεότητι· ὥσπερ ἐπὶ τοῦ καθ' ἡμᾶς σώματος ἡ τοῦ ἑνὸς τῶν αἰσθητηρίων ἐνέργεια πρὸς πᾶσαν τὴν συναίσθησιν ἄγει τὸν ἡνωμένον τῷ μέρει, οὕτως καθάπερ ἑνός τινος ὄντος ζῴου πάσης τῆς φύσεως, ἡ ἐκ τοῦ μέρους ἀνάστασις ἐπὶ τὸ πᾶν διεξέρχεται, τὸ συνεχές τε καὶ ἡνω μένον τῆς φύσεως, ἐκ τοῦ μέρους ἐπὶ τὸ ὅλον συνδιδόμενον. Τί οὖν ἔξω τοῦ εἰκότος μυστηρίου μανθάνομεν, εἰ κύπτει πρὸς τὸν πεπτωκότα ὁ ἑστώς, ἐπὶ τῷ ἀναστῆσαι τὸν κείμενον; Τοῦ αὐτοῦ ἐκ τοῦ αὐτοῦ λόγου. Ἀκόλουθον ἂν εἴη καὶ ἐν τῷ μέρει τούτῳ, μὴ τὸ μὲν βλέπειν, παρορᾶν δὲ τὸ ἕτερον, ἀλλ' ἐν μὲν τῷ θανάτῳ καθορᾶν τὸ ἀνθρώπινον, ἐν δὲ τῷ ἀνθρώπῳ πολυπραγμονεῖν τὸ θειότερον. Τοῦ αὐτοῦ ἐκ τῆς κατὰ Εὐνομίου πραγματείας. Οὔτε ζωοποιεῖ τὸν Λάζαρον ἡ ἀνθρωπίνη φύσις, οὔτε δακρύει τὸν κείμενον ἡ ἀπαθὴς ἐξουσία· ἀλλ' ἴδιον τοῦ μὲν ἀνθρώπου τὸ δάκρυον, τῆς δὲ ζωῆς τὰ τῆς ὄντως ζωῆς. Οὐ τρέφει τὰς χιλιάδας ἡ ἀνθρωπίνη πτωχεία, οὐ τρέχει ἐπὶ τὴν συκῆν ἡ παντοδύναμος ἐξουσία. Τίς ὁ κοπιῶν ἐκ τῆς ὁδοιπορίας, καὶ τίς ὁ ἀπόνως ὅλον τὸν κόσμον ὑποστή σας τῷ λόγῳ; Τί τὸ τῆς δόξης ἀπαύγασμα; Τί τὸ τοῖς ἥλοις κατα πειρόμενον; Ποία μορφὴ ἐπὶ τοῦ πάθους ῥαπίζεται, καὶ ποία ἐξ ἀϊδίου δοξάζεται; Φανερὰ γὰρ ταῦτα, κἂν μηδεὶς ἑρμηνεύῃ τῷ λόγῳ. Τοῦ αὐτοῦ ἐκ τῆς αὐτῆς πραγματείας. Αἰτιᾶται τοὺς τὸ πάθος τῇ ἀνθρωπίνῃ φύσει ἀνατιθέντας. Βούλεται γὰρ πάντως αὐτὴν τῷ πάθει ὑπάγειν τὴν θεότητα. ∆ιπλῆς γὰρ οὔσης καὶ ἀμφιβόλου τῆς ὑπολήψεως, εἴτε τὸ θεῖον, εἴτε τὸ ἀνθρώπινον ἐν 242 πάθει γέγονεν, ἡ τοῦ ἑνὸς κατηγορία κατασκευὴ πάντως τοῦ λειπο μένου γίνεται. Εἰ τοίνυν αἰτιῶνται τοὺς τὸ πάθος περὶ τὸν ἄνθρωπον βλέποντας, ἐπαινοῦσι πάντως τοὺς ἐμπαθῆ λέγοντας τοῦ υἱοῦ τὴν θεότητα. Τὸ δὲ διὰ τούτων κατασκευαζόμενον συνηγορία τῆς τοῦ δόγματος αὐτῶν ἀτοπίας γίγνεται. Εἰ γὰρ πάσχει μὲν κατὰ τὸν λόγον αὐτῶν τοῦ υἱοῦ ἡ θεότης, ἡ δὲ τοῦ πατρὸς ἐν ἀπαθείᾳ πάσῃ φυλάττεται, ἡ ἀπαθὴς ἄρα φύσις πρὸς τὴν παραδεχομένην τὸ πάθος ἀλλοτρίως ἔχει. Τοῦ ἁγίου Ἀμφιλοχίου ἐπισκόπου Ἰκονίου. Ἐκ τοῦ λόγου τοῦ εἰς τό, "Ἀμὴν ἀμὴν λέγω ὑμῖν, ὁ τὸν λόγον μου ἀκούων καὶ πιστεύων τῷ πέμψαντί με ἔχει ζωὴν αἰώνιον." Τίνος οὖν τὰ πάθη; Τῆς σαρκός. Οὐκοῦν εἰ δίδως σαρκὶ τὰ πάθη, δὸς αὐτῇ καὶ τοὺς ταπεινοὺς λόγους, καὶ ᾧ τὰ θαύματα ἐπιγράφεις, τοὺς ἀνηγμένους ἀνάθες λόγους. Ὁ γὰρ θαυματουργῶν θεὸς εἰκότως ὑψηλὰ λαλεῖ καὶ τῶν ἔργων ἐπάξια· ὁ δὲ πάσχων ἄνθρωπος καλῶς τὰ ταπεινὰ φθέγγεται, καὶ τῶν παθῶν κατάλληλα. Τοῦ αὐτοῦ ἐκ τοῦ