1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

87

ἀλλ' εἰς τὸ πῦρ ῥίπτει· πολλὴ τῶν παρεστηκότων νωθεία. Ἠναντιώθησαν δέ τινες, φησί. Καὶ μετ' ὀλίγα· Ὅρα δαιμονικὴν μανίαν· οὐχὶ πρὸς τὸν προφήτην, ἀλλὰ καὶ πρὸς τὰ ῥήματα ταῦτα, καὶ πρὸς τὰ πράγματα γράμματα ἀπεχθῶς εἶχεν. *Καὶ ἐνετείλατο ὁ βασιλεὺς τῷ Ἱερεμιὴλ υἱῷ τοῦ βασιλέως συλλαβεῖν τὸν Βαροὺχ τὸν γραμματέα, τουτέστι, τὸν ὀξυγράφον καὶ τὸν Ἱερεμίαν τὸν προφήτην, καὶ κατεκρύβησαν ὑπὸ Κυρίου. Καὶ τὸν ἀνωτέρω λέγει, ὅτι τοῦ Θεοῦ προστάξαντος γράψαι ἅπαντας τοὺς λόγους, οὓς πρὸς τὸν λαὸν ἔφη ἀπὸ τῶν τοῦ Ἰωσίου καιρῶν μέχρι τετάρτου ἔτους τῆς βασιλείας Ἰωακεὶμ, ἐν ᾧ ταῦτα ἔγραψεν, ὅτι μεταπεμψάμενος τὸν Βαροὺχ ἔφη· *Ἐγὼ φυλάσσομαι, καὶ οὐ δύναμαι εἰσελθεῖν εἰς οἶκον Κυρίου, καὶ εἰσελεύσῃ σὺ, καὶ ἀναγνώσῃ ἐν τῇ κεφαλίδι ταύτῃ, ἐν ᾧ ἔγραψας ἐκ στόματός μου τοὺς λόγους Κυρίου εἰς τὰ ὦτα τοῦ λαοῦ ἐν ἡμέρᾳ νηστείας. Εἰ τοίνυν ἐφυλάττετο, πῶς ἐκρύβη; Εὔδηλον τοίνυν, ὡς ἐπὶ τοῦ Ἑλισσαίου ἀορασίᾳ ἐπλήγησαν οἱ ἐλθόντες αὐτὸν κατασχεῖν τῶν Σύρων. Τοῦτο γέγονε καὶ νῦν τοῦ Θεοῦ ἀφανεῖς αὐτοὺς κατά τινα ἀόρατον δύναμιν πεποιηκότος, ὡς ἑστᾶναι μὲν αὐτοὺς πρὸ πάντων, μὴ φαίνεσθαι δέ. 64.1000 Πάλιν λάβε. Ὅρα τοῦ Θεοῦ τὴν φιλανθρωπίαν, μετὰ τοσαύτην ἀπείθειαν πάλιν αὐτοῖς συμβουλεύοντος. Ἡμεῖς δὲ πολλάκις ἀντίστασιν ὑποπτεύοντες, τὴν ἀρχὴν οὐδὲ παραινοῦμεν, ἢ πῶς ἅπαξ ἀποτυχόντες, ὕβριν τὸ χρῆμα νομίζομεν, καὶ πάλιν λέγειν οὐκ ἀνεχόμεθα, Θεοῦ τοσαύτην ὑπομείναντος ὕβριν περὶ τὴν καῦσιν τοῦ βιβλίου, καὶ τῶν προφητῶν τὴν ἐπιβουλήν. Πάντες ζητοῦσι τὸ μέλλον, ὑπακούειν δὲ τοῖς μὴ καθ' ἡδονὴν οὐκ ἀνέχονται. Εἷς δὲ ὁ λόγος ἀεὶ τοῦ προφήτου, καὶ ἀκολάκευτος πρὸς τοὺς τιμῶντας ἀτιμῶντας. ∆είκνυσι δὲ, ὅτι μὴ ἀδικεῖ λέγων τἀληθῆ, μηδὲ ἄξιός ἐστι φυλακῆς, τὸ δὲ Ἐλενιὼθ, Ἀκύλας ἐξέδωκεν ἐργαστήρια. Καὶ προσετέθησαν αὐτῷ λόγοι πλείονες. Οὗτοι ἀξιόπιστοι ἦσαν.

ΚΕΦΑΛ. ΛΖʹ.

Καὶ ἤκουσαν οἱ Χαλδαῖοι. Τίνος ἕνεκεν ἀναχωροῦσιν οἱ Χαλδαῖοι; ἵνα πάντοθεν μάθωσιν οἱ Ἰουδαῖοι, ὅτι οὐκ οἰκείᾳ δυνάμει ἐπῆλθον αὐτοῖς καὶ ἐπολέμησαν, ἀλλ' αὐτοῦ συγχωρήσαντος. Ὅτι οὕτως εἶπε. Ὅταν γὰρ βούληταί τι διά τινων ὁ Θεὸς ἐργάζεσθαι, πρῶτον αὐτοὺς δείκνυσιν ἀσθενεῖς, ἵνα τὸ πᾶν αὐτοῦ νομισθῇ. Ὃ καὶ ἐνταῦθα γέγονεν. Ἐγένετο δὲ, ὡς ἀνέβη ἡ δύναμις τῶν Χαλδαίων ἀπὸ Ἱερουσαλὴμ, ἀπὸ προσώπου τῆς δυνάμεως Φαραὼ, ἐξῆλθεν Ἱερεμίας ἀπὸ Ἱερουσαλὴμ, καὶ τὰ ἑξῆς. Τινές φασιν, ὡς οὐκ ἀσθενείᾳ Βαβυλώνιοι ἀνεχώρησαν, Αἰγυπτίων πολεμούντων, ἀλλ' ὡς τοῦ βασιλέως μὴ παρόντος· οἶμαι δὲ περιττὸν εἶναι τὸν λόγον τοῦτον· οὐδὲ γὰρ ἐν τῇ ἐσχάτῃ ἁλώσει παρῆν. Ἐν γοῦν τῇ ∆εβλαθᾶ ὁ Σεδεκίας ἀπηνέχθη μετὰ τὴν ἐσχάτην ἅλωσιν τῆς πόλεως. Ἡγοῦμαι τοίνυν, ὡς οὐκ ἀξιόμαχον εἶχον δύναμιν πρὸς τὸ τῶν πολεμίων πλῆθος, καὶ Θεὸς δὲ αὐτοῖς ὡς δικαίοις ἐπήμυνεν, ἀσθενέστερον δὲ τὸν λαὸν διὰ τὰς ἁμαρτίας εἰργάσατο. Ἔστι τοίνυν ἐκ τούτου εἰπεῖν, ὅτι τὰ μέλλοντα ἀποβαίνειν προεῖπε Θεὸς, οὐκ αὐτὸς ἐπάγων τὰς συμφορὰς, ἀλλ' ἀπειλῶν τὰ ἐσόμενα, καὶ μὴ τὸ βοηθεῖν ἀπειλήσας. Χρήσιμος δὲ οὗτος ὁ λόγος καθ' ὅλου. Ὅτι οὐκ ἐπειδὴ προλέγει Θεὸς γίνεται τὰ πράγματα, ἀλλ' ἐπειδὴ εἶναι μέλλει Θεὸς προειδὼς προμηνύει· οὕτω γοῦν καὶ τὰ περὶ Χριστοῦ ὑπὸ τῶν προφητῶν εἰρημένα ἔστιν ἐκλαβεῖν, καὶ τὴν Ἰούδα παρὰ τοῦ Χριστοῦ πρόῤῥησιν γενομένην. Καὶ ἐγένετο αὐτὸς ἐν τῇ πόλει Βενιαμὶν, καὶ ἐκεῖ ἄνθρωπος παρ' ᾧ κατέλυεν ὄνομα αὐτῷ Ἀρουία, καὶ συνέλαβεν Ἱερεμίαν τὸν προφήτην λέγων· Πρὸς τοὺς Χαλδαίους σὺ φεύγεις; Τὸ, Παρ' ᾧ κατέλυεν, ἀντὶ τοῦ, Παρ' ᾧ