1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

79

μάλιστα διεφθαρμένος, καὶ οὐκ ἔχων ἐλπίδα σωτηρίας. Πᾶσαν τὴν οἰκουμένην ποιήσατε μάρτυρα τῶν λεγομένων· οὕτω θαῤῥοῦμεν παρὰ Forte περὶ αὐτῶν. Εἴπατε ὁ λικμήσας. Ὅρα πόσος κόσμος, ὅταν μηδὲν παρὰ ἀνθρώπων πάσχωσι δεινὸν, εἴ τις ἀπιστεῖ τὸν πόλεμον παρὰ τοῦ Θεοῦ γεγενῆσθαι, τὸ δυσκολώτερον ὁρῶν, τὴν ἄνοδον παρ' αὐτοῦ γεγενημένην, καὶ περὶ ταύτης τούτου πιστευέτω. Ὡς ὁ βόσκων. Ὁρᾷς ὅτι Θεοῦ τὸ ἔργον ἐστὶν, ὅταν μὴ ἰσόῤῥοπος ἡ μάχη. Ἐξείλατο αὐτόν. 64.976 Ὅρα ἀγαθὰ διαδεχόμενα, καὶ ἀθρόα τὰ καλὰ, καὶ προῤῥήσεις προῤῥήσεων ἴσ. καὶ προῤῥήσεων περιουσίαν, ἵνα μὴ μόνον τῇ πείρᾳ τῶν παρόντων, ἀλλὰ καὶ ταῖς ἔλπισι τῶν μελλόντων εὐφραίνωνται. *Καὶ ἔσται ἡ ψυχὴ αὐτῶν ὥσπερ ξύλον ἔγκαρπον. Τουτέστιν, παντὸς ἀγαθοῦ πλησθήσονται. Ὁ δὲ Ἑβραῖος οὕτως ἔχει, ὡς κῆπος μεμεθυσμένος ὕδασιν. Τότε χαρήσονται. Τουτέστιν, οὐκ ἔσται χηρεία τότε· νῦν γὰρ οὐκ εἶχον, οὐ γάμους, οὐ παιδοποιίας, ἀλλὰ τιμωρίας, καὶ συμφορᾶς ἦσαν αὐτοῖς ὑπόθεσις οἱ νέοι. Καὶ ποιήσω. Πᾶσα ἡλικία τῆς ἡδονῆς αἰσθήσεται. Οὐχὶ τὴν ἄκαιρον μέθην, ἀλλ' εὐφρανῶ, φησί· τοῦτο γὰρ τὸ ὄνομα ἐπ' αὐτῶν κεῖται. Ἐπειδὴ γὰρ ἐκείνοις τὰ ἀπὸ τῆς γῆς ἐπηγγείλατο, οὗτοι δὲ γῆν οὐκ εἶχον, ἀλλὰ καὶ τούτοις ἐπιῤῥεύσει τὰ ἀγαθὰ, φησί. Οὕτως εἶπε Κύριος. Τοῦτο γέγονεν ἐπὶ Ἡρώδου· γέγονε δὲ καὶ ἤδη. *Ἀκοὴν ἤκουσα Ἐφραὶμ ὀδυρομένου· Ἐπαίδευσάς με, καὶ ἐπαιδεύθην. Ἐπειδὴ τῶν δύο φυλῶν τὴν ἄνοδον μηνύει, δείκνυσιν, ὅτι καὶ αἱ δέκα ἐπανελεύσονται φυλαί· οὐ μικρὰν τὴν ὠφέλειαν ἐκ τῆς αἰχμαλωσίας ἐσχηκυῖαι. Ὥσπερ μόσχος οὐκ ἐδιδάχθην. Τουτέστι, σιδηρὸς ἐγενόμην, καθάπερ μόσχος οὐκ εἴκων ζυγῷ. Ἐλπὶς σωτηρίας οὐ μικρά· καὶ τοῦτο τῆς τῶν λεγομένων ἀξιοπιστίας· εἰ γὰρ μέλλοιεν μετανοεῖν, εὔδηλον ὅτι σώζονται. Ἐγὼ ὥσπερ μόσχος οὐκ ἐδιδάχθην. Τὰ σκιρτήματα αὐτοῦ ἐνέφηνε τὴν ἄλογον ἡλικίαν, καὶ τὴν ἀδικίαν τῶν ἐπὶ κακῷ κεκτημένων, τὴν ἄνοιαν τὴν ἐν τῇ νεότητι. Νέος γὰρ ἀποστερούμενος ζυγοῦ καὶ τῆς τῶν λογισμῶν ἀρχῆς, οὐδὲν διέφερεν σκιρτώντων βοϊδίων ἁπλῶς καὶ ὡς ἔτυχεν ἁπανταχῆ φερομένων, οὐδὲ τῶν πρώτων ὀφθαλμῶν οὐδὲ τὰ πρόσθεν τῶν ὀφθαλμῶν ὁρώντων, ἀλλὰ καὶ κατὰ κρημνῶν πηδώντων. Ἐπίστρεψόν με. Μεγάλη ἡ ἀρετὴ, ὅταν ἐπιστρέψαντος Θεοῦ ἐπιστρέφωμεν. *Καὶ πρότερον τοῦ γνῶναί με ἐκρότησα ἐπὶ μικρόν. Τουτέστι, μετὰ τὴν αἰχμαλωσίαν μετέγνων. Τὸ γὰρ ἐκρότησα, ὡς ἐπὶ τῶν μετανοούντων ἔφη. Καί γε ἐνετράπην, καὶ ὑπεῖξά σοι, ὅτι ἔλαβον ὀνειδισμὸν ἐκ νεότητός μου. Τουτέστιν, ὅτι ἀνεμνήσθην ἁμαρτίας νεότητός μου. Νεότητα δὲ λέγει τὰ ἐπὶ τοῦ Ἱεροβοὰμ γεγονότα· ὡς νεωτερήσας ἐπὶ τῇ τῶν μόσχων θρησκείᾳ. Ὅταν πάντα τὸν ἁμαρτάνοντα οὐ κολάζῃς, πάσχειν ἐχρῆν. Καὶ γὰρ πρὸς αἰσχύνην, καὶ πρὸς ἕτερα πολλὰ ἁμαρτήματα μᾶλλον αἴσθησιν παρέχει τιμωρίας τιμωρία. Νῦν δὲ τοὐναντίον γίνεται· ὅταν μὲν ἁμαρτάνωμεν, ἀναισχυντῶμεν, ὅταν δὲ 64.977 κολαζώμεθα, καταπίπτομεν, ἀμείβοντες τοὺς καιρούς. Ἀλλ' οὐχὶ δίκαιοι οὕτως, ἀλλὰ κολαζόμενοι μὲν ἐφρόνουν μέγα, καθάπερ οἱ ἀπόστολοι· ἐπὶ δὲ τῆς ἁμαρτίας οὕτως ᾐσχύνοντο, ὡς μὴ κατὰ τὸν καιρὸν τῶν πλημμελημάτων μόνον, ἀλλὰ καὶ τούτου παρελθόντος, καὶ τῆς τιμωρίας ἀφεθείσης, ὀδύρεσθαι καὶ θρηνεῖν. Καὶ μετ' ὀλίγα· Ἐστέναξα ἐν ἡμέραις αἰσχύνης μου. Τοῦτο φάρμακον τῶν ἁμαρτημάτων, τὸ μὲν κωλύων τοῖς αὐτοῖς περιπεσεῖν, τὸ δὲ γενόμενον ἀποσμήχων ὁ στεναγμός. Καὶ ὑπέδειξά σου. Ὁρᾷς πόσον ἀγαθὸν τὸ ἐπιγινώσκειν τὰ ἁμαρτήματα; μᾶλλον ἡμᾶς ὑποτάττεσθαι ποιεῖ τῷ Θεῷ. Οὐ τὸ ἁμαρτάνειν λέγω, ἀλλὰ τὸ μετὰ τὴν ἁμαρτίαν ἐπιγνῶναι. *Υἱὸς εἶ ἀγαπητὸς Ἐφραὶμ ἐμοί. Τουτέστι, τίμιος υἱὸς εἶ. Παιδίον ἐντρυφῶν, τουτέστι, καὶ παιδίον ἐν ᾧ παρεκαλούμην· ἐκ μεταφορᾶς δὲ αὐτὸ ἔλαβε τῶν πατέρων, τῶν πρὸς τὰ μικρὰ βρέφη τῶν τέκνων παιζόντων. Μνείαν μνησθήσομαι αὐτοῦ. Ὁ Ἑβραῖος, ∆ιὰ τοῦτο ἠλέγχθη τὰ