1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

10

ἀπεπήδησε; λέγει· Οὐ παρὰ τὸν γεωργὸν, ἀλλὰ παρὰ τὴν ἄμπελον καρποφόρον, ἀληθινὴν, ταύτην τὴν γνησίαν. Ἐνταῦθα φυσικήν τινα δείκνυσιν ἀρετήν. Οὐκ ἔχεις ἐγκαλέσαι τῷ γεωργῷ. Σὺ ἐστράφης, οὐ 64.768 δὲ πολλοῦ πόνου ἐδεήθης πρὸς τὸ μεταβληθῆναι. Τοιοῦτον γὰρ κακία ῥᾴστη καὶ εὔκολος. Ἡ ἄμπελος ἡ ἀλλοτρία. Πῶς ἀλλοτρία; Ἔσῃ λοιπὸν ἀλλότριος· ἐμὴ γὰρ καὶ οὐκ ἐμή. Ὁρᾷς οὐκ ἀπὸ τῆς πλάσεως οἰκειουμένη οἰκειουμένους τῷ Θεῷ, ἀλλ' ἀπὸ τῶν ἔργων. Οὕτω καὶ ὅταν λέγῃ, Υἱοὶ ἀλλότριοι ἐψεύσαντό με, καὶ, Οὐκ οἶδα ὑμᾶς· οὐ δημιουργὸν ἕτερον ἐπεισάγει. Εἰ γὰρ αὐτὸς ἐφύτευσε, πῶς ἀλλοτρία; ἀλλὰ μετὰ τὸ στραφῆναι ἀλλοτρία. Ἐγὼ δὲ ἐφύτευσά σε. Τουτέστι, Πλείστην τὴν ἐπὶ σὲ ἐπιμέλειαν ἐποιησάμην. Ἐκβαλὼν ἐξ Αἰγύπτου, καὶ ἀλλοτρίαν σοι δοὺς γῆν, καὶ ἐκβαλὼν ἔθνη κατῴκησά σε, ἐφ' ᾧτε τῆς εὐσεβείας τὸν καρπὸν δοῦναι. Τὸ δὲ, πᾶσαν ἀληθινὴν, ἀντὶ τοῦ, ἐν ἀσφαλείᾳ σε κατῴκησα, ὅπερ λέγει καὶ ὁ Ἡσαΐας· Ἀμπελὼν ἐγενήθη τῷ ἠγαπημένῳ ἐν κέρατι ἐν τόπῳ πίονι. Οὐχ ἁπλῶς δὲ τὸ, πᾶσαν, τέθεικεν· ἀλλ' ἐπειδὴ ἦσαν ἐν αὐτοῖς εὐσεβεῖς ἄνδρες, οἵ τε προφῆται καὶ οἱ τούτοις ἑπόμενοι, ἀντὶ τοῦ, Πάντας ὑμᾶς ἐβουλόμην εἶναι τοιούτους, πάντων ἐπίσης ἐπεμελήθην. Καὶ ἐφύτευσα ἄμπελον Σωρήχ· τουτέστιν ἐκλεκτήν. Ὅπερ γὰρ ἐκεῖ λέγει ἐκλεκτὴν, ἐνταῦθα ἀληθινὴν ἐπὶ τῇ τῶν πατέρων ἐκλογῇ. Πῶς ἐστράφης εἰς πικρίαν, ἡ ἄμπελος ἡ ἀλλοτρία; Ὁ Ἑβραῖος, Ἐστράφης μοιεἰς σπέρμα ἀμπέλου ἀλλοτρίας. ἵνα εἴπῃ, Τὰ μὲν ἐμὰ νόμιμα παρεχάραξας, τοῖς δὲ τῶν ἐθνῶν ἔθεσιν ἐξηκολούθησας. Ὃ λέγει καὶ ὁ Μωυσῆς· Ἐκ γὰρ ἀμπέλου Σοδόμων ἡ ἄμπελος αὐτῶν, καὶ ἡ κληματὶς αὐτῶν ἐκ Γομόῤῥας. Ἡ σταφυλὴ αὐτῶν σταφυλὴ χολῆς, βότρυς πικρίας ὁ βότρυς αὐτῶν. Ὅθεν καὶ χολὴν τῷ ∆εσπότῃ προσήνεγκαν. Ἀλλ' ἐπειδὴ τὴν θείαν ἐξύβρισαν φυτουργίαν, καὶ εἰς πικρίαν ἐστράφησαν, καὶ ἀντὶ σταφυλῆς ἀκάνθας, ὁ ἐξ αὐτῶν κατὰ σάρκα Χριστὸς ἄμπελον ἀληθινὴν ἑαυτὸν ὀνομάζει λέγων· Ἐγώ εἰμι ἡ ἄμπελος ἡ ἀληθινή· τοὺς δὲ εἰς αὐτὸν πεπιστευκότας, κλήματα προσαγορεύει. Καὶ ἐὰν ἀποπλύνῃ ἐν νίτρῳ. Εἶτα ἵνα μὴ φυσικὴν εἶναι νομίσῃς αὐτὴν, Κεκηλίδωσαι ἐν ἀδικίαις σοῦ. Καὶ μὴν, καὶ εἰ ἐπίκτητός ἐστι, καὶ ἐπιγέγονε, καὶ ἐξ ἀδικιῶν ἐστι, δυνατὸν ἀποτρίψασθαι· καὶ γὰρ δυνατόν· εἰ γὰρ μὴ δυνατὸν, οὐκ ἂν εἶπεν· Τί σοὶ καὶ τῇ ὁδῷ Αἰγύπτου; Πῶς οὖν λέγει· Ἐὰν πληθύνῃς σεαυτῇ πόαν, κεκηλίδωσαι; Ὥσπερ λέγει· Εἰ ἀλλάξεται Αἰθίοψ τὸ δέρμα αὐτοῦ, καὶ πάρδαλις τὰ ποικίλματα αὐτῆς. Οὐδὲ γὰρ ἐκεῖ εἰς ἀδύνατον καθίστησι τὸ πρᾶγμα, καὶ τοιαῦτα ὑποδείγματα τοῦτο βούλονται, ἀλλὰ θυμοῦ τὰ ῥήματα. Οὐ τοῦτό φησιν, ὅτι Ἐὰν μετανοήσῃς, οὐ δέχομαί σε, ἀλλ' ὅτι ἡ δι' ὕδατος κάθαρσις οὐδὲν ὠφελεῖ, ἐπειδὴ ἐδόκουν καὶ οὕτω καθαίρεσθαι. Ἐκ μεταφορᾶς ἔλαβε τῶν δυσεκπλύτων ἐρίων, ἢ τῶν ἐπι 64.769 κεχρωσμένων σωμάτων, ὑπό τινος διαχυθείσης χολῆς, ἤ τινος τοιούτου. Τὸ μὲν γὰρ νίτρον, καὶ ἣν καλεῖ πόαν, τὸν εἰς τὴν ἐπιφάνειαν τοῦ σώματος ἀποπλύνειν ῥύπον οἶδεν· ἐπικεχρωσμένον μέντοι σῶμα, καὶ οἱονεὶ βεβαμμένον οὐκ ἰᾶται. Βούλεται γοῦν εἰπεῖν, ὅτι Οὐκ ἀπὸ τῶν σμηγμάτων δύνῃ τῶν ἁμαρτημάτων λαβεῖν τὴν ἄφεσιν. Γνησίας γὰρ τῆς περὶ τὸ καλὸν διαθέσεως δεῖ, καὶ τέλεον ἀποστραφῆναι τὸ κακόν. Ἵνα οὖν εἴπῃ· Οὐκ ἀπὸ τοῦ εἶναι ἐν τῇ γῇ, οὐδὲ ἀπὸ τοῦ θυσίας ἐπιτελεῖν, ἢ ἐν τῷ ναῷ εἰσιέναι, ἢ Σάββατον τηρεῖν, ἤ τι τοιοῦτον, λαμβάνεις τὴν ἄφεσιν, ἀλλ' ἀρετὴν μετελθὼν, καὶ ἔργων ἐπιδειξάμενος κατόρθωσιν. Πόαν δὲ λέγει, ὃ κατὰ τὴν Σύρων φωνὴν, ἀλάαν καλοῦσι· κατὰ δὲ τὴν Ἑβραίων, βορήθ· κατὰ δὲ τὴν Ἑλλήνων φωνὴν, δορύκνιον ὀνομάζουσι. Τὸ οὖν, κεκηλίδωσαι, οἱονεὶ, Βεβαμμένη εἶ τῇ κακίᾳ, καὶ τῇ περὶ τὴν ἀσέβειαν ἐπιμελείᾳ. Πῶς ἐρεῖς, Οὐκ ἐμιάνθην; Τί βούλει πάλιν; Οὐκ ὠργίσθης; οὐκ ἀπέῤῥιψας; οὐκ εἶπας ὅτι Κεκηλίδωσαι; Τί πάλιν ἐλέγχεις; Ὁρᾷς ἐραστοῦ ἠδικημένου ῥήματα; Πῶς ἐρεῖς, Οὐκ ἐμιάνθην; τὸ μέγιστον ἁμάρτημα, ἐπὶ τῶν ἔργων