1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

31

θυμιάματος εὐωδεστέρας, ἥτις ἐστὶν ἡ τοῦ προσφέροντος ψυχή. Ἰδοὺ ἐγὼ δίδωμι ἐπὶ τὸν λαὸν τοῦτον ἀσθένειαν. Μὴ τῆς φυσικῆς ἀκολουθίας τὰ ἀῤῥωστήματα παρ' αὐτοῖς εἶναι δόξῃ, τὸ παράδοξον δείκνυσι θεήλατον οὖσαν τὴν νόσον, ὅπερ ἐστὶ λοιμικῆς καταστάσεως· καὶ τῆς ἄνωθεν ἀπειλῆς ἐφόβησε ῥήμασιν. Οὐκ εἶξαν. Ἀπέστειλε τὸν προφήτην ἀλγοῦντα, καὶ οὐκ ᾔσθοντο· φοβεῖ λοιπὸν ἑτέρως, καὶ ἐπάγει νόσον, ἵνα τὸ μεῖζον ἀνέλῃ κακὸν, τὸν πόλεμον. Ἰδοὺ λαὸς ἔρχεται ἀπὸ βοῤῥᾶ. Εἶτα καὶ τὸν ἀπὸ βοῤῥᾶ ἴσ. περὶ τῶν ἀπὸ βοῤῥᾶ διαλέγεται, ὅτι οὐκ ἐλεεῖ ἴσ. ἐλεήσουσιν, οὐδὲ ἄλλῳ τινὶ εἴξουσιν. Ὅταν γὰρ ὁ Θεὸς πολεμῇ, οὐδὲ τὰ ἀνθρώπινα πάθη ἴσασιν οἱ ἄνθρωποι. Ὥσπερ γὰρ τὰ θηρία ἀδύνατον ἡμερῶσαι, φησὶν, οὕτω καὶ τοὺς δυναμένους οἴκοθεν ἐπικαμφθῆναι, ἐκπολεμοῖ. Ἀλλ' ἴσως εἴποι τις ἂν, Καὶ τί δήποτε οὐχὶ αὐτὸς αὐτοὺς ἀνεῖλεν, ἀλλ' ἑτέρους ἐπανήγαγεν; Ὅτι καὶ ἡμεῖς τοῦτο ποιοῦμεν ἐφ' ὧν βουλόμεθα πλήττειν, ἵν' ἔχωσιν ὄνειδος ἐπὶ τῶν δεινῶν· οὐχ ἧττον ἴσ. οὐ γὰρ ἴσον λυπεῖ, τὸ παρ' ἑτέρων ταῦτα παθεῖν, ὥσπερ ὅταν οἰκέτην ἐπαφίωμεν ἐλευθέρῳ παιδί. Ἰταμός ἐστι, καὶ οὐκ ἐλεήσει. Ὁρᾷς πῶς δείκνυσιν ὡπλισμένους, ἀνηλεεῖς; Ἠκούσαμεν τὴν ἀκοὴν αὐτῶν, παρελύθησαν. Ταῦτα ὡς παρὰ τοῦ προφήτου, καὶ τῶν κατ' αὐτῶν· καὶ γὰρ καὶ φωνὰς ἐποίει φέρεσθαι προφητικῶς. Μὴ ἐκπορεύεσθε εἰς ἀγρόν. Τὴν πολιορκίαν ἐνταῦθά φησιν. Ὅρα πῶς κατὰ μικρὸν ἐπάγει τὰ δεινὰ, καὶ ἠρέμα. Θύγατερ λαοῦ μου, περίζωσαι σάκκον. Τίνος ἕνεκεν; διὰ τὰ ἐπερχόμενα κακά. Εἶτα καὶ τὰς αἰτίας ἐπάγει πάλιν τῆς πονηρίας· ὅπερ ἀεὶ ποιεῖ, ἅμα μὲν ἀπολογούμενος, ἅμα δὲ ἀξιόπιστον ποιῶν τὸν λόγον. ∆οκιμαστὴν δέδωκά σε ἐν λαοῖς δεδοκιμασμένοις. Τὴν ὑπερβολὴν λέγει τῆς πονηρίας, ὅτι μηδὲ ἡ πολιορκία ἐποίει βελτίους αὐτούς. Ἰδοὺ, φησὶν, ἐπιτρέπω σοι δοκιμάσαι αὐτοὺς ἐν καιρῷ, ἐν ᾧ καὶ εἰ σφόδρα ἦσαν ἀναίσθητοι, σφόδρα ἂν ἐγένοντο βελ 64.832 τίους. Οὐδεὶς γὰρ, οὐδείς ἐστιν, ὅστις ὑπὸ τοῦ φόβου, κἂν σφόδρα ᾖ τραχὺς, οὐ μαλάσσεται. Τῷ προφήτῃ λέγει ὁ Θεὸς ἐλέγχων αὐτῶν τὴν κακίαν, ὡς ἂν μὴ δοκοίη ἀδίκως αὐτῶν καταποφαίνεσθαι. Πάντες ἀνήκοοι πορευόμενοι σκολιῶς, χαλκὸς καὶ σίδηρος. Χαλκῷ καὶ σιδήρῳ τούτους ἀπείκασε, τὸ ἰσχυρὸν αὐτῶν, καὶ ἐπίμονον πρὸς ἁμαρτίαν δηλῶν· σκολιαὶ δὲ αὐτῶν αἱ πορεῖαι, τὸν τῆς εὐθύτητος ἀπολείπουσαι κανόνα. Εὐθὺς γὰρ ὁ Κύριος, καὶ εὐθεῖαι αἱ ὁδοὶ αὐτοῦ. Τί ἐστιν, ὡς χαλκὸς καὶ σίδηρος; τὸ στάσιμον αὐτῶν δηλοῖ, τὸ ἀμετάβλητον τῆς κακίας· καὶ γὰρ καὶ ἀλλαχοῦ ὥσπερ ὅταν λέγῃ· Τὸ μέτωπόν σου χαλκοῦν· μὴ τὴν ἴσ. τὴν ἐν τῇ ῥύσει τοῦ χαλκοῦ πονηρίαν, ὅτι διεστραμμένας ἔχει τὰς ὁδοὺς, τηκόμενος καθάπερ ἐκεῖνος, καὶ ἐν πυρὶ καὶ χωνευτηρίῳ σκολιῶς βαδίζει. Οὕτω καὶ οὗτοι ἐν ταῖς τιμωρίαις, οὐκ ἐπιλανθάνονται τῆς οἰκείας διατροπῆς. Ὡς χαλκὸς καὶ σίδηρος πάντες διεφθαρμένοι εἰσίν. Ὡς γὰρ ἐκεῖνα, φησὶ, τῷ χρόνῳ ὑπὸ τοῦ ἰοῦ ἀναλίσκεται, οὕτως οὗτοι παντελῶς τὴν γνώμην τῆς εὐσεβείας διεφθάρησαν τῷ χρόνῳ. Ἐξέλιπε φυσητὴρ ἀπὸ πυρός. Ἐξέλιπεν ὁ μόλιβδος, εἰς κενὸν ἀργυροκόπος ἀργυροκοπεῖ. Ὁ Ἑβραῖος, καθαίρει, ἔχει, ἀντὶ τοῦ, ἀργυροκοπεῖ. Παραδείγματι δὲ τὴν πονηρίαν αὐτῶν ἐσήμανε. Φησὶ γὰρ τὸν μόλιβδον καθαρτικὸν εἶναι τοῦ ἀργύρου, καὶ ἐπιβαλλόμενον αὐτὸν τὸν στερὸν παρασκιάζειν ἴσ. εἰς τὸν ἄργυρον παρασκευάζειν· τὸ μεμιγμένον τῆς ἀλλοτρίας ὕλης ἀποπέμπεσθαι τοῦτο τοίνυν· ὅτι πᾶσα ἐπίνοια κατ' αὐτῶν ἀνηλώθη, καὶ οὔτε προφητῶν ἤκουσαν, οὔτε ὑπὸ πληγῶν ἐσωφρονίσθησαν, οὔτε ὑπὸ ἄλλου τινὸς ἀμείνους γεγόνασιν. Πονηρίας αὐτῶν οὐκ ἐτάκησαν. Ἐπέμεινε τῇ μεταφορᾷ. Ὡς γὰρ ὁ ἄργυρος, φησὶ, πολὺν ἔχων χαλκὸν, κἂν μυριάκις σχοίη ἐπιμεμιγμένον τὸν μόλιβδον, μένει ἀκάθαρτος οὐκ ἀμιγὴς ὢν χαλκοῦ, οὕτω καὶ οὗτοι τῆς πονηρίας οὐκ ἐξέστησαν. Ἀργύριον ἀποδεδοκιμασμένον. Τουτέστι μὴ δεχόμενον διόρθωσιν. Παράσημον οὐ νομίμως χαραγὲν, οὐκ ἐν τοῖς