1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

71

ἐτύγχανε. Καὶ 64.952 ὥσπερ, φησὶ, τὰ πονηρὰ ῥίπτεται, οὐδαμῶς χρήσιμα τυγχάνοντα, οὕτως πάντας διαφθερῶ ἀχρήστους ὄντας, καὶ εἰς ἀσέβειαν ἐκκλίναντας, παντελῶς οὐδεμίαν μνήμην τοῦ ἑαυτῶν ∆εσπότου ποιουμένους. Πονηρῶν δὲ σύκων κάλαθον τούτους ὠνόμασε διὰ τὸ μὴ εὑρεθῆναι αὐτοῖς δίκαιον. Τί βούλεται ἡ εἰκὼν τῶν καλάθων τῶν σύκων, εὐτελὴς οὖσα σφόδρα; Ἀλλὰ τῆς εὐτελείας ἡ ταπεινότης αἰτία τῶν τότε· καὶ γὰρ καὶ ἀλλαχοῦ τὸ φίλτρον τὸ περὶ αὐτοὺς δηλῶσαι βουλόμενος, οὐδὲν τῶν μεγάλων καὶ ὄντως ποθεινῶν τίθησιν, ἀλλὰ σῦκα καὶ σταφυλάς. Ὡς σταφυλὴν εὗρον τὸν Ἰσραὴλ ἐν ἐρήμῳ, καὶ ὡς σκοπὸν ἐν συκῇ πρώϊμον. Ἐνταῦθα οὖν τὸ κατ' αὐτῶν φίλτρον, ὃ μέλλει περὶ ἐκείνους ἐπιδείκνυσθαι, καὶ τὸ μῖσος τὸ περὶ τούτους διὰ τῆς εἰκόνος παρίστησι. Καὶ κατὰ πρόσωπον τοῦ ναοῦ Κυρίου· ἵνα δείξῃ τὴν ἀπόφασιν ἐκεῖθεν ἐξενηνεγμένην. Καὶ εἶπε Κύριος πρός με. Τίνος ἕνεκεν αὐτὸν ἐρωτᾷ; ἵνα ἀξιόπιστον ποιήσῃ τὸν λόγον, καὶ ἀπὸ τῆς ἀποκρίσεως λάβῃ τὴν ἀπόφασιν ὁ λαός. Καὶ ἐγένετο. Τί τούτου τοῦ τρόπου διορθωτικώτερον; ἔδειξε τὴν διαφοράν. Τί γὰρ, εἰ τὴν πατρίδα ἔχετε ἔτι, ἀλλὰ διεφθαρμένοι ἐστέ; τί δὲ εἰ ἐν αἰχμαλωσίᾳ ἐκεῖνοι, ἀλλὰ προσφιλεῖς μοί εἰσι; τοῦτο δὲ ποιεῖ, ἵνα μεταβάλωνται, καὶ μὴ νομίσωσιν ἐξ οἰκείας ἀρετῆς ἀπομεμενηκέναι. Καὶ ἀνοικοδομήσω. Ὁρᾷς ὅτι τὸ, οὐ μὴ, οὐκ εἰς διηνεκές ἐστι; καὶ γὰρ καθεῖλεν αὐτούς. Καὶ δώσω αὐτοῖς καρδίαν. Εἰ τοίνυν σὺ δίδως τὴν καρδίαν, τίνος ἕνεκεν οὐκ ἔδωκας πρότερον; οὔτε γὰρ ἦσαν τότε δεκτοὶ πρὸ τῶν τιμωριῶν καὶ τῆς διορθώσεως. Ὅρα τὸ μέγιστον τῶν ἀγαθῶν τοῦτο· καὶ τὴν αἰτίαν λέγει, ὅτι ἐπιστραφήσονται· ἀλλὰ ἡ εἰκὼν οὐκ ἀφίησιν. Οὐ γὰρ ἔστι τὰ ἅπαξ διαφθαρέντα ἐπανελθεῖν, καὶ γενέσθαι καλά. Ἀλλὰ τὰ μὲν καλὰ, φησὶ, μένει· τὰ δὲ μὴ καλὰ, οὐκέτι. Ἀλλ' οὐκ ἐπὶ τῆς φύσεως, ἀλλ' ἐπὶ τῆς προαιρέσεως εἴληπται. Περὶ γὰρ τὴν ποιότητα ἡ διαφορὰ, οὐ περὶ τὴν οὐσίαν. Εἰ δὲ λέγεις· Τίνος οὖν ἕνεκεν οὐχὶ καὶ τούτοις δίδωσιν ἐπαγγελίας χρηστάς; Ὅτι διὰ τοῦτο τούτοις ἐπιτείνει τὸν φόβον; ἵνα μηδὲ πεῖραν λάβωσιν. Καὶ τοὺς κατοικοῦντας. Μὴ θαῤῥεῖτε, φησὶν, ὡς συμμαχίαν ἔχοντες· οὐ γὰρ δὴ οὐ μὴ προστήσωνται ὑμῶν, ἀλλὰ καὶ αὐτοὶ ληφθήσονται· καὶ οὐ τῇ αἰχμαλωσίᾳ μόνον, ἀλλὰ περαιτέρω προβήσεται τὰ κακά. Καὶ ἔσονται εἰς ὄνειδος. Ἀθάνατος ὑμῶν τῆς κολάσεως ἡ μνήμη, καὶ δήλη πᾶσιν ἀνθρώποις.

ΚΕΦΑΛ. ΚΕʹ.

Ὁ λόγος ὁ γενόμενος. 64.953 Μέλλει λοιπὸν ὁρίζειν τῆς τιμωρίας τὸν χρόνον, καὶ τὴν ἀπόφασιν ἐκφέρειν. Καὶ ἐλάλησα πρὸς ὑμᾶς ὀρθρίζων. ∆ι' ἑνὸς προφήτου ταῦτα συνεχής· καὶ γὰρ καὶ διὰ τῶν ἄλλων ἐλάλησα· καὶ οὐ διέλιπον ἀεὶ λαλῶν, καὶ ἐλάλησα οὐδὲν φορτικόν. Τοῦτο καὶ ὁ Χριστὸς ποιεῖ μέλλων τὴν πόλιν παραδιδόναι τοῖς πολεμίοις, μονονουχὶ ἀπολογεῖται πρὸς αὐτούς· Ποσάκις ἠθέλησα ἐπισυναγαγεῖν τὰ τέκνα ὑμῶν, καὶ οὐκ ἠθελήσατε; καὶ τὰ ἑξῆς. ∆ιὰ τοῦτο τάδε λέγει Κύριος. Μὴ γὰρ διὰ τοῦτο ἔδωκα, ἵνα πάλιν ἀφέλωμαι; μὴ γὰρ μισθὸν ὑμᾶς ἀπῄτησα; καὶ γὰρ χάριτος ἦν ἔργον· οὐδεὶς τὰ δωρηθέντα ἀφαιρεῖται, ἂν μὴ σφόδρα ἀνάξιος ᾖ ὁ λαβών. Ἰδοὺ ἐγὼ ἀποστέλλω καὶ λήψομαι πατριάν. Ἄξω, φησὶ, Βαβυλωνίους, ἐπειδὴ οὐκ ἐπιστεύσατε· ὁρᾷς. πόθεν αὐτοῖς ἡ ῥᾳθυμία γέγονεν; ἐκ τοῦ ἀπιστεῖν. Τοῦτο καὶ νῦν γίνεται περὶ τῆς γεέννης· μὴ γὰρ οὐκ ἐδυνάμην κολάσαι εἴγε ἤθελον; τούτου δὲ αἴτιοι οἱ ψευδοπροφῆται. Οὐκ ἐπιστεύσατε τοῖς ῥήμασι, πιστεύσατε τοῖς πράγμασιν. Ἐπὶ πάντα τὰ ἔθνη. Τίνος ἕνεκεν; ἵνα μάθῃς ὅτι αὐτοῦ καθόλου τοῦ Θεοῦ ἡ πρόνοια. Καὶ δουλεύσουσιν. Τὰ ἑβδομήκοντα ἔτη φιλάνθρωπος ὢν, οὐχὶ μετὰ τὴν τοῦ ναοῦ