1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

5

ἀνάκλησιν· καὶ μεταφυτεύειν, τὸ μετὰ τὴν ἐπάνοδον ἀσφαλῶς ἐπὶ τῆς γῆς κατοικεῖν. Καὶ ἐγένετο λόγος Κυρίου. Τοῦ Χρυσοστόμου, ἄλλ. Ὀλυμπιοδώρου. Ταῦτα ἐκ διαλείμματος, ὅταν εἴπῃ· Καὶ ἐγένετο λόγος Κυρίου πρός με λέγων· οὐ γὰρ ἐφεξῆς, ἀλλ' ἐδίδου συνιδεῖν τὰ λεγόμενα. Βακτηρίαν καρυΐνην. Τὸ γὰρ ξύλον τοῦτο στεῤῥὸν, καὶ βαρὺ, καὶ πληκτικόν. Τίνος ἕνεκεν ταῦτα ἔβλεπον; Ὅτι τὰ πράγματα καὶ αἱ ὄψεις ἐναργέστεραι ἦσαν, καὶ μᾶλλον ἔπληττον τὸν ἀκροατήν. Ἡ γὰρ ῥάβδος πληγῆς ἐστι σύμβολον. Προτρεψάμενος αὐτὸν ἐπὶ τὴν προφητείαν, καὶ διὰ τῆς ὀπτασίας μᾶλλον δυσωπεῖ. Τὸ δὲ καρυΐνην, ἀμυγδαλίνην τινὲς ἡρμήνευσαν. Ὁ δὲ Ἑβραῖος οὕτως ἔχει· Βακτηρίαν ἐγρηγορυῖαν ἐγὼ ὁρῶ. Ἡ γὰρ ἐγρήγορσις καὶ τὸ ἀμύγδαλον διὰ τῶν αὐτῶν ἐν τῷ Ἑβραϊκῷ προφέρεται ῥημάτων. Ἐπάγει γοῦν· Καὶ εἶπε Κυρίος πρός με, Καλῶς ἑώρακας· τουτέστιν, Οὐκ ἔτι αὐτοῖς μακροθυμῶ, ἀλλ' ἐπάγω τὴν ψῆφον. Ἔλαβε δὲ ἐκ μεταφορᾶς τῶν παρατηρούντων τοὺς ἁμαρτάνοντας, ἐπ' αὐτοφώρῳ αὐτοὺς εὑρισκόντων. Τινὲς καρυΐνην ἔφασαν, διὰ τὸ ἰσχυρὸν τῆς τιμωρίας, ἑωρᾶσθαι. Ὅτι μὲν οὖν τιμωρεῖται αὐτοὺς, ἐμήνυσε διὰ τούτων· τίνα δὲ τὸν τρόπον, ἐπάγει· ∆ιότι ἰδοὺ ἐγὼ ἐγρήγορα. Ἐπειδὴ καὶ ὁ ὕπνος ἐπὶ Θεοῦ, μακροθυμία τίς ἐστιν· Ἕως πότε ὑπνοῖς, Κύριε; τουτέστιν Ἤδη ὑπεξέρχομαι. Οὐ πείθω ῥήματι, τῇ ὄψει τῆς ῥάβδου πείσθητι. Οὐ λέγω, ἀλλὰ ποιῶ. Καὶ τὸ πρόσωπον αὐτοῦ. Τὸ πρόσωπον, τουτέστιν ἡ ἔκκαυσις γίνεται τοῦ λέβητος. Καλεῖ δὲ λέβητα τὴν Ἱερουσαλὴμ, ἔκκαυσιν δὲ τὴν συμφοράν· ἀπὸ βοῤῥᾶ δὲ, ἵνα μηνύσῃ τὴν τῶν Βαβυλωνίων ἔφοδον. 64.753 Τουτέστιν, ἐκεῖ ἑώρα, ἐκεῖ ἔβλεπεν, ἐκεῖ ἐτέτραπτο. Τὸν θόρυβον, τὴν ζέσιν, τὴν ὀδύνην, τὸν τηγανισμὸν διὰ τοῦ λέβητος δηλοῖ. Τοῦτο ἰατρεία μεγίστη, τὸ διαφυλάξαι τὸν κάμνοντα, φοβῆσαι, σωφρονίσαι, ἐπαγαγεῖν διὰ τῆς ὄψεως αὐτῆς, καὶ ἀνασχεῖν, καὶ δοῦναι μετανοίας καιρόν. Οὔτε γὰρ ἂν ἐπήγαγεν εὐθέως, ὥστε μὴ ἀνελεῖν τὸν ἐκ τῆς μετανοίας καρπόν· οὔτε ἀπέστη· ὥστε μὴ ἐκλῦσαι τὸν φόβον. Ὁρᾷς οὖν ἕκαστον μεμετρημένον, καὶ ἐξ ἐναντίων τὸ φάρμακον συγκείμενον, οἷόν ἐστι ἐπὶ τῶν ἰατρῶν. Τί γὰρ ἔδει μὴ ἐπαγαγεῖν; ἀλλὰ ῥᾳθυμότεροι ἐγένοντο ἄν. Ἀλλ' ἐπαγαγεῖν; ἀλλ' οὐδὲν ἂν ἐκέρδανον. ∆ιὸ καὶ ἀφίστησι, καὶ μηχανᾶται πιστὰ εἶναι διὰ τῆς ὄψεως, κατασείων τὴν διάνοιαν αὐτῶν, καὶ τὸ ἔμψυχον τοῦ λόγου δεικνύς. ∆ιότι ἰδοὺ ἐγὼ συγκαλῶ. Τῶν βασιλέων τὸν πόλεμον δηλοῖ ἐνταῦθα, τὸν τῶν Βαβυλωνίων. Οὐχ ἕνα βασιλέα, ἢ δεύτερον, ἀλλὰ πάντας. Ὅρα πῶς ἐφίστησιν αὐτοὺς τοὺς βασιλεῖς, ὡς οὐδὲ πολέμου καὶ μάχης οὔσης, ἀλλ' ὡς ἐπὶ προκειμένην ἡκόντων ἁρπαγὴν, ὡς ἐπὶ δούλους ἑτοίμους, ὡς ἐπὶ ἁλόντας καὶ χειρουμένους. ∆ύο ἐνταῦθα γίνεται· ὥστε μηδὲ τούτους νομίσαι, ἐκείνους εἶναι τοὺς ἰσχυροὺς, καὶ πείθοντας, ἴσ. ἀλλὰ πειθομένους ὅτι ὁ Θεὸς πάντα ἄγει καὶ φέρει· ἵνα uidetur leg. κἀκείνους ἵνα μὴ νομίσαντες, πάλιν αὐτόματον πόλεμον καὶ πολιορκίαν δηλοῦν, θήσωσι τοὺς θρόνους αὐτῶν οὐχ ὡς πολεμοῦντες, ἀλλ' ὡς ἀναπαυόμενοι. Καὶ λαλήσω πρὸς αὐτοὺς μετὰ κρίσεως. Μετὰ κρίσεώς μου διαλεχθήσομαι πρὸς αὐτοὺς, καὶ ἐλέγξας αὐτοὺς ἐπὶ τῇ παρανομίᾳ, οὕτως αὐτοὺς τιμωρήσομαι. Τοῖς ἔργοις τῶν χειρῶν αὐτῶν. Οὐδὲ λέγω ἕτερον, ἀλλ' ὅτι ἀλλότριον· καὶ οὐδὲ τοῦτο μόνον, ἀλλ' ὅτι προσεκύνησαν τοῖς ἔργοις τῶν χειρῶν. Οὐδὲν οὕτως ἀνάξιον Θεοῦ, ὡς τὸ γενέσθαι· μάλιστα μὲν καὶ τὸ γενέσθαι, πολλῷ δὲ πλέον τὸ παρὰ ἀνθρώπων. Καὶ σὺ περίζωσαι. Σύμπραξόν μοι, συνέργησόν μοι. Τί ἐστι τὸ περίζωσαι; καθάπερ γὰρ ἰατρὸς μαθητῇ ἐπιτάττων πρὸς ἔργον μέγα· οὐ γὰρ ψιλὰ ἦν ῥήματα, οὐδὲ ἅπαξ εἰπεῖν ἔδει, οὐδὲ βραχεῖ χρόνῳ, τουτέστιν, Ἀνδρεῖος γενοῦ· παράταξίς σοι, μάχη καὶ πόλεμος οὐχ ὁ τυχών. Καὶ ἀνάστηθι. Οὐχ ὅτι ἐκάθητο· πῶς γὰρ, τοιαῦτα ὁρῶν, καὶ τοιαῦτα ἀκούων;· ἀλλὰ, ∆ιέγειρον σαυτὸν, πρόσεχε τοῖς λεγομένοις, διπλῆς σοι δεῖ τῆς προσοχῆς, πρός τε τὰ