1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

57

τίμιον ἀπὸ ἀναξίου, ὡς τὸ στόμα μου ἔσῃ. Ποῖαι λοιπὸν ταύτης ἴσαι ἀρεταί; παράβαλε ταύτῃ ὅσα βούλει· μὴ γὰρ δὴ τὸν ἐξάγοντα ἴδῃς, ἀλλὰ κἂν μὴ ἐξαγάγῃ, τὸ αὑτοῦ ἐποίησεν. *Τουτέστιν, Εἰ δὲ ἀναμένων τοῖς συνεχέσι λόγοις μεταβάλλῃς τινὰ, ἔσῃ μιμούμενος ἐμὲ, ὃς μακροθυμίᾳ τῶν ἀνθρώπων τὸ γένος ἄγειν ἐπὶ τὸ κρεῖττον σπουδάζω. Καὶ ἀναστρέψουσιν αὐτοὶ πρὸς σὲ, καὶ σὺ οὐκ ἀποστρέψεις πρὸς αὐτούς. Περιττὰ γὰρ ἦν τὰ τῆς τιμῆς ἐπαγγελλόμενα, εἰ μὴ καὶ τὴν ἐνταῦθα ἀσφάλειαν ὑπέσχετο· τουτέστιν, Αὐτοὶ ἥξουσιν πρὸς σὲ, σὺ δὲ οὐκ εἴξεις αὐτοῖς· σοῦ δεηθήσονται, καὶ παρακαλέσουσί σε. *Τουτέστι, Στερεὸς ἐπὶ τῆς εὐσεβείας μεῖνον, ὥστε ἐκείνους ἐπὶ τὸ κρεῖττον μεταβαλεῖν, ἀλλὰ μὴ αὐτόν σε ὑπὸ ὀλιγωρίας μεταβληθῆναι πρὸς τὴν ἐκείνων γνώμην. *Καὶ δώσω σε τῷ λαῷ τούτῳ τεῖχος χαλκοῦν ὀχυρὸν, καὶ τὰ ἑξῆς. Τουτέστιν, Εἰ δὲ κακὰ διατιθέασιν, αὐτοὺς ἐπαμύνω, κρείττονά σε τῶν συμφορῶν ποιῶν.

ΚΕΦΑΛ. Ιςʹ.

Καὶ σὺ μὴ λάβῃς. Ἄξιον ὄντως θαυμάσαι, τίνος ἕνεκεν μὴ λαβεῖν κελεύει; Ὥστε μὴ ἐπὶ συμφορᾷ τεκεῖν. Ὅρα πῶς ἔτι νέος ἦν ὁ προφήτης, καὶ τοῦτο δὲ ὥστε πιστώσασθαι ἐκείνους περὶ τῶν μελλόντων δεινῶν. Οὐδεὶς γὰρ ἦν, ὃς ὁρῶν τὸν προφήτην μὴ γαμοῦντα, καὶ τὴν αἰτίαν μανθάνων, οὐκ ἂν ἐπίστευσεν. Ἐν γὰρ ταῖς ἐπιούσαις θλίψεσι, φησὶ, τοῦ λαοῦ εὔζωνον δεῖ εἶναι, καὶ μὴ κατατρύχεσθαι εἰς γυναῖκα, καὶ τέκνα. Ὅτι τάδε λέγει Κύριος. Οὐ γὰρ δὴ περὶ υἱῶν καὶ θυγατέρων, ἀλλὰ περὶ πατέρων καὶ μητέρων, καὶ τῶν γεννησαμένων εἴρηται. ∆ιὸ καὶ μὴ γαμῆσαι παραινεῖ. 64.912 Ἐν θανάτῳ. Πολλάκις τὰ αὐτὰ λέγει· καὶ οὐδὲ ἅπαξ ἀκούεται, οὐδὲ καθικνεῖται αὐτῶν καὶ τὸ ἄταφον, ὃ μάλιστα αὐτοὺς ἐλύπει, λιμὸς, θάνατος νοσερὸς, σφαγὴ, τὸ μὴ ταφῆναι, τὸ μετὰ αἰσχύνης ἀφειδοῦς, μηδὲ ἐλεουμένους· καὶ πρὸς τούτοις θηρίων γενέσθαι βορά· τίνα ταῦτα οὐκ ἂν ἔκαμψαν; Τάδε λέγει Κύριος· Μὴ εἰσέλθῃς εἰς θίασον αὐτῶν, καὶ μὴ πορευθῇς τοῦ κόψασθαι, καὶ μὴ πενθήσῃς αὐτοὺς, ὅτι ἀφέστηκα τὴν εἰρήνην μου ἀπὸ τοῦ λαοῦ τούτου, φησὶ Κύριος, καὶ τὰ ἑξῆς. Ἐντομίδας ἐποίουν τὸ παλαιόν· ἐξ ἀρχῆς γὰρ ὁ διάβολος ἐσπούδασεν εἰς ἐσχάτην ἀμορφίαν καταστῆσαι τὸ ἔργον τοῦ Θεοῦ. Ἐπειδὴ γὰρ τὴν διάνοιαν ἐπῆρε, καὶ αὐτοῦ τοῦ σώματος τὸ κάλλος videiur aliquid deesse καταῤῥυπαίνει seu μολύνει aut simile, ὁρᾷς πόσας ἐπινοεῖ μεθοδείας. Πρῶτον τῆς ἀσελγείας, φυκώματα καὶ ἐπιτρίμματα, καὶ ὅσα τοιαῦτά ἐστιν. Ἔπειτα τοῦ πένθους, ὥστε κατατέμνειν ἑαυτούς· ἑκάτερον δὲ πάθος ἔχει συμπαθητικὸν, ἐκεῖ μὲν οὖν πορνείαν, ἐνταῦθα δὲ ἀθυμίαν, τρίτον τῆς ἑορτῆς Ῥέας, ἔνθα καὶ μαλακοὺς, καὶ ἀποτόμους ἐργάζεται· οὐκέτι λοιπὸν εἰς ἀμορφίαν αὐτὸ καταστῆσαι σπεύδων, ἀλλὰ καὶ αὐτῆς τῆς διαδοχῆς τὴν ὑπόθεσιν ἀνελεῖν. Οὐδὲν γὰρ οὕτως ἐσπούδασεν, ὡς τὸ γένος ἀφανίσαι τὸ ἡμέτερον, καὶ τοῦ Θεοῦ κατηγορεῖν ὡς περιττά τινα πεποιηκότος· εἶτα μοιχείας, ἵνα ἀποπνίγωνται τὰ παιδία. *Τουτέστι, Μὴ εἰς συνέδριον αὐτῶν ἔλθῃς. Θίασον γὰρ καλεῖ τὴν καταφιλικὴν εὔοδον, ἢν ποιοῦνται, καὶ ἐν συμποσίοις, καὶ ἐπὶ πένθει, πρὸς παράκλησιν τοῦ πενθοῦντος. Καὶ ὑμεῖς ἐπονηρεύσασθε ὑπὲρ τοὺς πατέρας ὑμῶν. ∆έον ὑμᾶς φοβηθέντας μὴ τοῖς αὐτοῖς περιπεσεῖν, ὑμεῖς τοὐναντίον ἐποιήσατε· ἐπονηρεύσασθε γὰρ ὑπὲρ τοὺς πατέρας ὑμῶν· καὶ πῶς οὐκ ἄλογον, ἐκείνους μὲν ἁμαρτάνοντας μηδὲν παθεῖν, ἡμᾶς δὲ τιμωρηθῆναι; Οὐδαμῶς. ∆ώσουσι μὲν γὰρ κἀκεῖνοι δίκην, ἀλλ' οὐ νῦν, ὑμεῖς δὲ καὶ νῦν· ὑμεῖς γὰρ κἀκείνων χείρους, τὴν μακροθυμίαν εἰς οὐδὲν χρησάμενοι δέον. Ὥσπερ γὰρ ἐπὶ ἑνὸς