1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

14

αὐτόν· οἱ δὲ οὐ προσεῖχον, οὐδὲ ἐπείσθησαν. Καὶ αἱ χεῖρές σου ἐπὶ τῆς κεφαλῆς σου. Οὗτος γὰρ τῶν πενθούντων ὁ τρόπος ἐστὶν, ὅταν ἀνήνυτα θρηνῶσιν. Ὥσπερ πάλαι φησὶ, τὸν Ἀσσύριον ἐπικαλεσάμενοι, ὡς Ἄχας φαίνεται πεποιηκὼς, τέλος ὑπ' αὐτοῦ τοῦ Ἀσσυρίου τὰ δεινὰ πάντα πεπόνθατε· οὐ γὰρ μόνον εἷλε τὰς δέκα φυλὰς, ἀλλὰ πολλὰς πόλεις τῆς Ἰουδαίας. Τὰ αὐτὰ, φησὶ, πείσῃ καὶ παρ' Αἰγυπ 64.780 τίων ἵνα εἴπῃ· Εἰς ἀνόητόν σοι ἔσται ἡ ἐλπὶς τῶν Αἰγυπτίων ἐν τῷ λέγειν σε, κατάλληλος γὰρ ἡ ἀναίδεια τῇ παρανομίᾳ.

ΚΕΦΑΛ. Γʹ.

Ἐὰν ἐξαποστείλῃ ἀνὴρ τὴν γυναῖκα αὐτοῦ. Τί βούλεται τὸ ὑπόδειγμα; Ἓν πρῶτον, καὶ μέγα, ὅτι Ὅπερ ἀνὴρ οὐκ ἀνέχεται, τοῦτο ἠνεσχόμην ἐγὼ, γιγνομένοις ὑμῖν ἀνδράσιν ἑτέροις, πάλιν ἐκάλουν, πάλιν ἐδεχόμην. Καίτοι ἐκεῖ τοῦ ἀνδρός ἐστιν ἡ ἀποστολὴ, αὐτοῦ μισοῦντος, ἐνταῦθα δὲ οὐχὶ τοῦ ἀνδρὸς, ἀλλὰ τῆς γυναικὸς, ὥστε οὐδὲ ἴσον τὸ ὑπόδειγμα· οὐ γὰρ αὐτὸς αὐτὴν ἐξαπέστειλεν, ἀλλ' αὐτὴ αὐτὸν ἐγκατέλιπεν. Καὶ σὺ ἐξεπόρνευσας ἐν ποιμέσι πολλοῖς ... λέγει Κύριος. Τὸ λέγει, Οὐ πρὸς τὸ ἄνω ἀναγνωστέον ἀλλὰ πρὸς τὸ κάτω, τουτέστι, λέγει Κύριος πρὸς ὑμᾶς. Τέθεικε δὲ τὸν παρὰ Μωσέως τεθέντα λόγον, ἐὰν ἡ μὴ καθ' ἡδονὴν οὖσα γυνὴ ἀπολυθείη τοῦ ἀνδρὸς, εἶτα γενήσεται ἑτέρῳ, καὶ μισηθεῖσα αὖθις κἀκείνου ἀναχωρήσει, μὴ ἐξεῖναι τῷ προτέρῳ λαμβάνειν αὐτήν. Οὗτος μὲν οὖν, φησὶν, ὁ νόμος ἐπὶ τῶν γεγραμμένων κεῖται· σὺ δὲ πολλάκις, φησὶν, ἀποπεμφθεῖσα παρ' ἐμοῦ διὰ τὰς παρανομίας, καὶ τοὺς ἀλλοτρίους ἐπιβοωμένη, τουτέστιν Ἀσσυρίους, καὶ Αἰγυπτίους· ποιμένας γὰρ ἀεὶ τοὺς βασιλεῖς λέγει, ἐν συμφοραῖς ἐξεταζομένη πάλαι πάλιν κατέφυγες ἐπ' ἐμὲ, καὶ παρεῖχον τὴν παρ' ἐμαυτοῦ ῥοπήν. Τινὲς δὲ, ὅτι ἀναισχύντως παρανομοῦντα παρανομοῦσα ἔρχῃ εἰς τὸν οἶκον τὸν ἐμὸν, οὐδὲ τὰς γυναῖκας μιμουμένη, αἳ αἰδοῦνται ὑποστρέψαι πρὸς τοὺς ἤδη τῶν ἀνδρῶν ἐξαποστείλαντας. Πᾶσα μὲν γυνὴ τοῦ ἀνδρὸς ἀφισταμένη, καὶ ἑτέρῳ συναπτομένη πρὸς τὸν ἄνδρα τὸν ἕτερον ἐπανελθεῖν οὐ δύναται, τοῦ νόμου τοῦτο κωλύοντος· ἐμὲ δὲ σὺ τὸν κατὰ νόμον σοι συναφθέντα καταλιποῦσα πολλοῖς συνήφθης δαίμοσιν ἀνοσίοις, εἶτα πάλιν αἴσθησιν δεχομένη τῆς βλάβης πρὸς ἐμὲ ἐπανῄεις, ἐγὼ δὲ οὐκ ἀπωθούμην, εἰ δὲ νομίζεις οὐχ ἁπλῶς με ταῦτα λέγειν, ἆρον τοὺς ὀφθαλμούς σου εἰς εὐθεῖαν, καὶ ἴδε ποῦ οὐχὶ ἐξεφύρης. Ἆρον τοὺς ὀφθαλμούς σου εἰς εὐθεῖαν, καὶ ἴδε. Ὅρα, αὐτὴν μάρτυρα καλεῖται οἰκείων ἁμαρτημάτων, αὐτὴν ποιεῖται κατήγορον· πάλιν ἐβόα, φησὶ, πᾶσα ὁδὸς κατηγορεῖ· ἴδε ποῦ οὐκ ἐξεφύρης, ὁρᾷς πῶς ποιεῖται σαφεστέρας τὰς ἀποδείξεις, καὶ τότε ἐπάγει τὴν δίκην; Ἐπὶ ταῖς ὁδοῖς ἐκάθισας. Ἐνταῦθα βούλεται δεῖξαι τὴν πολλὴν περὶ τὰ ἁμαρτήματα σπουδὴν, ὅτι μετὰ πολλῆς τῆς προθυμίας ταῦτα εἰργάζετο. Καὶ ἐμίανας τὴν γῆν ἐν ταῖς πορνείαις σου. Καὶ μὴν ἀπὸ ἁμαρτημάτων οὐκ ἄν ποτε μιανθείη ἡ γῆ, ἀλλ' ὥστε ἐπᾶραι τὸ πρᾶγμα, λέγει. Καὶ ἴδε ποῦ οὐχὶ ἐξεφύρης, ἐπὶ ταῖς ὁδοῖς ἐκάθισας. Ἀντὶ τοῦ ἐμιάνθης. Ἀλλ' ἠσέβεις μὲν καὶ τότε, ὅμως δὲ καθυπεκρίνου τὴν εἰς ἐμὲ τιμὴν τῇ εἰς τὸν 64.781 ναὸν ἀφίξει· νῦν δὲ εἰς ἀπέραντον ἐχώρησας βυθὸν κακῶν, πάντα τόπον ἐμπλήσασα τῆς παρανομίας σου. Ἐπὶ ταῖς ὁδοῖς ἐκάθισας αὐτῆς, ὡσεὶ κορώνη ἐρημουμένη, τουτέστιν ὡς μεμονωμένη κορώνη γέγονας παντὸς καλοῦ στερηθεῖσα· ὑπὸ πολλῶν τε ἐχθρῶν αἰχμάλωτος γενομένη, καὶ διαφόρῳ θανάτῳ ληϊζομένη, καὶ ἔτι ἀντείχου τῆς κακίας. Καὶ ἔσχες ποιμένας πολλοὺς, ὄψις πόρνης ἐγένετό σοι. Οὐκ ἐμὲ ἔβλαψας, ἀλλὰ σὺ ἐβλάβης, σὺ τὰ δεινὰ πέπονθας, ποιμένων γὰρ τὸ ποιμαίνειν ἐστὶν, οὐ τὸ ἐμποδίζειν. Τὸ δεινὸν τοῦτό