1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

13

εἰπεῖν, ὅτι Ἀγαθῶν μὲν ἀπελαύομεν, ἐν ἀτιμίᾳ δὲ ἦμεν. Ὥσπερ τῇ νύμφῃ κόσμος, κἀγὼ τῷ λαῷ, ὥστε δύσκολον ἦν τὸ ἐπιλαθέσθαι. *Τουτέστι, τὰ πρὸς εὐκοσμίαν διώκουσιν ἄνθρωποι. Καὶ νύμφη μὲν ἀγαπᾷ τὸν κόσμον, ὡς ὡραϊζομένη ἐξ αὐτοῦ, παρθένος δὲ τῆς στηθοδεσμίδος ἀντέχεται, ὡς εὐπρέπειαν ἐχούσης· ὁ δὲ λαὸς, καὶ κόσμον, καὶ εὐπρέπειαν ἐσχηκὼς παρ' ἐμοῦ, καὶ δόξης οὐ τῆς τυχούσης ἀπολαύσας, κόσμον μὲν καὶ εὐπρέπειαν καλέσας τῶν νομίμων τὴν διάταξιν, καθ' ἣν νομίμως τῶν λοιπῶν ἄλλων φαίνονται ἐν διατάγμασιν ὄντες, πάσης μὲν πλεονεξίας καὶ κακίας ἀλλότριοι τυγχάνοντες, ἡμερότητα καὶ φιλανθρωπίαν παιδευόμενοι, δόξαν δὲ ὡς ἐκ τῆς τοῦ Θεοῦ βοηθείας πάντων ὑποκυπτόντων, καὶ θαυμαζόντων τὴν εἰς αὐτοὺς κηδεμονίαν τοῦ Θεοῦ, τοσούτων τοίνυν ἀπολαύσαντες παρ' ἐμοῦ, λήθην τῶν ἐμῶν εὐεργεσιῶν ἐποιοῦντο. Τί ἔτι καλὸν ἐπιτηδεύσεις ἐν ταῖς ὁδοῖς σου τοῦ ζητῆσαι ἀγάπησιν; *Τουτέστι, πόσα ποιήσασα δυνήσῃ ἐξαλεῖψαι τὰ ἁμαρτήματά σου, καὶ δεῖξαι αὐτὴν καθαρὰν, ὥστε τῆς παρ' ἐμοῦ ἀγάπης ἀξιωθῆναι. Οὐχ οὕτως, τουτέστιν, οὐδὲ πολλὰ ποιήσασα, δύνῃ ἐκπλῦναι τῶν ἁμαρτημάτων τὸ πλῆθος. Ἀλλὰ καὶ σὺ ἐπονηρεύσω τοῦ μιᾶναι τὰς ὁδούς σου. Τουτέστιν, σπουδὴν ἔθου ταύτην, ὥσπερ φιλονεικοῦσα καὶ ἐπιτηδεύουσα ἀκάθαρτος γενέσθαι, οὕτω πάντα πεποίηκας. Αὕτη τοίνυν σπουδὴν ἔσχε τοιαύτην, τί τοιοῦτον σὺ περὶ αὐτῆς; Καίτοι πάντα τὰ ἄλλα παραλιπὼν, ὅρα ποῖον τίθησιν, ἐν χερσί σου εὑρέθη αἵματα ψυχῶν ἀθώων. Οὐκ ἐν διορύγμασιν εὗρον αὐτούς. Τοῦτο καὶ Ἰεζεκιήλ φησι, Τοῦτο ὑπὲρ πᾶσαν τὴν πονηρίαν σου, ὅτι τοὺς υἱοὺς ἔθυον, καὶ τὴν φύ 64.777 σιν ἐξεπολέμωσαν πρὸς ἑαυτούς. Οὐδὲν οὐδέπω λέγω, ὅτι δαίμοσιν, ἀλλ' ὅτι μηδὲν ἔχοντες ἐγκαλεῖν, καὶ τὸ δεινὸν οὐδὲ λάθρα, οὐδὲ νόμῳ λῃστείας, ἀλλὰ τρόπῳ εὐσεβείας ἐδρᾶτο τὰ δεινὰ, ἐπὶ προσχήματι ἁγιαστείας μιαιφονίαι ἐτελοῦντο ἄλλ'. ἐτολμῶντο. Καὶ εἶπας ἀθῶός εἰμι. Τὸ ἀναίσχυντον τὸ περὶ τὰ ἁμαρτήματα, ὃ μάλιστα τοῦ Θεοῦ τὴν ὀργὴν ἐκκαίειν δύναται, τὸ μηδὲ ἐπιγινώσκειν τὰ ἑαυτῶν πλημμελήματα. Ἀλλὰ ἀποστραφήτω ὁ θυμὸς αὐτοῦ ἀπ' ἐμοῦ. Τί λέγεις, μάτην ὀργίζομαι ἢ εἰκῆ χαλεπαίνω; Οὐκοῦν ἀπολογοῦμαι ὑπὲρ ἐμαυτοῦ, ὅτι κατεφρόνησας σφόδρα. Ἰδοὺ ἐγὼ κρίνομαι πρὸς σὲ ἐν τῷ λέγειν σε· Οὐχ ἥμαρτον Ὡς εἰ μὴ τοῦτο προσέθηκας, οὐκ ἂν ἐκρίθην· Ὁρᾷς ὅτι τοῦτό ἐστι τὸ ποιοῦν με καταδικάζειν καταψηφιεῖν σε, καὶ καταφρονεῖν σου; σύ με κατέστησας εἰς τὴν ἀνάγκην ταύτην, σὺ τῆς δίκης αἴτιος γέγονας, σὺ τὴν κατηγορίαν ταύτην κρίνεις, ἵνα ἀπολογήσωμαι ὑπὲρ ἐμαυτοῦ τοὺς μακροὺς τούτους ἀποτείνεις ἀποτείνω λόγους, καὶ οὐκ εἶπε, Κατηγορῶ σου· ἀλλὰ, Κρίνομαι πρὸς σὲ, ἐμαυτοῦ προΐσταμαι, ἐμαυτῷ συνδικῶ, ὥστε οὐδ' ἂν ἐκρίθην, οὐ μόνον οὐκ ἂν κατηγόρησα, εἰ μὴ τοῦτο ἔλεγες, ἐπειδή με ὑπεύθυνον ἐγκλήματι βούλει ποιῆσαι. Ὅτι κατεφρόνησας τοῦ δευτερῶσαι τὰς ὁδούς σου. Οὐδὲ ἐπὶ τοῖς πρώτοις ἄλλ. προτέροις σε εὐθύνω νῦν ἁμαρτήμασι, τοῖς αὐτοῖς ἐπέθου πάλιν. Καὶ οὐδὲ τοῦτο ἔγκλημα ἂν ἐθέμην, εἰ μὴ πάλιν τοῖς αὐτοῖς ἐπεχείρεις, οὐκ ἐκ τοῦ νικᾶσθαι πάθεσι, ἀλλ' ἐκ τοῦ ῥᾳθυμεῖν. Ὁρᾷς ὅτι οὐ τοῦτό ἐστι τὸ παροξύνον τὸν Θεὸν τὸ ἁμαρτάνειν, ἀλλὰ τὸ τοῖς αὐτοῖς περιπίπτειν, καὶ καταφρονοῦντας μὴ ἐπιστρέφεσθαι, ἐπεὶ καὶ ἡμᾶς τοῦτο πάλιν παροξύνειν εἴωθε. Καὶ ἀπὸ Αἰγύπτου καταισχυνθήσῃ καθὼς κατῃσχύνθης Ἀσσούρ. Ἤτοι ἀγνωμονησάντων ἐκείνων, ἤτοι ἀσθενῶν ἀποδειχθέντων, καὶ τοῦ Πέρσου κρατήσαντος. Οὐ τῆς τῶν Αἰγυπτίων ἢ Ἀσσυρίων ἀγνωμοσύνης, ἀλλὰ τῆς τοῦ Θεοῦ ἐγκαταλείψεως τὸ πᾶν γέγονε, τουτέστι τὰ ἀγαθά σου τὴν προσδοκίαν σου ἀπώσατο. Ἡ ἐλπὶς αὐτῆς αὐτοῖς Αἰγύπτιοι ἦσαν· ἀπώσατο αὐτὴν ὁ Θεὸς, καὶ οὐκ εὐωδώθη. ∆ιατί; ὅτι οὐκ ἐπ' ἀσφάλειαν ἤλπισαν, Ἐπικατάρατος ἄνθρωπος ὁ ἐλπίζων ἐπ' ἄνθρωπον. Ὁρᾷς πῶς τὰ πάντα ποιεῖ εἰς ἀνάγκην καθιστὰς αὐτοὺς τοῦ ἐλπίσαι ἐπ'