1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

53

ἀμφοτέραις ταῖς ἰγνύαις ὑμῶν; Οὕτως ἠγάπησαν κινεῖν πόδας αὐτῶν, καὶ οὐκ ἐφείσαντο. Τουτέστιν, ἔστερξαν τρέχειν ἐπὶ τὰ εἴδωλα, καὶ οὐ μετέγνωσαν. 64.897 Καὶ οὐκ ἐφείσαντο. Τουτέστιν ἀπλήστως τῷ πράγματι κέχρηνται, τουτέστιν ἀφειδῶς. Ὅρα πῶς ἀεὶ αὐτοῖς τὴν ἐπίτασιν, καὶ τὴν ὑπερβολὴν τῆς κακίας ἐγκαλεῖ. Ὅτι ἐὰν νηστεύσωσιν οὐκ εἰσακούσομαι. Καὶ μὴν οὐ μικρὰ πολιτεία τὸ νηστεῦσαι. Ἀλλ' αἱ τούτων νηστεῖαι, ἄκουσον, οἷαι ἦσαν. Τί φησιν Ἡσαίας· Εἰς κρίσεις καὶ μάχας νηστεύετε· ἵνα τί μοι νηστεύετε; Νηστεία γὰρ οὐκ ἀποχὴ βρωμάτων μόνον ἁπλῶς, ἀλλὰ φιλοσοφία ψυχῆς. Ὥσπερ γὰρ παρθενία οὐχ ἁπλῶς ἀποχὴ γάμου, ἀλλὰ τὸ μάλιστα αὐτῆς χαρακτηρίζον τὴν ἀρετὴν, τὸ εὔσχημον, καὶ εὐπάρεδρον τῷ Κυρίῳ ἀπερισπάστως, οὕτω καὶ νηστεία. Ἐνήστευσαν καὶ Νινευῖται, ἀλλ' οὐ τοῦτο μᾶλλον τὸν Θεὸν ἐπέκαμψαν. Ἀλλὰ τίνι; τῇ μεταβολῇ τῆς κακίας. Τί γὰρ ὄφελος, εἰπέ μοι, κρεῶν μὲν ἀπέχεσθαι τῶν ἀλόγων, σαρκῶν δὲ ἀνθρωπίνων ἀπογεύεσθαι; Οἴνου δὲ μὴ ἀπογεύεσθαι, μεθύειν δὲ πλεονεξίᾳ χρημάτων; Αὕτη χαλεπωτέρα ἐκείνης ἡ μέθη· οὐκ εἶδεν εἶξαι ὕπνῳ, ἀλλὰ καὶ τῆς ἡμέρας φανείσης πάλιν αὔξεται. Οὐκ εἰσακούσομαι τῆς δεήσεως αὐτῶν. Ἰσχυρότερον γὰρ τῆς εὐχῆς αἱ αὐτῶν ἁμαρτίαι. Ὅτι ἐν μαχαίρᾳ, καὶ ἐν λιμῷ, καὶ ἐν θανάτῳ ἐγὼ συντελέσω αὐτούς. Ἄλλο λιμὸς, ἄλλο μάχαιρα, ἄλλο θάνατος· ἐν ᾗ γὰρ ἴσ. ἐνὸν γὰρ μήτε λιμῷ, μήτε σφαγῇ, ἀλλ' ἁπλῶς ἀναιρεθῆναι θανάτῳ θεηλάτῳ τινί. Καὶ εἶπα· Ὁ ὢν, Κύριε, ἰδοὺ οἱ προφῆται αὐτῶν προφητεύουσι, καὶ λέγουσιν· Οὐκ ὄψεσθε. Τί οὖν, φησὶν, οἱ προφῆται ταῦτα προλέγουσιν· Οὐκ ἔσται λιμὸς, οὐδὲ μάχαιρα; Μεγάλην βίαν ὑπέμεινεν ὁ προφήτης, οὐχὶ τῷ σκυθρωπὰ λέγειν ἀναγκάζεσθαι, ἀλλὰ καὶ τῷ τοὺς ἐναντιουμένους ἔχειν, καὶ τοὺς ἀπατῶντας, καὶ τἀναντία προλέγοντας. ∆ιὰ τοῦτο ἐντυγχάνει τῷ Θεῷ· Ὁ ὢν, ∆έσποτα Κύριε, πρὸς ἀντιδιαστολὴν τῶν οὐκ ὄντων. Καὶ εἶπε Κύριος πρός με· Ψευδῆ οἱ προφῆται προφητεύουσιν ἐπὶ τῷ ὀνόματι μου. ∆ιατί τοὺς ψευδοπροφήτας οὐκ ἐξεῖλεν ὁ Θεός; ἵνα μὴ ἀπιστῆτε αὐτοῦ τοῖς ῥήμασιν. Ὅμοιον δὲ τοῦτο τῷ λέγειν, ∆ιατί τοὺς ἀπατῶντας καθόλου μὴ ἐξεῖλεν διαστρέφοντας; μᾶλλον δὲ καὶ τοὺς δαίμονας τοὺς εἰς πᾶσαν κακίαν ἐνάγοντας; Ἀλλ' ὑποφαίνει τούτων τὴν λύσιν ὁ θεῖος Ἀπόστολος, λέγων· ∆εῖ γὰρ καὶ αἱρέσεις ἐν ὑμῖν εἶναι, ἵνα οἱ δόκιμοι φανεροὶ γένωνται. Αὔξει γὰρ ἀεὶ τὰς ἀρετὰς τὰ γυμνάσια, καὶ οὐδεὶς στεφανοῦται ἐὰν μὴ νομίμως ἀθλήσῃ. Ὁ δὲ ἀθλῶν ἀεὶ πρὸς ἀντιπάλους ἀγωνίζεται, καὶ δεῖ τούτους εἶναι νόμῳ πάλης πνευματικῆς. Καὶ μείζων οὕτως ἡ πρὸς Θεὸν ἀγάπη, τῶν πολλῶν αὐτὴν μὴ νικώντων ἀγώνων· καὶ τὸ ὑπερβάλλον τῆς τοῦ σώματος τῆς εἰς αὐτὸν δυνάμεως ἴσ. τῆς ἀσωμάτου καὶ θείας δυνάμεως δείκνυται. Καθάπερ ἐν Αἰγύπτῳ μέγας ὁ Θεὸς ἐδείχθη, τοὺς ἀντικαταστάντας τῷ θεράποντι καταργή 64.900 σας φαρμακούς. Οὐδὲν γὰρ καθ' αὑτὰ τοσοῦτον, ὅσον ἐξ ἀντιθέσεως δείκνυται· τὰ πράγματα δὲ τοὺς ψευδοπροφήτας διήλεγχεν ἐναντία τῇ προαιρέσει τυγχάνοντα ἄλλ. συμβαίνοντα· καὶ ἐκ τῶν καρπῶν δὲ αὐτῶν ἐγινώσκοντο, εἴγε μὴ θέλειν ἐποίει ἴσ. εἴγε τὸ θέλειν, καὶ μὴ, ἐποίει τούτους πεισθῆναι. Ὃ γὰρ ἕκαστος θέλει καὶ πείθεται. Ὅτι ὁράσεις ψευδεῖς ... Προφητεύουσιν ὑμῖν. Καὶ γὰρ ἐκεῖνοι ὁράσεις ἀπήγγελλον. Ὥσπερ ὁ Σεδεκίας ἐν τῇ τρίτῃ τῶν Βασιλειῶν φησιν. Ἐν θανάτῳ νοσερῷ ἀποθανοῦνται ... Καὶ οὐκ ἔσται ὁ θάπτων αὐτούς. Ὁρᾷς, ὡς παρὰ τῶν ἠπατημένων εἰς μῆκος τῆς τιμωρίας ἴσ. ὁρᾷς, ὡς παρὰ τῶν ἠπατημένων εἰς τοὺς ἐξαπατήσαντας μῆκος τῆς τιμωρίας ἐκτεινομένης τῆς νόσου, καὶ τοῦ λιμοῦ, καὶ οἱ πειθόμενοι ἴσ. καὶ αὐτοὶ, καὶ οἱ πειθ. αὐτοῖς ἄταφοι ἔσονται οὐκ ὄντος οὐδενὸς τοῦ κηδεύοντος; Ἐὰν ἐξέλθω εἰς τὸ πεδίον, καὶ ἰδοὺ τραυματίαι ῥομφαίας. Ὅτι ἱερεύς. Καὶ οὐδὲ οὕτως ἐπαιδεύοντο· διὰ γὰρ τοῦτο συγκλείσας, τοὺς μὲν ἔξω ἀνῄρει, τοὺς δὲ ἔνδον, καὶ οὐδὲ οὕτω παρέδωκαν ἴσ. ἐνέδωκαν. Τί γένοιτο ἂν πονηρότερον τῶν οὕτω