1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

88

ὁδοιπορῶν μένειν εἰώθει. Καὶ παρέδωκαν αὐτὸν εἰς οἶκον φυλακῆς εἰς 64.1001 τὸ δεσμωτήριον, εἰς τὸν οἶκον Ἰωνάθαν τοῦ γραμματέως, ὅτι τὴν οἰκίαν αὐτοῦ ἐποίησαν φυλακὴν, ὅτι ἦλθεν ὄχλος εἰς τὴν οἰκίαν τοῦ λάκκου, καὶ εἰς τὴν Χερέθ. Τουτέστιν, τὴν οἰκίαν Ἰωνάθαν εἱρκτὴν ἐποίησαν, καὶ ὄχλος ἐγκέκλειστο ἐκεῖ· τὸ δὲ εἰς τὴν Χερὲθ, τουτέστιν, εἰς τὸν τῆς ἐποχῆς οἶκον. Οὕτω γὰρ ὁ Ἑβραῖος Φεθχλὼ, ὅπερ ἑρμηνεύει, οἶκον ἐποχῆς· ἀντὶ γὰρ τῆς φυλακῆς, ἐποχὴν ἔθος ἔχει λέγειν. Καὶ ἐπικράνθησαν. Καθάπερ τὰ θανατοῦντα θηρία, οὕτω λοιπὸν ὕβριζον καὶ εἰς τοὺς προφήτας. Εἰ γὰρ ἔφευγε, τί ἦν; οὐχ ὑμεῖς αὐτὸν ἐπιστομίζετε; οὐχ ὑμεῖς αὐτὸν κωλύετε τοῦ φθέγγεσθαι; Τί ἦν, εἰ ἔφυγε; Καὶ μὴν εἰ ἔφυγεν, ὑμῖν κοῦφον ἦν· ἀπηλλάττεσθε τῶν ἐλέγχων, ἐλεύθεροι τῆς κατηγορίας ἦτε. Ἀλλ' ὅρα πανταχοῦ τὴν κατηγορίαν καὶ κακίαν διεστραμμένην· τίνος ἕνεκεν καὶ ἐμάστιξαν αὐτόν; ἀμύνεσθαι ὑπὲρ τῆς παῤῥησίας. Καὶ ἀπέστειλέ σε Σεδεκίας. Τίνος ἕνεκεν ἐκάλεσεν αὐτόν; ἐνόμισεν αὐτοῦ τὴν παῤῥησίαν ὑπὸ τῆς θλίψεως ταπεινοτέραν γενέσθαι, καὶ ἑτέρων ἀκούσεσθαι ῥημάτων. Εἶτα ἵνα ἀνύποπτος γένηται, οὐκ ἐρωτᾷ αὐτὸν ἁπλῶς, ἀλλά φησιν· Εἰ ἔστι λόγος Κυρίου; ∆ιδοὺς αὐτῷ καὶ εὐπρόσωπον ἀναχώρησιν. Ἀλλὰ πολλῷ φοβερωτέρα ἦν τοῦ δεσμωτηρίου ἡ σιγή. Καὶ εἶπεν· Ἔστιν. Ὁρᾷς τὰ ἀποστολικὰ κατορθώματα προανατυπούμενα; οὕτω καὶ ἐπ' ἐκείνων ἐγένετο· πανταχοῦ ἦσαν οἱ αὐτοί· οὐδὲν αὐτῶν τὴν παῤῥησίαν ἀνέκοπτεν. Καὶ ποῦ εἰσιν οἱ προφῆται ὑμῶν; Ταῦτα ἐκεῖνος παθεῖν ἐχρῆν, οὐκ ἐμὲ τὸν ἀληθεύοντα. Μὴ γὰρ ἐγὼ ἐπήγαγον; εἰ γὰρ μὴ ἐξέβη τὰ πράγματα, καλῶς ἔλεγον, ὅτι περισσῶς ἐλύπησεν ἡμᾶς· νῦν δὲ ἐκβάντων, πως οὐχὶ καὶ στεφανοῦσθαί με δίκαιον; Καὶ οὐ λέγω ὅτι εὐηργέτησα, ἀλλὰ τί ἠδίκησα; καὶ ἀξιοῖ ἀπολυθῆναι τοῦ δεσμωτηρίου. Τίς γὰρ οὐκ ἂν ἐθέλοι πάσχων κακῶς ἀπαλλαγῆναι; Ἵνα εἰδῇς, ὅτι τῆς αὐτῆς ὑπῆρχε φύσεως. Καὶ συνέταξεν. Οὐκ εἰς τὴν προτέραν, καὶ κελεύει ἄρτους δίδοσθαι αὐτῷ. Τί γὰρ ἔδει λοιπὸν ὀργίζεσθαι, τῶν πραγμάτων ἐκβάντων; Ὁ δὲ οὐδέπω καθυφῆκε τὴν παῤῥησίαν.

ΚΕΦΑΛ. ΛΗʹ.

Καὶ ἐν τῷ λάκκῳ οὐκ ἦν ὕδωρ, ἀλλ' ἢ βόρβορος, καὶ ἦν Ἱερεμίας ἐν τῷ βορβόρῳ. Ὑπαίθριος ὢν ὁ λάκκος, πηλοῦ ἐπληροῦτο. Ἔῤῥιψαν τοίνυν αὐτὸν, καὶ ἐβυθίσθη, καὶ ἐνεπάρη τῷ πηλῷ· οὐ μὴν ὅλος ἐβαπτίσθη· οὐδὲ γὰρ ζῇν οὕτως ἠδύνατο. Ἐπονηρεύσω ἃ ἐποίησας. Οὐδὲν ἠδίκησεν ὁ ἀνήρ· τὸ πᾶν τῆς ἐκείνων κακίας γέγονεν· οὐδὲν ἔχοντες ἐγκαλεῖν, ταῦτα εἰργάσαντο εἰς τὸν ἄνθρωπον τοῦ Θεοῦ. 64.1004 Καὶ ἔλαβεν Ἀβδεμέλεχ τοὺς ἀνθρώπους μεθ' ἑαυτοῦ, καὶ εἰσῆλθεν εἰς τὴν οἰκίαν τοῦ βασιλέως τὴν ὑπόγεων. Τουτέστιν, εἰς τὸν στάβλον. Ὑπόγεων γὰρ ἵνα εἴπῃ, τὴν εἰς τὸ φανερὸν οὖσαν. Οὕτω γὰρ καὶ ὁ Ἑβραῖος λέγει. Καὶ ἔλαβεν ἐκεῖθεν παλαιὰ ῥάκη, καὶ παλαιὰ σχοινία, καὶ ἔῤῥιψεν αὐτὰ πρὸς Ἱερεμίαν τὸν προφήτην, καὶ τὰ ἑξῆς. Ἔλαβε τῶν ἵππων τὰ στρώματα, καὶ τὰ πιλωτὰ, ἃ ἔθος ἐπιστρωννύειν τοῖς ἐπικαθίσμασι. Τὸ γὰρ ἔμπροσθεν πάλιν λεγόμενον· Καὶ τὰ παλαιὰ ῥάκη, καὶ τὸ μαλέην, τοῦτο μηνύει· τουτέστι, τὰ πιλωτά. Ὥστε κἀντεῦθεν τὰ παλαιὰ σχοινία. Ἀντὶ τοῦ τὰ παλαιὰ ὑποστρώματα τῶν ἵππων λέγει. Ταῦτα τοίνυν ῥίψας τῷ προφήτῃ φησί· Θὲς αὐτὰ ὑπὸ τοὺς ἀγκῶνας τῶν χειρῶν σου, ὑπὸ κάτω τῶν σχοινίων. Ἀντὶ τοῦ, ὑπὸ τὰς μάλας, ἵνα οὕτως ἀσφαλῶς δεδεμένος ἀναχθῇ. Καὶ εἶπεν Ἱερεμίας. Τίνος ἕνεκεν ἀκοῦσαι βούλει; ἵνα με ἀνέλῃς, ταύτῃ μάλιστα αὐτοῦ θυμὸν κατασπᾷ· καίτοι μεγίστη ἀρετὴ προφήτου, ὅταν μὴ μόνον προλέγῃ τὰ φορτικὰ, ἀλλὰ καὶ διέξοδον εὑρίσκει τῶν δεινῶν. Τοῦτο γὰρ ὄντως προῤῥήσεως. Ἐπειδὴ τί κέρδος εἰπέ μοι, λύπην καὶ ἀθυμίαν κερδαίνειν μόνον, καθάπερ