1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

78

λογισμῶν μὴ καὶ αὐτοὺς ἀπολέσθαι. Ὥσπερ ἂν εἴ τις ἐν πολλοῖς πτώμασιν εὕροι τινὰ ζέοντα, καὶ ἔτι ἐμπνέοντα, καὶ ἀναψύχοντα ἀποψύχοντα, εἶτα δυνηθείη ποιῆσαι τοιοῦτον πονῆσαι τοσοῦτον, καὶ τοὺς πολεμίους ἀποσοβῆσαι ἀπ' ἐκείνου, μόνον μονονοὺ καὶ ἐπὶ ζωὴν αὐτὸν ἀγαγεῖν, θαύματος ἂν εἴη. Οὕτω καὶ ἐπὶ σοῦ γέγονε, φησίν. Ἐκ μέσου αὐτῶν διανέστησά σε· ἀπὸ ὁδοῦ πολεμίων ἐμπνέοντά σε εὑρὼν, καὶ παρωρμησαμένους παῖσαι διεκώλυσα, οὐκ ἔχοντα σωτηρίας ἐλπίδα. *Πόῤῥωθεν Κύριος ὤφθη αὐτῷ· ἀγάπησιν αἰωνίαν ἠγάπησά σε. Ταῦτα ὁ προφήτης λέγει, τουτέστιν, ὑπέδειξέ μοι δι' ὀπτασίας Θεὸς τὰ πάλαι λεγόμενα, καὶ ἐξ αἰῶνος· ὅπως ὑπὸ ἀγάπης ἐν τῇ πανερήμῳ τὸν λαὸν διήγαγε· καὶ ἔφη μοι νῦν, Ἐκείνην τὴν ἀγάπην αἰωνίως ἠγάπησα αὐτόν· τουτέστιν διὰ τέλους· καὶ ταύτης ἕνεκεν τῆς αἰτίας οὐκ ἐῶ αὐτὸν διαφθαρῆναι· σώζω δὲ τὸν εἰς ἀποικίαν λαόν. *∆ιὰ τοῦτο εἵλκυσά σε εἰς οἰκτείρημα. Τουτέστι, δι' ἐκείνην τὴν ἀγάπην ἠξίωσεν αὐτὸν τῆς νῦν χάριτος, ἀπαλλάξας αὐτὸν τῶν Βαβυλωνίων. Τὸ δὲ εἵλκυσά σε, ἵνα δείξῃ ὡς ἰσχυρῶς κατεχόμενον ἐξέσπασε. Τὸ δὲ, εἰς οἰκτείρημα, Ἐνέδυσα αὐτὸν χάριν, ἔχει. Οὐ πρὸς καιρὸν, καθάπερ σὺ, κἂν μυρία ποιήσῃς, ἐγὼ φιλῶ σε. Οἰκτείρων καὶ ἐλεῶν, οὐχὶ τὰ κατ' ἀξίαν ἀπονέμων. *Ὅτι οἰκοδομήσω σε, καὶ οἰκοδομηθήσῃ. Τουτέστι, πάλιν σοι τὸ ἀρχαῖον ἀποδίδωμι σχῆμα, οὐδενὸς δυναμένου ἀντιστῆναι. Ἀδείας πολλῆς, καὶ βαθείας εἰρήνης τεκμήρια λέγει, καὶ αὐτὰ τὰ ῥήματα πιθανά ἴσ. ποθεινά. *Φυτεύσατε φυτείας, καὶ αἰνέσατε, ὅτι ἐστὶν ἡμέρα παρακλήσεως ἀπολογουμένου ἐν ὄρεσιν Ἐφραίμ. Στῆτε, καὶ ἀναβῶμεν εἰς Σιὼν πρὸς Κύριον τὸν Θεὸν ἡμῶν. Ἡ μὲν ἔννοια τοῦ Ἑλληνικοῦ ἐστιν αὕτη, ὅτι Ἐπανελθόντες ἀπολαύσετε τῆς εὐφορίας τῆς γῆς, καὶ τὴν γῆν κατεσχηκότες· τοῦτο γὰρ μηνύει τό· Ἐν ὄρεσιν Ἐφραὶμ, ἀπὸ τοῦ μερικοῦ τὴν πᾶσαν γῆν, ἵνα εἴπῃ· Μετὰ σπουδῆς ἐπανελεύσεσθε εἰς τὸν ναὸν ὑμνοῦντες τὸν Θεόν. Ὁ δὲ Ἑβραῖος οὕτως ἔχει· Καὶ φυτεύσουσι καὶ φάγονται τὸν καρπόν. Ἔσται γὰρ ἐν ἡμέρᾳ ἐν ᾗ κεκράξονται οἱ φυλάσ 64.973 σοντες τοὺς ἀμπελῶνας· Ἀνάστητε καὶ ἀνέλθωμεν εἰς Σιών. Σώζεται δὲ ἡ αὐτὴ ἔννοια· τῇ γὰρ ἑκάστου ὠφελείᾳ τὴν περιττὴν εὐσέβειαν δείκνυσι. Ὅτι ἐφυτεύσατε. Ὅρα πανταχοῦ πῶς ἀναμίγνυσι τοῖς ἀγαθοῖς τὴν μετάνοιαν ἐπιστροφὴν αὐτῶν. *Ἀγαλλίασθε, καὶ εὐφραίνεσθε, καὶ χρεμετίσατε, ἐπὶ κεφαλὴν ἐθνῶν. Τουτέστιν, ἐνώπιον τῶν ἐθνῶν βοήσατε, μηδὲν αὐτοὺς δεδοικότες, διὰ τὴν ἐμὴν συμμαχίαν. *Ἰδοὺ ἐγὼ ἄγω αὐτοὺς ἀπὸ γῆς Βοῤῥᾶ, καὶ συνάξω αὐτοὺς ἀπ' ἐσχάτου τῆς γῆς ἐν ἑορτῇ Φασέκ. Τουτέστιν, ὡς ἐν τῇ ἑορτῇ τοῦ Φασὲκ, οὕτως ἅπαντας ἐπανελθεῖν προθύμως ποιήσω. Εἶτα καὶ τὴν ἑορτὴν λέγει καὶ τὸν καιρόν. Ὁρᾷς, ὅτι ἐξέβη ἐν ἑορτῇ Φασὲκ κατὰ τὸν καιρὸν, καθ' ὃν, καὶ ἐξ Αἰγύπτου τότε ἐξελθεῖν ἐλυπήθησαν ἴσ. ἐδυνήθησαν. Οὐχ ἁπλῶς οὗτος ὁ καιρὸς ἑκατέρας ἐστὶ τῆς εἰσόδου. Ἀλλ' ἴστε οἱ μεμυημένοι, τίνος τύπος τοῦτο ἦν. ∆εύτερον τότε ἐπανέρχονται. Καὶ τεκνοποιήσῃ. Οὕτω καὶ οἱ ἀνάπηροι τότε θεραπευθέντες τὰ σώματα, πατέρες ἔσονται. Ἐν κλαυθμῷ Ἐπειδὴ γὰρ εἰκὸς ἦν αὐτοὺς εἰδότας, καὶ τὸ μῆκος, καὶ τὴν ταλαιπωρίαν τῆς ὁδοῦ ἰλιγγιᾷν, εἰκότως καὶ τοῦτον ἀναιρεῖ τὸν φόβον λέγων, ὅτι Οὐ φεύγοντες ἥξετε, οὐ δὲ θορυβούμενοι, ἀλλὰ μετὰ τιμῆς καὶ παρακλήσεως καὶ ἀνέσεως τῆς προσηκούσης, καίτοι ποῖος τοῦτο λογισμὸς εὑρεῖν δυνήσεται, ὅτι τῆς πόλεως ἁλούσης, καὶ τῶν δεσποτῶν χειρωθέντων, οἱ δοῦλοι παρὰ τῶν δεσποτῶν τῶν χειρωσαμένων μετὰ τιμῆς ἔμελλον ἀπολύεσθαι πρὸς τὴν οἰκείαν; Ὅτι ἐγενόμην. Ὅρα αἰτίαν ἀναγκαίαν τῆς σωτηρίας αὐτῶν, οὐκ ἀφιεῖσαν αὐτοὺς τυφωθῆναι. Οὐ γὰρ ἀπὸ κατορθωμάτων, ἀλλ' ἀπὸ διαθέσεως τῆς φυσικῆς αὐτοὺς σώζω. Τοῦτο δείκνυσιν, ὅτι καὶ πάντας σώσει. Οὐδεὶς γὰρ πατὴρ περιόψεται παῖδα πρωτότοκον, καὶ παρὰ πατέρος σωζόμενος οὐκ ἂν ἔχοι μέγα φρονεῖν. Ἀκούσατε λόγον. Ὁ μάλιστα ἡμαρτηκὼς, ὁ