1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

4

ὠδίνων· Ἐγὼ πάντων αἴτιος. Ὥστε δικαίως ἂν ὑπακούσῃς ἐμοὶ, καὶ τῷ εἶναι παρασχόντι. Οὐ πρῶτον, ἡγίακά σε, ἀλλὰ πρῶτον, ἐπίσταμαί σε, καὶ τότε ἡγίακά σε. Ἐνταῦθα πρόγνωσιν ἔδειξεν. μετὰ τὴν πρόγνωσιν, τότε τὸν ὅρον. Ἐπειδὴ ἔγνων σε, ἡγίακά σε. ∆ιὰ τοῦτο ὁ Ἀπόστολος λέγει· Οὓς προέγνω, καὶ προώρισεν. Οὐκ εἶπε πρῶτον, προώρισεν· ἀλλὰ, προέγνω, καὶ τότε, προώρισεν. Προφήτην εἰς ἔθνη τέθεικά σε. Εἰ γὰρ καὶ μὴ ἐξῆλθε τὴν Ἱερουσαλὴμ, ἀλλὰ πολλὰ 64.749 περὶ τῶν ἐθνῶν προεφήτευσεν. Οὐχ ἁπλῶς αὐτὸν πέμπει· ᾔδει γὰρ ὡς ἡ τοῦ καιροῦ δυσχέρεια ὀκνηρότερον αὐτὸν περὶ τὸ πρᾶγμα ποιήσει. Λέγει τοίνυν ῥήματα, ἀφ' ὧν προτρέπεσθαι αὐτὸν ἠδύνατο· Πρὸ τοίνυν τῆς γενέσεως ᾠκειωσάμην σε· Τοῦτο γὰρ τὸ, ἐπίσταμαι. Καὶ διαπλασθέντα ἀφώρισα. Εἶτα ἐπειδὴ ἔστιν ἀφορισθῆναι, καὶ εἰς ἱερατείας, καὶ εἰς ἄλλας τινὰς ὑπηρεσίας, δεικνὺς τοῦ ἀφορισμοῦ τὸ εἶδος, Εἰς τοῦτό σε, φησὶν, ἀφώρισα, ὥστε προφητεῦσαι τῷ λαῷ. Ἔθνη γὰρ τὰς φυλὰς λέγει. ∆ιὸ ὁ μὲν παραιτεῖται, ὡς οὐκ ἀξιόπιστος ὢν πρὸς τοσούτους διαλέγεσθαι, καὶ μάλιστα πρὸς βασιλέας. Θεὸς δὲ θαῤῥύνει. Νεώτερος ἐγώ εἰμι. Ὅρα τὸ ἄτυφον τῶν δικαίων, πῶς τὰ οἰκεῖα ἐλαττώματα ἀνάγραπτα ἀνατιθέασι. Τίς οὐκ ἂν ἐρυθριάσειεν τοῦτο γραφῇ παραδοῦναι; Ἀλλὰ καθαροὶ δόξης ἦσαν, καὶ φιλοτιμίας· καὶ εἴ τι εἶπον, καὶ εἴ τι ἤκουσαν, τοῦτο μετὰ πάσης ἀληθείας τεθείκασι. Καὶ πάλιν· Ἰδοὺ οὐκ ἐπίσταμαι λαλεῖν, ὁ προφήτης φησίν· ἵνα ὅταν ἴδῃς αὐτὸν ῥητορεύοντα, καὶ πρὸς τούτους ἀποτείνοντα λόγους, μὴ τῆς ἐκείνου δυνάμεως νομίσῃς εἶναι τὰ ῥήματα. Προλαβὼν γὰρ ὡμολόγησεν, ὅτι Οὔτε λαλεῖν ἐπίσταμαι. Ὁ ὤν. Ἐπέγνω τὸν προσδιαλεγόμενον. Οὗ δὴ χάριν αὐτὸν ἀπὸ τῆς προτέρας ὀνομάζει προσηγορίας. Ἐρομένου γάρ ποτε Μωϋσέως, καὶ τὸ θεῖον ὄνομα μαθεῖν ἐθελήσαντος, εἶπεν ὁ ∆εσπότης· Ἐγώ εἰμι ὁ ὤν. Μιμεῖται δὲ καὶ τὴν Μωϋσέως εὐλάβειαν, οὐκ ἀξιόχρεων εἰς τὴν προφητείαν εἶναι τὴν νεότητα λέγων. Ἀλλ' ὁ ∆εσπότης αὐτῷ παρεγγυᾷ, μὴ προβάλλεσθαι εἰς παραίτησιν τὴν νεότητα, ἀλλὰ δράσαι τὸ κελευσθὲν, ἐξελαύνει δὲ αὐτοῦ καὶ τὸ δέος. Μὴ λέγε, ὅτι Νεώτερός εἰμι. Ὅταν γὰρ ὁ Θεὸς ἐπιτάττῃ, ὁ τῆς φύσεως ∆εσπότης, καὶ ἡλικία, καὶ ἀγλωττία, καὶ πάντα ὑπεξίσταται τὰ πάθη. Ἐγὼ κελεύω, καὶ νεότητα προβάλλῃ; Μὴ σκήπτου, μηδὲ προφασίζου, φησίν. Μὴ φοβηθῇς. Ἐγὼ ἐντέλλομαι, καὶ σὺ φοβῇ; Ὅρα τὰ ἐκκλησιαστικὰ προανατυπούμενα. Ἰδοὺ ἐγὼ ὑμᾶς ἀποστέλλω ὡς πρόβατα ἐν μέσῳ λύκων. Καὶ οὐκ εἶπον· Ποῦ πέμπεις; Εἶδες τὸ μέσον τῶν προφητῶν, καὶ τῶν ἀποστόλων; Ὅτι μετὰ σοῦ ἐγώ εἰμι, τοῦ ἐξαιρεῖσθαί σε. Οὐκ ἄρα τοῦτο δείκνυσι τὸ, εἶναι μεθ' ἡμῶν τὸν Θεὸν, τὸ ἐξαιρεῖσθαι ἡμᾶς αὐτόν. Εἰ γὰρ τοῦτο ἦν, οὐκ ἂν προσέθηκεν· τοῦ ἐξαιρεῖσθαί σε. Ὥστε καὶ μὴ ἐξαιρούμενος, μεθ' ἡμῶν ἐστιν. Ἐπεὶ καὶ μετὰ τῶν μαρτύρων ἐστὶν οὐκ ἐξαιρούμενος αὐτούς· καὶ μετὰ δικαίων ἐστὶ, συγχωρῶν αὐτοὺς ἀθλεῖν, καὶ μετὰ τοῦ Ἰὼβ ἦν, ὅτε αὐτὸν ὁ διάβολος ἐπολέμει. Ἀλλ' οὐκ ἀπὸ τοῦ, Ἔσομαι μετὰ σοῦ, ἀλλὰ τοῦ ἐξαιρεῖσθαί σε, ἔχεις ὅπλον ἄμαχον, καὶ ἀκαταγώνιστον συμμαχίαν. Μὴ φοβηθῇς. Τίς γὰρ ἐπὶ τῆς πέτρας 64.752 ἑστὼς, ῥανίδα δέδοικεν ὑδάτων; τίς τὸν βασιλέα ἔχων ἑστῶτα μεθ' ἑαυτοῦ, φοβεῖται καὶ τρέμει; Καὶ ἐξέτεινε τὴν χεῖρα αὐτοῦ. Ταύτης τῆς αἰσθητῆς εἰκόνος ἐδέετο ὁ προφήτης, ἐπεὶ καὶ ὁ Χριστὸς τοῦτο ἐποίει· Ἐνεφύσησεν αὐτοῖς, καίτοι οὐκ ἐδεῖτο τοῦ ἐμφυσήματος· ἀλλ' ὑπὲρ πληροφορίας αἱ σωματικαὶ γίνονται εἰκόνες. Ἰδοὺ καθέστηκά σε σήμερον. Καὶ μὴν ἄνω ἔλεγεν, Πρὶν ἤ σε ἐξελθεῖν ἐκ μήτρας ἡγίακά σε. Πῶς οὖν ἐνταῦθα, σήμερον, λέγει; Ἐκεῖνο τῇ προγνώσει, τοῦτο τῇ ἐνεργείᾳ. Ἐκριζοῦν. Τοῦτο γεωργίας εἶδος ἄριστον, ὀρύσσειν τὰς ἀκάνθας. Ἃ μέλει προφητεύειν, συντόμως ἔφη. Ἐκριζοῦν, τὸ τῆς πόλεως ἐξιέναι· κατασκάπτειν, τουτέστι τοῦ ναοῦ τὴν καταστροφήν· καὶ ἀπολύειν, τοῦ πλήθους τὴν σφαγήν· καὶ καταλύειν, τῶν οἰκείων τὴν ἀπώλειαν· καὶ ἀνοικοδομεῖν, τὴν