1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

91

ΚΕΦΑΛ. ΜΒʹ.

Καὶ προσῆλθον πάντες. Ἴσασιν ἀναξίους ἑαυτοὺς ὄντας τοῦ τυχεῖν ἀποκρίσεως,

ἐπειδὴ πολλάκις ἠπίστησαν τοῖς εἰρημένοις. ∆ιὰ τοῦτό φησιν, Ἐλέησον ἡμᾶς, εἰ καὶ ἀνάξιοί ἐσμεν. Καθὼς οἱ ὀφθαλμοί σου βλέπουσι. Μάρτυρα ὧν συμφορῶν σε, φησὶν, ἔχομεν. Εἰπάτω, φησὶν, ἡμῖν ὁ Θεὸς, τί δεῖ πρᾶξαι. Οἱ περισπούδαστον οὕτω πρᾶγμα νομίσαντες, μετὰ τὸ τυχεῖν πῶς ὕπτιοι γίνονται! Καὶ αὐτοὶ εἶπον τῷ Ἱερεμίᾳ. Ἡμεῖς σε ἀπεστείλαμεν, καὶ παρεκαλέσαμεν, καὶ ἀνάγκην ἔχομεν, ὅπερ ἂν ἐπιτάξῃ, πάντας ἀκούσειν εἴτε ἀγαθὸν, εἴτε κακόν· πρόχειροι περὶ τὰς ἐπαγγελίας, περὶ δὲ τὰς πράξεις οὐδαμοῦ. Ἐὰν καθίσαντες καθίσητε. Καὶ τί τὸ ὄφελος, ἐὰν τὸ αὐτὸ πάθωμεν; Καὶ φυτεύσω ὑμᾶς. Ἐδώκατε τιμωρίαν οὐ τὴν τυχοῦσαν. Μὴ φοβήθητε. Τί τούτου ἀξιοπιστότερον τοῦ ῥητοῦ; Καὶ εἰ ἐλέγετε ὑμεῖς; Ὁρᾷς, πῶς αὐτοῖς ἀποκαλύπτει τὰς οἰκείας διανοίας; ὅπερ μέγιστον τεκμήριον ἦν τοῦ προφητείαν εἶναι τὸ πρᾶγμα, οὐχ ὅτι μόνον ἐβούλοντο εἰσελθεῖν, ἀλλὰ καὶ τί προσδοκῶντες ἔλεγον. ΚΕΦΑΛ. ΜΓʹ. *Καὶ εἶπεν Ἀζαρίας υἱὸς Ἰωσίου, καὶ Ἰωαννὰνυἱὸς Καρίε, καὶ πάντες οἱ ἄνδρες οἱ ὑπερήφανοι, οἱ εἰπόντες Ἱερεμίᾳ, ∆εήθητι ὑπὲρ ἡμῶν πρὸς Κύριον. Εἶπον λέγοντες τῷ Ἱερεμίᾳ· Ψευδῆ σὺ λαλεῖς. Οὐκ ἀπέστειλέ σε Κύριος ὁ Θεὸς ἡμῶν πρὸς ἡμᾶς λέγων· Μὴ εἰσέλθητε εἰς Αἴγυπτον οἰκεῖν ἐκεῖ. Ἀλλὰ Βαροὺχ υἱὸς Νηρίου συμβάλλει σε πρὸς ἡμᾶς, ἵνα δώσει ἡμᾶς εἰς χεῖρας Χαλδαίων, τοῦ θανατῶσαι ἡμᾶς, καὶ ἀποικίσαι ἡμᾶς εἰς Βαβυλῶνα. Τουτέστιν, Οὐ κατὰ γνώμην Θεοῦ ταῦτα πρὸς ἡμᾶς ἐφθέγξω, ἀλλὰ ταῦτά σοι συνεβούλευσε Βαροὺχ εἰπεῖν πρὸς ἡμᾶς, τοῖς Χαλδαίοις χαριζόμενος, ἐπειδήπερ ἐκεῖνοι νῦν ἐν τῷ κρατεῖν τυγχάνουσι. Τίνος ἕνεκεν, εἰπέ; διὰ παντὸς τοῦ χρόνου οὐκ ἐλάβετε πεῖραν αὐτοῦ τῆς γνώμης; Εἰ καὶ μηδὲν 64.1012 ἕτερον, οὐχὶ κύριος ὢν ἀπελθεῖν ὄποι βούλεται, μεθ' ὑμῶν εἵλετο μένειν; Καὶ Ἱερεμίαν τὸν προφήτην. Τίνος ἕνεκεν ἠκολούθησαν οὖτοι; ἵνα μὴ χεῖρόν τι γένηται κακόν. Ὅρα τὴν πρώτην νόσον. Πάλιν εἰς Αἴγυπτον. Πῶς ἑαυτοῖς ἀεὶ τὰ κακὰ ἐπισπῶνται. Ἀλλ' ὅμως οὐδὲ ἐκεῖ παραγενομένους εἴασεν ὁ Θεὸς, οὐδὲ εἶπε· Τί τὸ κέρδος; λοιπὸν κατῆλθον εἰς Αἴγυπτον. Ἀλλ' ὅρα αὐτοῖς οἷα προφητεύει ὁ Ἱερεμίας, στόμα Θεοῦ ὤν. Καὶ οὐδαμοῦ σκοπῶν εἴ τι ἐλύπησαν, ἀλλὰ καθάπερ πατὴρ φιλόστοργος πανταχοῦ παρακολουθεῖ τῷ παιδὶ μαινομένῳ· οὐχ ἁπλῶς δὲ μετὰ ταῦτα τὰ τοῦ Βαροὺχ ἔθηκεν. Λάβε σεαυτῷ λίθους μεγάλους. Τίθησι λίθους ἐν τῷ πλινθίῳ. Ποιεῖ τι ἀεὶ σωματικὸν, ἵνα πείσῃ, ὥστε αὐτοὺς καταπλῆξαι πλέον. Ἀλλ' οὐκ ἴσχυσεν αὐτοὺς ἑλεῖν οὐδὲ πεῖσαι. Οὕτως εἶπε Κύριος τῶν δυνάμεων, καὶ τὰ ἑξῆς. Προσέταξεν αὐτῷ Θεὸς ἐπὶ τοῦ τόπου τῶν πλίνθων· τοῦτο γάρ ἐστιν ἐν τῷ πλινθείῳ λίθους καταθέσθαι, ὥστε εἶναι σχῆμα θρόνου, καὶ πηλῷ καταχρίσαι. Καὶ οὕτω προεῖπε τοῦ Ναβουχοδονόσορ τὴν ἄνοδον, καὶ ὡς ἑλὼν τὴν πόλιν ὑπ' ἐκείνου τοῦ τόπου τὸν ἑαυτοῦ θρόνον θήσει. Τοῦτο δὲ προσέταξεν αὐτῷ ποιῆσαι, ὅπως ἂν μὴ μάτην φθέγγησθε. Ὁρῶντες γὰρ, ὅτι ἐν Αἰγύπτῳ ἔνθα ὁ βασιλεὺς ἐκαθέζετο τῆς Αἰγύπτου ὑπ' αὐτῶν τῶν βασιλειῶν τοῦτο ἐποίει, οὐκ ἔτι λέγειν ἐδύναντο κατὰ χάριν τοῦ Βαβυλωνίου μηνύειν ἐκείνου τὴν ἄνοδον. Μᾶλλον γὰρ ἂν τῷ παρόντι πρὸς χάριν ἐφθέγξατο, ἢ τὸν ἀπόντα καὶ μηδὲν ἀκούοντα ἐκολάκευσεν. Καὶ θήσει τὰ ὅπλα αὐτοῦ ἐπάνω αὐτοῦ, καὶ ἀρεῖ τὰ ὅπλα αὐτοῦ ἐπ' αὐτοὺς, καὶ εἰσελεύσεται, καὶ πατάξει τὴν γῆν Αἰγύπτου. Ἀσαφῶς κεῖται ἐν τῷ Ἑλληνικῷ· ὃ γὰρ βούλεται εἰπεῖν, τοῦτό ἐστιν, ὅτι τὴν