1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

22

ὅτι πολλάκις ἀκούσαντες ἐπελάθοντο. Τὴν ἄδειαν λέγει καὶ τὴν πολλὴν παῤῥησίαν, ὡς οὐ νόμῳ πολεμίων παρέσονται· ἀλλ' ὡς ἐπὶ ἤδη προκατειλημμένα χωρία. Ὡς φυλάσσοντες ἀγρὸν ἐγένοντο ἐπ' αὐτὴν κύκλῳ. Ὥστε μὴ εἶναι διαφυγεῖν βουλομένοις αὐτοῖς. Εἶπε καὶ τὴν αἰτίαν τῶν δεινῶν. Ὅτι ἐμοῦ ἠμέλησας, λέγει Κύριος. Ἐντρεπτικῶς, Τοῦ δεσπότου ἠμέλησας Καὶ τὸ ἀξιόπιστον. Οὐκ ἀρκεῖ τοῦτο εἰς κόλασιν; οὐ πάσης τιμωρίας χαλεπώτερον; εἰ γὰρ μὴ πόλεμος ἦν, εἰ 64.804 γὰρ μὴ πόλεως ἅλωσις, αὐτὸ τοῦτο μόνον ἀκοῦσαι τὸ ῥῆμα, πόσην ἔχει τιμωρίαν; Τουτέστιν, ὥσπερ ἐκεῖνοι οἱ ὀπωροφύλακες εὑρόντες τινὰ κλέπτοντα βοῶσι, καὶ εἰς φόβον καθιστῶσι τὸν κλέπτην, καὶ μετὰ πάσης προθυμίας αὐτοὶ ἐπιᾶσιν ἑλεῖν βουλόμενοι τὸν τολμήσαντα. Οὕτω καὶ οὗτοι βοῶσι μόνον, καὶ εἰς φυγὴν ὑμᾶς τρέπουσιν, ὡς ἐπ' ἀλλοτρίοις ὄντας. Ὅτι ἐμοῦ ἠμέλησας, λέγει Κύριος. Ἄξια ὧν ἐτόλμησας ὑπομενεῖς, καὶ θερίσεις ἃ ἔσπαρκας. Αἱ ὁδοί σου, καὶ τὰ ἐπιτηδεύματά σου ἐποίησαν. Τίς λοιπὸν ἐλπὶς θεραπείας ἐστὶ, τοῦ κεφαλαίου, καὶ ἡγεμονικωτάτου διαφθαρέντος; ἔστι γὰρ κακία οὐ πικρὰ, ἔστι κακία ἐξ ἀφελείας γινομένη, ᾗ καὶ συγγνοίη τις ἄν. Αὕτη, φησὶν, ἀφόρητός ἐστι, τῷ καὶ μόνιμος γενέσθαι, καὶ πρὸς αὐτὴν, φησὶν, ἐλθεῖν τὴν καρδίαν. Τὴν κοιλίαν μου ἀλγῶ. *Ταῦτα προειπὼν ὁ προφήτης, ὑπὲρ ἐκείνων ὀδυνᾶται, καὶ ἀποδύρεται, καὶ λέγει· Τὴν κοιλίαν μου, τὴν κοιλίαν μου ἐγὼ ἀλγῶ, καὶ τὰ αἰσθητήρια τῆς καρδίας μου. Ἔλαβε δὲ τοῦτο ἐκ μεταφορᾶς τῆς ὀδυνομένης γυναικός. Μαιμάσσει ἡ ψυχή μου, τουτέστι, θορυβεῖται ἐν ἀγῶνι τυγχάνουσα. Σπαράσσεται ἡ καρδία μου, τουτέστιν, ὑπὸ τοῦ δέους πηδᾷ μόνον οὐχὶ ἐξελθεῖν βουλομένη· μιμεῖται μητέρα τὰ σπλάγχνα σπαραττομένην, ἐπὶ τέκνων ὀλέθρῳ. Ὅτι φωνὴν σάλπιγγος ἤκουσεν ἡ ψυχή μου. Ἔνθους γέγονεν ὁ προφήτης. Οὐ νῦν, ἀλλὰ μικρῷ πρόσθεν εἶπε ταῦτα, ἐπὶ πραγμάτων ὁρᾷ συμβαίνοντα προφητικοῖς ὀφθαλμοῖς, πολέμους, καὶ παρατάξεις, καὶ μάχας, σαλπίγγων ἠχὴν, θόρυβον ἵππων, ἔφοδον πολεμίων ἀνδρῶν, πάσας τὰς Ἰουδαίων συμφοράς. Ὅρα δέ μοι τοῦ Θεοῦ τὴν μακροθυμίαν· ἠπείλησε διὰ ῥημάτων, οὐκ ἔδακεν αὐτοὺς ὁ λόγος· ἀξιοπιστοτέραν ποιεῖ τὴν πρόῤῥησιν, αὐτὸν τὸν ἀξιοῦντα θεατὴν τῶν λεγομένων ποιῶν. Συντριμμὸν ἐπικαλεῖται, ὅτι τεταλαιπώρηκε πᾶσα ἡ γῆ· ἄφνω τεταλαιπώρηκεν ἡ σκηνή. ∆ιεσπάσθησαν αἱ δέῤῥεις μου. Τὸ εὐάλωτον δείκνυσι, σκηνὴν καλῶν· ἄλλως δὲ οὐκ ἄν τις ἁμάρτοι, πόλιν πᾶσαν, καὶ οἰκίαν πᾶσαν τούτῳ τῷ τρόπῳ τῆς προσηγορίας προσονομάζων· σκηνὴ γὰρ ὁ παρὼν βίος ἐστίν. Οὐδὲ πόνου δεήσει τοῖς πολεμίοις, οὐδὲ χρόνου τινὸς, ἀλλ' ὥσπερ σκηνὴν διασπῶντες, οὕτω κρατοῦσι τῶν τειχῶν. Ὅρα δὲ καὶ τὸ τοῦ προφήτου φιλόστοργον, πᾶσαν οἰκειοῦται τὴν πόλιν, οἰκίαν αὐτοῦ φησιν εἶναι τὴν Ἱερουσαλήμ. ∆ιεσπάσθησαν αἱ δέῤῥεις μου. Περὶ τῶν λοιπῶν πόλεών φησιν· ἔλαβε δὲ αὐτὸ ἐκ μεταφορᾶς τῶν ἐν ταῖς στρατοπεδείαις σκηνοποιουμένων βασιλέων, καὶ τῶν λοιπῶν. Τινὲς δὲ σκηνὴν μὲν ἔφασαν τὰ βασίλεια, δέῤῥεις δὲ τὰς λοιπὰς οἰκίας τῆς πόλεως. Ἕως πότε ὄψομαι φεύγοντας, ἀκούων φωνὴν σαλπίγγων; Τί οὖν δὴ τῶν μὲν σαλπίγγων ἠχουσῶν, καὶ πο 64.805 λέμου, καὶ μάχην, οὐ πρὸς ἡμᾶς δὲ ἀφικνουμένων; ἀλλ' ἐπήγαγεν, ὅτι Τεταλαιπώρηκε πᾶσα ἡ γῆ. Καλῶς τὸ, τεταλαιπώρηκε· πανταχοῦ γὰρ σπουδάζει θεόθεν τὸν πόλεμον ἀναῤῥιπιζόμενον τοῖς ἰδίοις ἐπιδεῖξαι τοῦτον. Τὸ γὰρ ταλαιπωρῆσαι τοῦτό ἐστιν. Οὐ γὰρ διὰ πολέμου μόνον καὶ μάχης αὐτῶν ἐκράτουν, ἀλλ' ἀθρόον ἐλθόντες καὶ παρ' ἐλπίδας καὶ ἄφνω. Θεατὴν αὐτὸν ποιεῖ, καὶ ἀκροατὴν, ἵνα ἑκατέρωθεν αὐτοὺς καταπλήξῃ. Εἶδεν ὁ προφήτης, ἵνα μὴ ἴδωσιν οἱ Ἰουδαῖοι. Ἐπῄνεσε τὴν καρδίαν ὁ Ἱερεμίας, ἵνααὐτοὺς ἐν ἀσφαλείᾳ φυλάξῃ, πολλαχοῦ τοὺς θεραπεύοντας ἐκδίδωσι. ∆ιότι οἱ ἡγούμενοι τοῦ λαοῦ μου ἐμὲ οὐκ ᾔδεισαν. Ἡ μεγίστη κατηγορία, ὅταν οἱ τοὺς ἄλλους διδάσκειν ὀφείλοντες, αὐτοὶ πρῶτον ἀγνοῶσιν. *Εἶτα τοῦ προφήτου