1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

42

καρδίᾳ, καὶ δεσμεύων τὰ συντρίμματα αὐτῶν. *Συνήγαγεν ἔξω τὴν ὑπόστασίν σου. Τουτέστι τὸν ἀλλότριον σε πλοῦτον ἐπικομίσασθαι πεποίηκεν· ἐσκύλευσε γὰρ Αἰγυπτίους. Κατοικοῦσα ἐν ἐκλεκτοῖς. Τουτέστι, καὶ ἐν τῇ καλλίστῃ γῇ κατοικίσαι πεποίηκε. Ἰδοὺ ἐγὼ σκελίζω, ὅπως εὑρεθῇ ἡ πληγή σου. Ἐπειδὴ γὰρ οὐχ ὡς ἀνθρώποις προσεῖχον αὐτοῖς, οὐδὲ παρὰ Θεοῦ οὗτοι ἐνόμιζον εἶναι τὰ ἀγαθά· ἀλλ' ἔλεγον· Ἐν τῇ ἰσχύϊ ἡμῶν ἔχομεν κέρατα· ὁ δὲ Κύριος οὐ μὴ ἀγαθοποιήσῃ, οὐδ' οὐ μὴ κακοποιήσῃ· διὰ τοῦτό φησιν, Ὅπως εὑρεθῇ ἡ πληγή σου. *Ἰδοὺ ἐγὼ σκληρυνῶ τοὺς κατοικοῦντας τὴν γῆν. Τουτέστιν ἀσθενεῖς ἐργάσομαι. Οὐαὶ ἐπὶ συντρίμματί σου .... Ἀλγηρὰ ἡ πληγή σου. ∆ικαίως ὅταν ἀπὸ κακίας ᾖ, ὅταν παρὰ Θεοῦ, ὅταν κατὰ ὀργὴν, ὅταν κατὰ ἐπιβουλὴν ἀνθρώπων. Ὡς ἐκ τῆς πόλεως ποιεῖται τοὺς λόγους. Κἀγὼ εἶπα, οὕτως τοῦτο τραῦμά ἐστι. Τὰ γὰρ ἄλλα οὐκ ἦν τραύματα φορητὰ, ἀλλὰ δεινά. *Καὶ ἐγὼ εἶπον, Οὕτως τὸ τραῦμά μοί ἐστιν. Ὁ προφήτης λέγει, ὀδυρόμενος διὰ τὰ κακὰ τῶν Ἰουδαίων. Ἡ σκηνή σου ἐταλαιπώρησεν· ὤλετο, καὶ πᾶσαι αἱ δέῤῥεις μου. *Τουτέστιν, ἔπεσε· λέγει δὲ περὶ τῆς Ἱερουσαλήμ. Τουτέστι, Τὰ τείχη οὐκ ἴσχυσάν με περιβαλεῖν. Τουτέστι, κατεσφράγισαν ἴσ. κατεισέφρησαν. μεγάλα τὰ δεινά. Οὐ γὰρ οὕτως προσεδόκησαν τὰ τῆς ἐφόδου. Οἶδα, Κύριε, ὅτι οὐχὶ τοῦ ἀνθρώπου ἡ ὁδὸς αὐτοῦ. Περὶ τοῦ Βαβυλωνίου λέγει.

ΚΕΦΑΛ. ΙΑʹ.

Ὁ λόγος ὁ γενόμενος πρὸς τὸν Ἱερεμίαν παρὰ Κυρίου λέγων· Ἀκούσατε τοὺς λόγους τῆς διαθήκης ταύτης. ∆είξας μάταιον τὸν λόγον τῶν λεγόντων, ὡς οὐδὲ 64.865 ἁμαρτάνοντας αὐτοὺς κολάσει Θεὸς, προνοῶν τοῦ 64.865 ναοῦ· καὶ ὡς οὐδὲ ἐκ τῆς περιτομῆς ὄφελός τι ἕξουσιν ἁμαρτάνοντες εἰς Θεόν. ∆ιὰ τοῦτο ἀπειλεῖ αὐτοῖς, ὡς Τὴν ἐσχάτην ὑφέξεσθε τιμωρίαν μὴ ἀκούσαντες τῆς τοῦ προφήτου παραινέσεως. *Ἐπικατάρατος ἄνθρωπος, ὃς οὐκ ἀκούσει τὸν λόγον τῆς διαθήκης ταύτης, ἧς ἐνετειλάμην τοῖς πατράσιν ὑμῶν, ἐν ἡμέρᾳ ᾗ ἀνήγαγον αὐτοὺς ἐκ γῆς Αἰγύπτου, ἐκ τῆς καμίνου τῆς σιδηρᾶς. Ὁ Ἑβραῖος, ἐκ τῆς καμίνου σιδήρου, λέγει. Ἵνα εἴπῃ, ὅτι Οἱ πατέρες ὑμῶν οὕτως κακοῖς διαφόροις ἐνέπεσον, ὡς ὁ σίδηρος ἐν καμίνῳ μαλαττόμενος καὶ τυπτόμενος. *Πῶς τῶν Αἰγυπτίων ἤκουσεν ἴσ. Πῶς ὑπὸ τῶν Αἰγυπτίων καὶ ταλαιπωρούμενοι καὶ ἀναιρούμενοι ἤκουον; ἵνα δείξῃ ὅτι δυνατὸν ἀκούειν, ὅταν θέλωσι. Πηλὸς ἦν καὶ πλινθία, καὶ οὐδεὶς ἀντέλεγεν· ἄνεσις καὶ μάννα, καὶ ἐγόγγυζον. Ἀλλ' οὐδὲν μέγα ἐδόκει εἶναι τοῖς παχυτέροις. Ὅπως στήσω τὸν ὅρκον μου, ὃν ὤμοσα τοῖς πατράσιν ὑμῶν τοῦ δοῦναι. Οὕτω καὶ ἐν τῇ Καινῇ ποιεῖ, ἐξείλετο ἡμᾶς δουλείας χαλεπῆς, καὶ τυραννίδος ἀφορήτου καὶ δεινῆς, οὐδὲ καλέσασιν αὐτὸν, οὐδὲ δεηθεῖσιν αὐτοῦ ἔδωκε νόμον. Καὶ πάλιν ὑπισχνεῖται δώσειν βασιλείαν οὐρανῶν. Ἀνάγνωθι τοὺς λόγους τούτους, κ. τ. λ. καὶ οὐκ ἐποίησαν. Ὅρα ἀνθρωπίνην συμπάθειαν, ἐλεηθῆναι μόνον βουλομένου αὐτοὺς, οὐχὶ τὸ δίκαιον σκοποῦντος, ἀλλὰ τὸ συγγενές. Ἑτέρως φείδεται πατὴρ, ἑτέρως ξένος. Πατὴρ πολλάκις κολάζει, καὶ οὐ κάμπτεται· ὁ δὲ ἀλλότριος ὁρῶν κάμπτεται. Ἆρα φιλοστοργότερος οὗτος παρ' ἡμῖν; Παρίημι πάντα ἐκεῖνα ἀπὸ τοῦ νῦν· ἔστω παράδειγμα μέγιστον αὐτοῖς τὰ πάτρια κακά. Εὑρέθη σύνδεσμος ἐν ἀνδράσιν Ἰούδα. Τὴν πλοκὴν τῶν κακῶν τὴν διὰ τὰ ἁμαρτήματα λέγει. Ἐπεστράφησαν ἐπὶ τὰς ἀδικίας τῶν πατέρων αὐτῶν τῶν προτέρων. Ποία συγγνώμη; Τί δύσκολον; Τί χαλεπόν; χαλεπὸν τὸ ἁμαρτεῖν. Οὐχ ἑώρων παράδειγμα τοὺς προγόνους. Καὶ σὺ μὴ προσεύχου περὶ τοῦ λαοῦ τούτου. Ὅτι οὐκ εἰσακούσομαι. Εἶδες ἀπόφασιν; καὶ