1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

66

τιμωρεῖται. Ἐπάγει γοῦν· Καὶ ὁ ἐκπορευόμενος. Τίς οὐκ ἂν εἵλετο προσχωρῆσαι, θεήλατον οὕτω τὴν νόσον ὁρῶν; εἰ γὰρ καὶ τοὺς ἀπομένοντας τοιαῦτα ἔμενε δεινὰ, καὶ πάντως ἀπολέσθαι ἐχρῆν, τίνος ἕνεκεν οὐ προσεχώρουν; ἦ δῆλον ἐκ τοῦ μὴ πιστεύειν. Οἶκος ∆αυΐδ. Οὐχ ἁπλῶς αὐτοὺς ἀνέμνησε τοῦ ∆αβὶδ, ἀλλ' ἵνα τὴν ἀρετὴν τοῦ προγόνου αἰσχυνθῶσιν. Εἰ καὶ μηδὲν ἕτερον, παύσωνται ὄντες πονηροί. Ἀκούσατε λόγον. Οὐ διὰ τὸ ἰσχὺν ἔχειν μεγάλην· οὐ διὰ τὸ μηδένα εἶναι τὸν ἰσχυρότερον· οὐ διὰ τοῦτο, ἀλλὰ διὰ τὰ ὑμέτερα ἐπιτηδεύματα. Τροφὴ γὰρ ἔσται τῷ πυρὶ τούτῳ τὰ ἁμαρτήματα τὰ ὑμέτερα. Ἰδοὺ ἐγὼ πρὸς σὲ τὸν κατοικοῦντα τὴν κοιλάδα Σὼρ, τὴν πεδινὴν, φησὶ Κύριος, τοὺς λέγοντας· Τίς πτοήσει ἡμᾶς, ἢ τίς εἰσελεύσεται εἰς τὸ κατοικητήριον; καὶ τὰ ἑξῆς. Οὐ καλῶς Σὼρ ἡρμήνευται παρὰ τῷ Ἑλληνικῷ· 64.937 παρὰ γὰρ τῷ Ἑβραίῳ Σοὺρ κεῖται· ἑρμηνεύεται δὲ πέτρα. Μηνύει δὲ τὴν Ἱερουσαλὴμ, ἥτις ἐν τῇ πέτρᾳ κοιλάδος τυγχάνει. Πέτραν δὲ κοιλάδος ἐκάλεσε, διὰ τὴν τοῦ τόπου θέσιν· ὡς τῶν μὲν περὶ τὴν Ἱερουσαλὴμ τόπων ὑπὸ πετρῶν συνεχομένων, οὔσης δὲ καὶ πεδιάδος ἐν κύκλῳ. Ἰδοὺ ἐγώ. Προφητεύει τῇ Τύρῳ δεινὰ, πολλὰ δὲ καὶ Ἰεζεκιὴλ, καὶ Ἡσαΐας περὶ τῆς Τύρου φησὶν, ὅτι ἐπῆρτο, ὅτι ἔχουσα διδασκαλίας ὁδὸν τοὺς ἐκ γειτόνων Ἰουδαίους, οὐδὲν ἐκαρπώσατο. ∆ιὰ γάρ τοι τοῦτο πρῶτον ἅπτεται τῶν ἐθνῶν τούτων, ὅτι τὰ Ἱεροσόλυμα πλησίον αὐτῶν ἦν· ἀκούεις δὲ προϊὼν, πῶς καὶ Βαβυλῶνος ἅπτεται καὶ τῶν λοιπῶν ἁπάντων, καὶ ὁρᾷς αὐτοῦ τὴν καθόλου πρόνοιαν.

ΚΕΦΑΛ. ΚΒʹ.

Ὅτι τάδε λέγει Κύριος κατὰ τοῦ οἴκου βασιλέως Ἰούδα, Γαλαὰδ, σύ μοι ἄρχῃ τοῦ Λιβάνου, ἐὰν μὴ θήσω σε εἰς ἔρημον, πόλεις μὴ κατοικισθησομένας. Τὴν Γαλαὰδ νῦν λέγει τὴν Ἱερουσαλὴμ, ἵνα τὸ φαιδρὸν αὐτῆς παραστήσῃ, ἐπειδὴ ἐπίδοξος καὶ ἡ Γαλαάδ. Ἀσαφῶς δὲ κεῖται τὸ νόημα· παραδείγματι δὲ ἐβουλήθη τὰ περὶ αὐτῆς εἰπεῖν. Τοῦτο οὖν βούλεται σημᾶναι, ὅτι ὥσπερ ἡ Γαλαὰδ ἀρχή ἐστι τοῦ Λιβάνου· ἐπίδοξος γὰρ αὕτη παρὰ πάσας τὰς παρὰ τὸν Λίβανον πόλεις κειμένας· οὕτω καὶ σὺ τῶν λοιπῶν πόλεων ἄρχεις. Ἀλλ' ὅμως, φησὶν, ἐπειδὴ ἀγνώμων ἐγένου περὶ ἐμὲ, τὴν ψῆφον ἐκφέρω κατὰ σοῦ. *Μὴ κλαίετε τὸν τεθνηκότα, μηδὲ θρηνεῖτε αὐτόν· κλαύσατε κλαυθμῷ τὸν ἐκπορευόμενον, ὅτι οὐκ ἐπιστρέψει ἔτι, οὐδὲ ὄψεται τὴν γῆν πατρίδος αὐτοῦ. Χαλεπὸν ὑπέστη τὸν θάνατον ὁ Ἰωακεὶμ ὁ τοῦ Ἰεχωνίου πατήρ· ἁλοὺς γὰρ ὑπὸ τοῦ Βαβυλωνίου, πρῶτον μὲν ἐδέθη πέδαις χαλκαῖς, εἶτα ἀποσφαγεὶς, ἐῤῥίφη πρὸ τῶν τειχῶν, οὐδὲ ταφῆς ἀξιωθεὶς ὑπὸ τοῦ Βαρβάρου. Καὶ μετὰ ταῦτα μετὰ τὸ τῆς πόλεως ἀποστῆναι τὸν Βαβυλώνιον, συναγαγόντες αὐτοῦ τὰ λείψανα, κατέθεντο ἐπὶ τῷ τόπῳ τοῦ θανάτου. Ὁ τοίνυν Θεὸς διὰ τοῦ προφήτου προλέγει χείρονα πείσεσθαι τὸν ζῶντα διὰ τὴν παρανομίαν. Τὸ οὖν, Μὴ κλαίετε τὸν τεθνηκότα, μηδὲ θρηνεῖτε αὐτὸν, περὶ τοῦ Ἰωακεὶμ λέγει. Τὸ δὲ, Κλαύσατε κλαυθμῷ τὸν ἐκπορευόμενον, ὅτι οὐκ ἐπιστρέψει ἔτι, περὶ τοῦ Ἰεχονίου λέγει· τρίμηνον γὰρ αὐτὸν βασιλεύσαντα μετῴκισε εἰς τὴν ἑαυτοῦ γῆν ὁ Ναβουχοδονόσορ. Μήποτε διὰ τὸν Ἰωσίαν φησίν· οὐδὲν γὰρ δεινὸν πέπονθεν, βίον μὲν ἐσχηκὼς ἀγαθὸν, προανηρπασμένος δὲ τῶν μελλόντων ἐν ἀλλοτρίᾳ γῇ δουλεύειν καὶ τελευτᾷν. ∆ιότι τάδε λέγει Κύριος ἐπὶ Σελλοὺμ υἱὸν Ἰωσίου τοῦ βασιλέως Ἰούδα, τὸν βασιλεύοντα ἀντὶ Ἰωσίου τοῦ πατρὸς αὐτοῦ. Σελλοὺμ λέγει τὸν Ἰεχονίαν· οὕτω γὰρ αὐτὸν ἐκάλουν. Ἑρμηνεύεται δὲ Εἰρηνικός. Ἐπειδὴ γὰρ 64.940 τὸν Ἰωακεὶμ τὸν τούτου πατέρα καταστάντα ὑπὸ τοῦ Αἰγυπτίου αἰχμάλωτον εἷλεν ὁ Βαβυλώνιος, καὶ ἐβασίλευσεν Ἰεχονίας, εἰρηνικὸν αὐτὸν ὀνομάζει, ὡσανεὶ τῆς γῆς οὐκ ἔτι πορθησομένης