1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

80

σπλάχνα μου ἐπ' αὐτὸν, καὶ οἰκτηρήσω αὐτὸν, εἶπε Κύριος. ∆ιὰ τοῦτο ἐπεσκεψάμην αὐτὸν, τουτέστιν, ἐκ τῆς περὶ αὐτὸν διαθέσεως οὐκ ἤνεγκα αὐτὸν ἐν συμφοραῖς ἰδεῖν. Εἶδες πόσην μεταβολὴν εἰργάσατο; Τὸν ἐν γῇ, τὸν μυσαρὸν, τὸν πολέμιον, τὸν ἐχθρὸν, παιδίον ἀγαπητὸν, ὥστε μὴ τῆς φύσεως εἶναι τὸ πρᾶγμα μόνον, καὶ παιδίον ἐλεύθερον, καὶ εὐγενές. Στῆσον σεαυτῇ Σιώνιμ σκοπούς. Σιώνιμ σημεῖα ἑρμηνεύεται. Λέγει τοίνυν, ὅτι Σημείωσαι τὴν ὁδὸν ὥσπερ σκοποὺς θεὶς ἐν ἑαυτῇ, διὰ γὰρ ταύτης ἐπανελεύσει. *Ποίησον δὲ αὐτῇ τιμωρίαν. Ἀσαφῶς κεῖται παρὰ τῷ Ἑλληνικῷ. Ὁ γὰρ Ἑβραῖος οὕτως ἔχει· Στῆσον σεαυτῇ σημεῖα, ἀντὶ τοῦ, τιμωρίαν· ἴσως δὲ κατὰ τὸ Ἑλληνικὸν αὕτη κεῖται ἡ ἔννοια, ὅτι Παράστησον τὸν σκοπὸν, τουτέστι, τὸ σημεῖον ὅθεν παρῆλθες τιμωρηθεῖσα, ἵνα ἐπανιοῦσα γνῷς τῆς ἐνεργείας τὸ μέγεθος. Εἰδέναι δὲ δεῖ, ὅτι παρὰ τῷ Ἑβραίῳ τὸ, τιμωρία, οὐ κεῖται. *∆ὸς τὴν καρδίαν σου εἰς τοὺς ὤμους σου, ὁδὸν ἣν ἐπορεύθης. Τουτέστιν, ἐννόησαι τὴν καρδίαν σου τὴν ὁδὸν ταύτην ἣν πορεύῃ μοχθοῦσα. *∆ιάστρεψον εἰς τὰς πόλεις σου πενθοῦσα. Ὁ Ἑβραῖος, Ἀνάστρεψον εἰς τὰς πόλεις σου ταύτας. Ἀντὶ γὰρ τοῦ, πενθοῦσα, ταύτας ἔχει· κἀνταῦθα δὲ ἡ ἐπωνυμία τὴν ἐναλλαγὴν τῆς ἑρμηνείας ἐποίησε. Τὸ γὰρ ἀλὰ, πένθος μηνύει, τὸ δὲ ἐλὲ, αὕτη. Οὕτω δὲ νοητέον τὸ Ἑλληνικόν· Ἀνάστρεψον εἰς τὰς πόλεις σου, ἡ πενθοῦσα, τουτέστιν, ἡ νῦν μετὰ πένθους ἀπιοῦσα, ἀναστρέψει μετὰ χαρᾶς. *Ἕως πότε ἐπιστρέψεις, θυγάτηρ ἠτιμωμένη; Ὁ Ἑβραῖος οὕτως ἔχει· Ἕως πότε διασύρεις, 64.980 θυγάτηρ ἁμαρτάνουσα, ἢ ἀεὶ διαστρεφομένη, τουτέστιν, ἐὰν μεταγνῷς, τάχιστά σε τῆς αἰχμαλωσίας ἐπανάξει Θεός. *Εἰς καταφύτευσιν καινὴν, ἐν τῇ σωτηρίᾳ περιελεύσονται ἄνθρωποι. Τουτέστιν, εἰς νέαν φυτείαν ἐργάσεταί σε Θεός. Τὸ γὰρ, καινὴν, ἀντὶ τοῦ, νεαράν. Πότε τοίνυν τοῦτο ποιήσει; ἐν τῇ ἐπανόδῳ, ὅτε σοι τὴν σωτηρίαν παρέξει. Οὐ καθάπερ πρότερον, ὥστε ἀναπαυθῆναι πάλιν, πάντα ἐκεῖνα σεσίγηται· οὐκέτι λόγος αὐτῶν οὐδείς. Καὶ ἐνοικοῦντες. Πανταχοῦ τὰ ἀγαθὰ, καὶ μέχρι τῶν γειτόνων· δίκαιον δὲ ὄρος καὶ ἅγιον· οὐχ ὡς τῶν λίθων δεχομένων τὴν ἀρετὴν, ἀλλὰ τῶν ἐνοικούντων. Εἴωθε γὰρ κοινωνεῖν τοῖς τόποις ἡ φήμη τῶν κατοικούντων. Ὅρα μεταβολήν. *Καὶ ἀρθήσεται ἐν ποιμνίῳ. Τουτέστι, συναχθήσεται ὡς ποίμνιον. Μέγα ἀγαθὸν, οὐχ ὅταν ἀπολαύωμεν τῶν ἀγαθῶν, ἀλλ' ὅταν κατὰ γνώμην Θεοῦ, ὅταν καὶ αὐτὸν τοῦτο εὐφραίνῃ. *∆ιὰ τοῦτο ἐξηγέρθην, καὶ εἶδον, καὶ ὁ ὕπνος μου ἡδύς μοι ἐγενήθη. Ταῦτα, φησὶν, ἀπεκαλύφθη μοι καθεύδοντι, καὶ ἡδὺν τὸν ὕπνον ἔχοντι. Καὶ ἔσται ὥσπερ. Μεθ' ὅσης σπουδῆς κἀκεῖνα ἐποίησα, καὶ ταῦτα, φησὶν, ὅσα μοι οἰκειότερά ἐστι· μηδεὶς οὖν ἀπιστείτω. Ὁ γὰρ οὕτω σφοδρὸς πρὸς τιμωρίαν, πρᾶγμα ἀλλότριον ἐμοὶ, πολλῷ μᾶλλον διεγείρομαι πρὸς τὸ οἰκεῖον. Ἐν ταῖς ἡμέραις. Τοῦτο καὶ Ἰεζεκιήλ φησιν. Ὅλως γὰρ ἐγένετο πρότερον, καὶ συνέβαινε πρᾶγμα τοσαύτης ἀδικίας γέμον, εἰπέ μοι; καὶ πατέρων, ἁμαρτανόντων ἕτερος ἐκολάζετο; καὶ ποῦ ταῦτα ἀνεκτὰ, εἰπέ μοι, Καὶ μετ' ὀλίγα· Προσχῶμεν τοῖς λεγομένοις. Οὐ μὴ εἴπωσιν· εἶπεν, οὐκ εἶπεν, Οὐ μὴ γένηται, δεικνὺς ὅτι οὐδὲ πρὸ τούτου ἐγένετο. Εἰ μὲν γὰρ εἶπεν· Ἐν ταῖς ἡμέραις ἐκείναις οὐκέτι οὐ μὴ γένηται τοῦτο, καλῶς ἂν εἶπες, ὅτι πρὸ τούτου ἐγένετο. Εἰ δὲ λέγει, Οὐκέτι οὐ μὴ εἴπωσι, τῆς διεφθαρμένης αὐτῶν ψήφου κρίσις ἐστίν. Ἀλλ' ἢ ἕκαστος ἐν τῇ ἑαυτοῦ ἁμαρτίᾳ ἀποθανεῖται. Προφητεία τίς ἐστι καὶ σαφὴς, περὶ ἧς καὶ Παῦλος ἐπεμνήσθη ποτὲ, ἐπιστέλλων Ἑβραίοις· Ὅπου δὲ ἄφεσις ἁμαρτημάτων, οὐκέτι προσφορὰ περὶ ἁμαρτίας ἔσται καιρός· καὶ οὐ λέγει ποῖος, καὶ πότε, καὶ μετὰ πόσον χρόνον. Ἐβούλετο γὰρ αὐτὰ συνεσκιάσθαι. Κατὰ τὴν διαθήκην. Εἰπὲ, διατί οὐ τοιαύτην διαθήκην δίδως; Κατέγνω αὐτῆς; ἀτελὲς εἶχεν. Οὐκοῦν οὐδὲ παρὰ τὴν ἀρχὴν δοθῆναι ἔδει· ἄνθρωποι νόμους τιθέασι, καὶ βούλονται διὰ παντὸς εἶναι κυρίους, σὺ δὲ οὐκέτι. 64.981 Ὅτι αὐτοὶ οὐκ