1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

82

τὴν πρὸς Ἀβραὰμ ἐπαγγελίαν. *Ἐὰν ὑψωθῇ ὁ οὐρανὸς εἰς τὰ μετέωρα, καὶ ἐὰν ταπεινωθῇ τὸ ἔδαφος τῆς γῆς κάτω, καὶ ἐγὼ ἀποδοκιμῶ πᾶν τὸ γένος Ἰσραὴλ, φησὶ Κύριος, περὶ πάντων ὧν ἐποίησαν. Τουτέστιν, ἐὰν δυνηθῇ τὸ ὕψος μετρηθῆναι τοῦ οὐρανοῦ, καὶ τὰ βάθη καταληφθῆναι τῆς γῆς, ἐνδέχεται κἀμὲ ἀποποιήσασθαι τοῦ Ἰσραὴλ τὸ γένος. Ἵνα εἴπῃ· Ὡς ταῦτα, οὕτως ἄνωθεν ποιῆσαι ἐδοκίμασα, καὶ γενόμενα διέμεινε τοῖς τεθεῖσιν ὅροις ἑπόμενα, οὕτως ἔσται καὶ ἡ πρὸς τὸν Ἀβραὰμ ἐπαγγελία ἀμετάπτωτος. Οὐδὲ γὰρ οὐδὲ νῦν διὰ τὴν τούτων αἰχμαλωσίαν παρέβην τὴν πρὸς ἐκεῖνον συνθήκην. *Ἰδοὺ ἡμέραι ἔρχονται, φησὶ Κύριος, καὶ οἰκοδομηθήσεται πόλις τῷ Κυρίῳ ἀπὸ πύργου Ἀνανιὴλ, ἕως τῆς πύλης τῆς γωνίας, καὶ τὰ ἑξῆς. Τουτέστιν, ἀπὸ τοῦ πύργου Ἀνανιήλ. Βούλεται δὲ εἰπεῖν τῆς πόλεως τὸ μέγεθος, καὶ ὅτι μείζων ἔσται, ἢ πάλαι ἐτύγχανεν οὖσα. Ἀνανιὴλ δέ τις ἦν τῶν στρατηγῶν. *Καὶ διεξελεύσεται ἔτι ἐλπὶς τῶν σχοινίων τῆς διαμετρήσεως αὐτῆς. Τὰ μέτρα λέγει τῆς πόλεως, τουτέστιν, ἀπὸ τῆς γωνίας ἐπ' εὐθεῖαν ταθήσεται, ἐλπίδος οὔσης χρη 64.985 στῆς, ὡς περαιωθήσεται τὸ προκείμενον, Θεοῦ συνεργοῦντος. Ἕως βουνοῦ Γαρὶβ ὄνομα τόπου· καὶ περικυκλωθήσεται τῷ Γοαθᾴ πάλιν ὄνομα τόπου. *Καὶ πᾶσαν τὴν κοιλάδα τῶν Φααγαρὶμ καὶ τὴν σποδιὰν Φααγαρίμ. Τουτέστιν, ἔνθα τὰ νεκρὰ ῥίπτεται. Καὶ τὴν σποδιὰν, ἀντὶ τοῦ, καὶ τὰ κοθέσια ἴσ. νεκροθέσια. Τὸ αὐτὸ δὲ σημαίνει καὶ τὸ ἐπαγόμενον, καὶ πᾶσαν Ἀνασαριμὼθ, ἀντὶ, τόπον κοπρίας. Ἕως χειμάῤῥου Κέδρου, ἕως τῆς γωνίας πύλης, ἵππων Ἀνατολῆς ἁγίασμα τῷ Κυρίῳ. Τουτέστιν, ἃ πάλαι ἦν, ἔξω τῆς πόλεως εἰς τὸ ῥίπτεσθαι τὴν κόπρον, ταῦτα περιληφθήσεται εἰς τὴν πόλιν, καὶ κοσμηθήσεται, καὶ ἔσται ἅπας ὁ τόπος ἁγίασμα τῷ Κυρίῳ, τουτέστιν, ἀφωρισμένα τῷ Θεῷ. Τὸ δὲ, ἵππων Ἀνατολῆς, τουτέστι, τῆς πύλης τῶν ἵππων τῆς ἐξ Ἀνατολῆς.

ΚΕΦΑΛ. ΛΒʹ.

Ὁ λόγος ὁ γενόμενος. Ὁρᾷς τοῦ Θεοῦ μακροθυμίαν; τοσοῦτον ἠνέσχετο χρόνον αὐτῶν μετὰ τὴν ἀπόστασιν, καὶ τὸ παρασπονδῆσαι, καὶ οὐδὲ οὕτω γέγονε βελτίων· ἀλλὰ καὶ τῶν δεινῶν ἀπειλουμένων, ἴσος ἦν ὁ αὐτός· καὶ οὐκ ἤρκεσε τοῦτο, ἀλλὰ καὶ τὸν προφήτην κατέκλεισεν εἰς δεσμωτήριον. Καὶ Ἱερεμίας ἐφυλάσσετο. Τίνος ἕνεκεν; εἰπέ μοι. Ἐπειδὴ λέγεις· Οὕτως εἶπε Κύριος· Ἰδοὺ δίδωμι τὴν πόλιν ταύτην. Μὴ γὰρ ἐμὰ τὰ ῥήματά ἐστιν; Εἰ μὲν οὖν ἐμὰ, φοβεῖσθαι αὐτὰ οὐ χρή· εἰ δὲ οὐκ ἐμὰ, δεῖ πιστεύειν ὅτι οὐκ ἐμά ἐστι, καὶ ὅτι ἀληθῆ ἔσται· Ἀλλ' ἔθος τοῦτο τοῖς ἐλεγχομένοις λέγειν· ∆ήσωμεν τὸν δίκαιον, ὅτι δύσχρηστος ἡμῖν ἐστιν. Καὶ ὁ λόγος Κυρίου. Εἶτα ἵνα μὴ ἀπείπῃ, ἀγοράζει κελευσθεὶς παρὰ τοῦ Θεοῦ. Τίς τοῦτο ἂν ἐποίησε; τῆς πόλεως ἁλίσκεσθαι μελλούσης οὗτος ἀγροὺς ἀγοράζει. Καὶ μετ' ὀλίγα· Ἐβούλετο πιστεύεσθαι καὶ περὶ τῶν χρηστῶν. Ἐπειδὴ γὰρ ἐξέβη τὰ λυπηρὰ, καὶ διὰ τῶν πραγμάτων ἔδωκε πεῖραν τῆς αὐτοῦ δυνάμεως ὁ Θεὸς, παραμυθεῖται αὐτοὺς ἐν τοῖς λυπηροῖς ταῖς ἐλπίσι τῶν χρηστῶν· καὶ οὐκέτι ῥήματα, ἀλλὰ πράγματα. *Μηνύσας τοῦ λαοῦ τὴν ἄνοδον, πρὸς πληροφορίαν τῶν λεχθέντων προστάττει τῷ προφήτῃ ἐγκεκλεισμένῳ ἐπὶ τῆς τοῦ βασιλέως φυλακῆς τὸν τοῦ θείου ἀγρὸν, τουτέστι, τοῦ Ἀνανιὴλ, πρίασθαι, καὶ τοῦτο ποιήσας, καὶ τὰ γράμματα συντελέσας, καὶ τὴν νομὴν τοῦ ἀγροῦ δεξάμενος, προσέταξε τῷ Βαροὺχ ἐν ὀστρακίνῳ σκεύει καταθέσθαι τὸ βιβλίον, μήνυμα τοῦ αὖθις τὴν γῆν ἐν ἀπολαύσει τοῦ λαοῦ ἔσεσθαι. Τοῦ δὲ Βαροὺχ περιεστῶτος τὴν πόλιν, δέκατον γὰρ ἦν ἔτος τῆς βασιλείας Σεδεκίου, ἐν ᾧπερ ἀνελθὼν ὁ Βαβυλώνιος ἐπολιόρκει τὴν Ἱερουσαλὴμ, ἱκετεύει τὸν Θεὸν θαυμάζων ἐπὶ τῷ γενομένῳ ἢ πῶς προσέταξε τὸν ἀγρὸν λαβεῖν, εἴπερ τὴν πόλιν