1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

73

ΚΕΦΑΛ. Κςʹ.

Οὕτως εἶπε Κύριος· Στῆθι ἐν αὐλῇ οἴκου Κυρίου. Ἵνα μάθωσιν, ὅτι οὔτε ἡ ὄψις

ἐδυσώπησε τὸν προφήτην· ὥσπερ ἂν εἴτις ἀνδρὸς μεγάλου καὶ θαυ 64.957 μαστοῦ μέλλων καταψηφίζεσθαι, αὐτὸν εἰς μέσον ἀγάγοι τὸν ἄνδρα. Τί λέγεις; οὐ προλαβὼν εἶπες, ὅτι Ὥσπερ τὰ σῦκα τὰ πονηρὰ, οὕτως αὐτοὺς δώσω; πῶς οὖν δίδως ἐλπίδα μεταβολῆς; Μὴ ἀφέλῃς. Τίνος ἕνεκεν παραγγέλλεις; οὐχ ὡς τοῦτο ποιοῦντος τοῦ προφήτου; μὴ γένοιτο· ἀλλ' ἵνα ἀξιόπιστον ποιήσῃ τὸν λόγον, καὶ μᾶλλον αὐτοὺς πείσῃ προσέχειν· καὶ ὅλως ἀναγκαίας οὔσης λεχθῆναι τῆς προφητείας. Ἴσως ἀκούσονται. Πολλάκις συμβαίνει ὡς ἐπὶ τῶν ἀνελπίστων καὶ ἀπεγνωσμένων· τοῦτο πείθει τὸν προφήτην, Ἴσως ἀκούσονται, ὁ πάντα προειδώς φησι, καὶ εἰς ἐλπίδα ἄγων αὐτούς. Ἴσως συμβαίνει. Τὸ ἴσως, ἐν τῇ Γραφῇ ἐπὶ βεβαιώσει λέγεται. Ἴσως γὰρ ἐντραπήσονται τὸν υἱόν μου, ἀντὶ τοῦ ὀφείλουσιν ἐντραπῆναι. Καὶ ἀποστραφῇ. Τοῦτο μάλιστα ἤθελεν ὁ προφήτης ἀκοῦσαι· Σὺ βούλει παρακινδυνεῦσα ἐπ' ἐλπίδι τοιαύτῃ· εἰπὲ οὖν, Οὕτως εἶπε Κύριος. Καὶ δώσω τὸν οἶκον. Ὃ μάλιστα αὐτοὺς ἐλύπει· μέγα γὰρ ἐφρόνουν ἐπὶ τῷ ναῷ. *Πλὴν χεὶρ Ἀχικὰμ υἱοῦ Σαφανῆς μετὰ Ἰερεμίου, τοῦ μὴ παραδοθῆναι εἰς χεῖρας τοῦ λαοῦ, τοῦ μὴ ἀνελεῖν αὐτόν. Τουτέστι, ἐμήνυσεν αὐτῷ τὰς ἐπιβουλὰς, ὥστε ἐκκλῖναι. Ταῦτα ἀκολούθως κεῖται τῇ προφητείᾳ, ἐν οἷς ἄρχεται τῆς βασιλείας Ἰωακεὶμ, ὡς ἀνωτέρω ἐπεσημηνάμεθα· ἔνθα προεφήτευσε τῆς πόλεως καὶ τοῦ ναοῦ τὴν ἅλωσιν, καθάπερ ἤδη πρότερον ἐπὶ τῆς Σελὼ ἐγένετο. ∆ῆλον οὖν ὅτι ἅπερ ἀνωτέρω εἶπε κατὰ τοῦ Ἰωακεὶμ, ὅτι ταφείῳ οὐ ταφήσεται, καὶ ὅσα τοιαῦτα κατὰ τοῦτον εἶπε τὸν τρόπον, ἡνίκα συλλαβόμενος αὐτὸν ἀνελεῖν ἠβούλοντο, ὡς κατὰ τῆς πόλεως εἰρηκότα κακά. Ἀλλ' ὁ συνθεὶς, τοῦ προφήτου τὰ ῥήματα τέθεικεν αὐτὰ ἀνωτέρω, δι' ἣν αἰτίαν ἔφαμεν, ὥστε δῆλον ὡς οὐ διατέτμηται τῆς προτέρας ἀκολουθίας ἐκεῖνα· κεῖται δὲ καθ' ὃν ἡρμηνεύσαμεν τρόπον. Καὶ νῦν βελτίους ποιήσατε ὁδούς. Ὅρα πῶς videtur superfluere πῶς ἀντὶ ἀπολογουμένου, διδασκάλου λαβόντα τάξιν. Οὐ ζητεῖ ὅπως τὸν κίνδυνον διαφύγῃ, ἀλλ' ὅπως ἐκείνους ἐξαρπάσῃ τῶν δεινῶν. Καὶ ἀκούσατε. Εἰ γὰρ μὴ τιμωρία προὔκειτο, εἰ γὰρ μὴ δεινά τινα ἠπείλητο, τοῦ Θεοῦ ἡμῶν ἀκούειν οὐκ ἐχρῆν; Καὶ παύσεται. Τί τούτου λυσιτελέστερον τοῦ λόγου; Ἀλλ' ἀπιστεῖτε; μὴ γὰρ ἐγὼ ταῦτα ἀποφαίνομαι; Ὁ Θεός. Μὴ γὰρ ὁ Θεός; Ὑμεῖς καθ' ἑαυτῶν. Καὶ ἰδοὺ ἐγὼ, ἐν χερσὶν ὑμῶν. Τί οὖν; ἐὰν ἀποθάνω, οὐκ ἔσται ταῦτα; Περὶ τοῦ Στεφάνου ἔλεγον· Ὅτι λαλεῖ ῥήματα βλάσφημα κατὰ τοῦ τόπου τοῦ ἁγίου τούτου. 64.960 Ἀλλ' ἢ γνόντες. ∆ιατί; Οὐ γὰρ ἀπ' ἐμαυτοῦ, ἀλλὰ παρὰ τοῦ Θεοῦ λαλῶ. Καὶ εἶπον οἱ ἄρχοντες. Ὅρα, πῶς δεινοποιοῦσι τὸ πρᾶγμα· οὐ βούλονται τὰ ῥήματα εἰπεῖν, οὐκ ἀνεχόμενοι οὐδὲ μέχρι ψιλῆς γλώττης αὐτῶν ἐπιμνησθῆναι. Οὕτω καὶ ἐπὶ Στεφάνου, Ῥήματα βλάσφημα λαλεῖ. Οὐκ εἶπον, ποῖα τὰ βλάσφημα. Τῇ παραλείψει πολλάκις ἐπαίρομεν τὸ πρᾶγμα, ὡς ὅταν λέγωμεν· Οὐ θέλω εἰπεῖν ἅπερ εἶπεν. Καὶ μετ' ὀλίγα· Πῶς δὲ οὐκ ἤμελλον ἀξιόπιστοι κατήγοροι εἶναι; τὸ γὰρ αἰδέσιμον τῆς ἱερωσύνης, ἱκανὸν αὐτοὺς ποιῆσαι ἀξιοπίστους, οὓς ἔδει τοὺς ἄλλους καταστέλλειν, οὗτοι τὸν δῆμον ἐκκαίουσιν, οὗτοι τὴν ὀργὴν τοῦ πλήθους ἀναῤῥιπίζουσι, καὶ οὐδὲ ἀναμένουσι τὴν ψῆφον τῶν δικαζόντων. Καὶ εἶπον πάσῃ τῇ συναγωγῇ τοῦ λαοῦ. Χαλεπώτερον ἐκεῖνος εἶπεν, οὐχ ἁπλῶς ἐρημίαν, ἀλλὰ καὶ χαλεπὴν, μὴ ἀνῃρέθη; Ἀλλ' ἐφοβήθησαν τὸν Θεόν. Τοῦτο μόνον, καὶ πάντα ἔλυσε· τοῦτο καὶ νῦν ποιῆσαι ἐχρῆν, μὴ τὸν λέγοντα τὰ δεινὰ κατορύττειν, καὶ ἀναιρεῖν, ἀλλ' ὅπως ἀπαλλαγεῖεν αὐτῶν, σκοπεῖν. Ἡμεῖς ἐποιήσαμεν κακὰ μεγάλα ἐπὶ ψυχὰς ἡμῶν.