1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

19

Καὶ ὀμόσῃ· Ζῇ Κύριος, μετὰ ἀληθείας. Μηδεὶς ἐντεῦθεν λαμβανέτω πρόφασιν

ὅρκου, ἀλλ' ἀκουέτω τοῦ Εὐαγγελίου, ὅτι Ἠκούσατε, ὅτι ἐῤῥέθη τοῖς ἀρχαίοις· Οὐκ ἐπιορκήσεις· Ἐγὼ δὲ λέγω ὑμῖν, μὴ ὀμόσαι ὅλως. Πρὸ τούτου ταῦτα ἐλέγετο τοῖς ἀνοήτοις, τοῖς ἐξ εἰδώλων προαγομένοις, οὐχὶ τοῖς φιλοσοφοῦσιν, οὐχὶ τοῖς ἁπτομένοις τῶν οὐρανῶν, οὐχὶ τοῖς εἰς ἄνδρα τελοῦσιν. Τάδε λέγει Κύριος τοῖς ἀνδράσιν Ἰούδα, καὶ τοῖς κατοικοῦσιν Ἱερουσαλήμ. Ἀσφάλεια γὰρ πόλεως, οὐκ οἰκοδομῆς ἁρμονία, οὐδὲ λίθων μέγεθος, ἀλλ' ἡ τῶν ἐνοικούντων ἀρετή. Ὥσπερ οὖν καὶ προδοσία πόλεως οὐκ οἰκοδομημάτων σαθρότης, ἀλλ' ἡ τῶν πολιτῶν φαυλότης. Νεώσατε ἑαυτοῖς νεώματα, καὶ μὴ σπείρητε ἐπ' ἀκάνθαις. Ἐκ τῆς πείρας τῶν γεωργικῶν ὁ προφήτης παραγγέλλει γίνεσθαι ἐπὶ τῶν ψυχῶν, ἃς ὑπὸ πολλῆς ἀργίας ἐν τῷ παρελθόντι χρόνῳ, πολλὴν ἐξενεγκούσας κακίαν, καὶ ἔργα ἄκαρπα, τῷ ἀρότρῳ τοῦ λόγου μετασχεῖν παρακελεύεται. Οὐ γάρ ἐστι θεῖον ἁπλῶς δέξασθαι σπόρον, μὴ πρότερον τὰς ἀκάνθας ἐκβαλόντα· διό φησιν, Ἔκκλινον ἀπὸ κακοῦ, καὶ ποίησον ἀγαθόν. Γεωργήσατε, φησὶ, τὰς ἡμετέρας ψυχὰς, πρόῤῥιζον ἀνασπάσατε τῶν εἰδώλων τὴν μνήμην, ταῦτα γὰρ ἀκάνθας καλεῖ· τουτέστιν, ἐξάρατε τὰ εἴδωλα, καὶ οὕτω τῷ Θεῷ προσέρχεσθε, εἰς τὸν ναὸν ἀφικνούμενοι. Ἔλαβε δὲ καὶ αὐτὸ ἐκ μεταφορᾶς τῶν γεωργῶν. Τὸ οὖν· Μὴ σπείρητε ἐπ' ἀκάνθαις, τουτέστιν, Μὴ εἰδωλολατροῦντες εἰσέρχεσθαι εἰς τὸν ναόν. Περιτμήθητε τῷ Θεῷ ὑμῶν, καὶ περιτέμνεσθε τὴν σκληροκαρδίαν ὑμῶν, ἄνδρες Ἰούδα, καὶ οἱ κατοικοῦντες Ἱερουσαλήμ. Ἆρα περὶ ταύτης λέγει τῆς περιτομῆς; Οὐδαμῶς, ἀλλὰ περὶ τῆς κατὰ ψυχήν. Ἄρα ἐκείνη οὐ τῷ Θεῷ ἐστιν ἡ περιτομή· οὐ γὰρ ἂν εἶπεν, Τῷ Θεῷ περιτμήθητε. Καὶ μὴν εἶπεν ἄν τις ὅτι περιτεμνόμεθα· πῶς γὰρ ἂν αὐτοῦ οὐκ ἂν εἴη; Οὐ βούλομαι 64.796 τὴν παρ' ἑτέρου γινομένην περιτομὴν, ἀλλὰ τὴν παρ' ἡμῶν αὐτῶν, ἧς ἕκαστός ἐστι Κύριος. Ἐκείνη παρ' ἑτέρου γίνεται, καὶ ἐν σώματι γίγνεται· αὕτη οὐχί. Ὁρᾷς ὅτι συγκαταβάσεως ἦν ἡ παλαιά; Οὐ γὰρ ἂν εἶπεν τῷ Θεῷ ὑμῶν, εἰ μὴ ἐδήλου, ὅτι ἐκείνη, οὐ τῷ Θεῷ, τί γὰρ ὄφελος εἰς ἀρετὴν ἐκείνη; Τί ἐνταῦθά φησιν ὁ Ἰουδαῖος; Ὁρᾷς ὅτι ὁ νόμος ἄλλο τι αἰνίττεται; καὶ οὐκ ἔστι καθ' ἑαυτὸν ἱκανὸς σῶσαι, εἴγε τοιαύτη ἡ περιτομή; Ἄρα τῆς Καινῆς ἠρέμα παρανοιγομένης τὰς θύρας· ὁρᾷς τὴν παλαιὰν αὐτὴν ὑφ' ἑαυτῆς κατεργουμένην. Οὐκ εἶπε Παῦλος περὶ τούτου, Ἰουδαῖε, οὐκ ἐνομοθέτησε Πέτρος· Ἱερεμίας εἶπεν, ὃν περιέπεις ἔτι καὶ νῦν. Οὐκ ἐκ τῶν ἡμετέρων ταῦτα προφέρω σοι βιβλίων· ἐκ τῶν ἡμετέρων μᾶλλον, ἢ σῶν· καὶ γὰρ καὶ τὰ τῆς Καινῆς οὐχ ἧττον ἡμέτερα μᾶλλον ἢ σὰ, καὶ τὰ τῆς Παλαιᾶς οὐχ ἧττον ἀλλότριά σου· ὥσπερ ἐκείνοις ἀπιστεῖς οὕτω, καὶ τούτοις· Ὥστε ὁ μὲν Ἰουδαῖος ἀμφοτέρων ἐκπέπτωκεν, ἡμεῖς δὲ ἀμφοτέρων ἐχόμεθα· ἐν γὰρ ἀμφοτέραις τὸ πνεῦμα. Εἶτα διδάσκει ὁποία τοῦ Θεοῦ ἡ περιτομή. Καὶ περιτεμεῖσθαι τὴν σκληροκαρδίαν ἡμῶν. Σαφῶς ἐδίδαξεν ὡς ἡ φαινομένη περιτομὴ τύπος τῆς κεκρυμμένης ἐστὶν, καὶ ὅτι τῆς ἔνδον οὔσης περιττὴ ἡ τοῦ σώματος. Ἐντεῦθεν ὁρμώμενος ὁ θεῖος Ἀπόστολος Ῥωμαίοις γέγραφεν· Οὐ γὰρ ὁ ἐν τῷ φανερῷ Ἰουδαῖός ἐστιν, οὐδὲ ἡ ἐν τῷ φανερῷ ἐν σαρκὶ περιτομὴ, ἀλλ' ὁ ἐν τῷ κρυπτῷ Ἰουδαῖος, καὶ περιτομὴ καρδίας ἐν πνεύματι, οὐ γράμματι, οὗ ὁ ἔπαινος οὐκ ἐξ ἀνθρώπων, ἀλλ' ἐκ Θεοῦ. Ἤκουσε γὰρ τοῦ Θεοῦ διὰ τοῦ προφήτου λέγοντος· Περιτμήθητε τῷ Θεῷ ὑμῶν, ἄνδρες Ἰούδα, καὶ οἱ κατοικοῦντες Ἱερουσαλήμ. Μὴ ἐξέλθῃ ὡς πῦρ ὁ θυμός μου, καὶ καυθήσεται, καὶ οὐκ ἔσται ὁ σβεννύων ἀπὸ προσώπου πονηρίας ἐπιτηδευμάτων ἡμῶν. Ἀνθρωπίνως διαλέγεται, βουλόμενος αὐτοὺς παιδεῦσαι· διὸ πολλάκις ἐπικρεμνᾷ τὸν φόβον αὐτοῖς, καὶ οὐκ ἔσται ὁ σβέσων τὸ δεινὸν τοῦτο. Ἐπειδὴ γὰρ πολλάκις εἰς τὴν φιλανθρωπίαν αὐτοῦ τὰς ἐλπίδας εἶχον, ἀναιρεῖ ταύτην τὴν παραμυθίαν. *Τοῖς δὲ μὴ