1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

44

μὴ εὔχεσθαι ὑπὲρ αὐτῶν· δεῖξαι αὐτῷ βουλόμενος, ὅτι οὐκ ἔστι τοῦ Θεοῦ φιλανθρωπότερος, ἀλλὰ οὐδὲ κατὰ μικρὸν ἐγγὺς, ὅρα τί ποιεῖ. Τοὺς δόλους αὐτῶν καὶ τὰς βουλὰς κατασκευάζει γενέσθαι φανερὰς, ἐκπομπεύων ταῦτα, καὶ τί ἔπραττον, καὶ τί ἔλεγον. Ἵνα μάθῃ ὅτι οὐκ ἀπορῶν αὐτῶν οὐκ ἀκούει, ἀλλ' ἀναξίους ὄντας οὐκ ἐλεεῖ. Ἐγὼ δὲ ὡς ἀρνίον ἄκακον. Θαυμαστὴ ἡ ἀφέλεια τοῦ προφήτου. Οὐδὲν οὕτως ὁ Θεὸς προσίεται· ἄρα καὶ τὰ πρότερα ἐξ ἀφελοῦς πείρας ἔπαθεν. ∆εῦτε, καὶ ἐμβάλωμεν ξύλον εἰς τὸν ἄρτον αὐτοῦ. Τί ἐστι ξύλον; Σταυρώσωμεν αὐτὸν, ὡς ἐπικατάρατον, μηδὲ κοινῷ τελευτήσει θανάτῳ, καὶ μετὰ ὁμονοίας ἡ κακία. *Ἐπ' ἐμὲ ἐλογίσαντο λογισμὸν, λέγοντες· ∆εῦτε, καὶ ἐμβάλωμεν ξύλον εἰς τὸν ἄρτον αὐτοῦ, καὶ ἐκτρίψωμεν αὐτὸν ἀπὸ γῆς ζώντων. Τουτέστι ῥίζαν θανάσιμον· τοῦτο γὰρ λέγει ξύλον. Κύριε, κρίνων δίκαια. Ἴδοιμι τὴν παρὰ σοῦ ἐκδίκησιν ἐξ αὐτῶν, ὅτι πρὸς σὲ ἀπεκάλυψα τὸ δικαίωμά μου. Τουτέστι δικαίαν εἴσπραξαι παρ' αὐτῶν δίκην. Γνοὺς γὰρ αὐτῶν τὴν πονηρίαν, ἐπαύσατο τοῦ προσεύχεσθαι. Ὅρα παῤῥησίαν ἁπλῶς, καὶ εἰκῆ ταῦτα πάσχω· παρὰ σοῦ βούλομαι ἐκδίκησιν, ἂν θέλῃς, φησίν. Οὐκ ἂν δὲ γένοιτο παρὰ σοῦ, ὃ μὴ μετὰ τοῦ δικαίου γένοιτο, ὡς ὅταν παρὰ τοῦ κριτοῦ ἡ ἀπαίτησις. Οὐχ ἁπλῶς εἶπεν κρίνων δίκαια, δοκιμάζων νεφρούς. Εἴ τι λάθρα κατ' αὐτῶν τετόλμηται, εἴ τι κατὰ διάνοιαν, σὺ οἶδας ὁ τὰ ἀπόῤῥητα πάντων εἰδώς. Πρὸς σὲ ἀπεκάλυψα τὸ δικαίωμά μου. Τουτέστι τὰ δίκαιά μού σοι εἶπον. Σὺ Κύριος ἐπ 64.872 εξελθεῖν. Ὁρᾷς ὅτι οὐχ ἑαυτῷ ἐπιτρέπει, ἀλλὰ τῷ Θεῷ, ἤκουσάς μου τὰ δικαιώματα· ὡς θέλεις ποίησον. ∆ιὰ τοῦτο τάδε λέγει Κύριος ἐπὶ τοὺς ἄνδρας Ἀναθὼθ, τοὺς ζητοῦντας τὴν ψυχήν μου, τοὺς λέγοντας, Οὐ μὴ προφητεύσεις ἐπὶ τῷ ὀνόματι Κυρίου· εἰ δὲ μὴ, ἀποθάνῃ, κ. τ. λ. Ὁρᾷς ὅτι εἰς Θεὸν ἔτεινε τὸ πρᾶγμα. Ἐκώλυον λέγειν τὰ παρὰ Θεοῦ· τοῦτο καὶ Ἡσαΐας λέγει· Μὴ λέγετε ἡμῖν τὴν ὁδὸν Κυρίου, ἀλλὰ λέγετε ἡμῖν ἕτερα. Κἀκείνων πολλὴ ἡ κακία, ὅταν μὴ ἀνέχωνται μηδὲ φωνῆς θεραπεῦσαι δυναμένης· καὶ ὅρα τὴν κακίαν. Αὐτοὶ οἱ πολῖται καλλωπίζεσθαι ὀφείλοντες ἐπὶ τῷ προφήτῃ, αὐτοὶ αὐτὸν ἐπιχειροῦσιν ἀνελεῖν. Ἔνθα ἐβλάστησε τὸ καλὸν, ἐκεῖ πλείων ἡ κακία. Ἴσως καὶ φθόνος ἦν πολύς. Ἰδοὺ ἐγὼ ἐπισκέψομαι ἐπ' αὐτούς; καὶ οἱ υἱοὶ αὐτῶν, καὶ αἱ θυγατέρες, κ. τ. λ. Ἀλλ' ὅρα, χαλεπωτέραν ἔδωκαν δίκην· διατί καὶ οἱ παῖδες; Τίνος ἕνεκεν; Ἴσως καὶ αὐτοὶ πονηροὶ ἦσαν, οὐδὲ τῷ παραδείγματι τῶν ἀνδρῶν ἐσωφρονίσθησαν. Ὁρᾷς πῶς ἀγανακτῶ ὑβριζομένου σου· οὕτω καὶ σὺ ὑβριζομένου μου. Ὅτι ἐπάξω κακὰ ἐπὶ τοὺς κατοικοῦντας ἐν Ἀναθὼθ ἐν ἐνιαυτῷ ἐπισκέψεως αὐτῶν. Πάλιν εἰς ἀναβολὴν τὸν λόγον ἤγαγεν, ὅτε οὕτως ἐπείγει τὴν τιμωρίαν· πείθων αὐτὸν καὶ δεικνὺς πῶς ἐστιν ἀγαθός. Οὐχὶ νῦν ἐπάξω, φησὶν, ἀλλ' ἐν ἐνιαυτῷ, ὥστε καὶ ἔδωκεν αὐτοῖς καὶ προθεσμίαν μετανοίας.

ΚΕΦ. ΙΒʹ.

∆ίκαιος εἶ, Κύριε. Κοινότερον μὲν καὶ αὐτὸς ταῦτα διαπορεῖ. Οὐ περὶ τὴν τοῦ πράγματος φύσιν ἰλιγγιᾷ, ἀλλὰ περὶ τὸν τρόπον, καὶ φησίν· Οἴδαμεν γὰρ ὅτι δίκαιος εἶ, πλὴν τὸν τρόπον τῆς δικαιοσύνης οὐχ εὑρίσκω. Ὥσπερ ἂν εἴ τις οἰκοδόμον, ἢ κατασκάπτοντα ἴσ. εἶτα κατασ. οἰκίαν βλέπων λέγοι· Οἴδαμεν ὅτι οἰκοδόμος εἶ, ἀλλ' οὐχ ὁρῶ τὸν τρόπον τῆς οἰκοδομῆς ἄλλ. οἰκοδομίας. ∆ιὰ γὰρ τοῦτό φησι, καὶ σοὶ ἐντυγχάνω. Καὶ μετ' ὀλίγα· Οὔτε σοῦ τις καταγνώσεται ὡς ἀδίκου, οὔτε ἐμοῦ τις καταγνώσεται, ὡς ἀλόγως ζητοῦντος. Ὅτι ἀπολογήσομαι πρὸς σέ. Τουτέστι γνούς σε δίκαιον, ἐξ ὧν ἐδίδαξάς με τὰ κεκριμένα. Ἀπολογοῦμαι ὑπὲρ οὗ σε ἱκέτευσα. Πλὴν κρίματα λαλήσω πρὸς σέ. Τὸ ἐναντίον, φησὶ, νῦν δικαιολογήσομαι πρὸς σὲ, ὦ ∆εσπότα, ἐπισπεύδων τῶν