1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

95

σύμμαχος, καὶ ὁ ἔξαρχος, ἐπὶ τὸ 64.1021 αὐτὸ ἔπεσον ἀμφότεροι· ἵνα εἴπῃ, Οὐδεὶς περιελείφθη τῶν μετὰ τοῦ Νεχαώ. Ἕως τούτου τὰ πάλαι διηγητὰ, καὶ λοιπὸν ἄρχεται τῆς κατ' Αἰγυπτίων ὁράσεως. Τὸ διάδηλον τῆς συμφορᾶς, ὅτι ἠσθένησαν ἐν τῇ παρατάξει. Ἐπίστηθι, καὶ ἑτοίμασον σεαυτῇ, ὅτι κατέφαγε μάχαιρα τὴν σμίλακά σου. Τουτέστι, τὴν δύναμίν σου, ἢ τὴν ἀσφάλειαν· ἐχρήσατο δὲ μεταφορᾷ. Σμίλαξ γὰρ ἄκανθά ἐστιν ἐπὶ πολὺ ἐκτεινομένη, ᾗ κέχρηνται μάλιστα ἐν τοῖς ἀγροῖς, οἱ φραγμοὺς ποιοῦντες, διὰ τὸ περιπλοκαῖς κεχρῆσθαι πολλαῖς, καὶ ἀσφαλῆ τὸν φραγμὸν ἐργάζεσθαι. Ὅτι κατέφαγε μάχαιρα τὴν σμίλακά σου· βοτάνη ἐστὶ πάντα κατατρώγουσα. ∆ιατί ἔφυγεν ὁ μόσχος σου ὁ ἐκλεκτός; Ὡς πρὸς Ἰουδαίους λέγει. Μόσχον δὲ λέγει τὸν Αἰγύπτιον, ὡς ἰσχυρόν. Ἐπειδὴ τοιαύτην περὶ αὐτοῦ τὴν ὑπόληψιν εἶχον. Εἶτα ἡ αἰτία· Οὐκ ἔμεινεν, ὅτι Κύριος παρέλυσεν αὐτόν. Οὐ γὰρ τῇ τοῦ Θεοῦ ἀποφάσει ἠδύνατο ἀντιστῆναι. Ὁ βασιλεύς σου, ἀληθέστερον δὲ ὁ θεὸς Αἰγυπτίων, ὁ Ἄπις· οὕτω γὰρ ἐκάλουν τὸν μόσχον, ἀχυροφάγον ὄντα καὶ Θεὸν νομιζόμενον. Ἕκαστος πρὸς τὸν πλησίον αὐτοῦ ἐλάλουν, καὶ εἶπον· Ἀναστῶμεν, καὶ ἀναστρέψωμεν πρὸς τὸν λαὸν ἡμῶν ἀπὸ προσώπου μαχαίρας Ἑλληνικῆς. Τὸ, ἕκαστος, τουτέστι, τῶν συμμάχων. Ἵνα εἴπῃ· Ἔγνωσαν τότε μάτην ἐπικουροῦντες τῷ Αἰγυπτίῳ. Τὸ δὲ, ἀπὸ προσώπου μαχαίρας Ἑλληνικῆς, οὐκ ἄλλως ἴσ. οὐ καλῶς ἡρμήνευται. Ὁ γὰρ Ἑβραῖος οὕτως ἔχει· Ἀπὸ μαχαίρας ὀξείας καὶ σφοδρᾶς. Ἔστιν δὲ κἀνταῦθα ἀπὸ τῆς ἐπωνυμίας ἡ ἐναλλαγὴ τῆς ἑρμηνείας. Τὸ γὰρ Ἰωάνναν σημαίνει Ἕλληνες, ἐπειδὴ ἀπὸ τούτου Ἴωνες. Τὸ δὲ ἰῶνα σημαίνει τὸ ὀξὺ καὶ τμητικόν. Ἀπὸ οὖν τῆς ὁμοιότητος, ἀντὶ τοῦ, Μαχαίρας ὀξείας, Μαχαίρας Ἑλληνικῆς ἡρμήνευσαν. Ὅρα; πῶς πάντα ἀκριβῶς διαγράφει, καὶ ἐνδιατρίβει ἀπὸ τοῦ σφόδρα θαῤῥεῖν. Καλέσατε τὸ ὄνομα Φαραὼ βασιλέως Αἰγύπτου, Σανωὲ, Ἐβηρὲ, Ἐλμοὴθ, καιρὸς παρεγένετο. Αἱ λέξεις αὗται εἰσὶ μὲν Ἑβραϊκαί. Ἑρμηνεία δέ πως εἶναι δοκεῖ τῶν λέξεων τό· Καιρὸς ἀπεγένετο. Τὸ γὰρ Σαὸν, ἦχον σημαίνει, οἱονεὶ, τὸ ἐξάκουστον, καὶ περίφημον. Τὸ δὲ Ἐβῆρ, παρῆλθες. Τὸ δὲ Ἐλμοὴθ, παραγέγονεν. Ἵνα οὖν εἴπῃ, ὅτι ὁ Φαραὼ ἐξάκουστος, καὶ πανταχοῦ τῇ δόξῃ βοώμενος, οὗτος τῆς προσούσης ἐξέπεσε τιμῆς, καὶ ἧκε τῆς κατ' αὐτοῦ ἀποφάσεως ὁ καιρός. Τὸ δὲ, Καλέσατε τὸ ὄνομα αὐτοῦ, κατὰ τὸ τῆς θείας Γραφῆς ἰδίωμα, τὸ ὄνομα ἀντὶ πράγματος ἔλαβεν. Καιρὸς παρεγένετο, σὺν ταραχῇ ἦχος, παραχθέντα, ἤτοι περὶ συνθήκας ἀγνώμονα αὐτόν φησι γεγενῆσθαι. Ὥσπερ ἐστὶν ὁ Θαβὼρ ἐν τοῖς ὄρεσι, καὶ ὡς 64.1024 ὁ Κάρμηλος ἐν τῇ θαλάσσῃ, οὕτως ἥξει, οὕτως ἔσται μέγας, φησὶ, καὶ ἀχείρωτος. Ζῶ ἐγὼ, λέγει Κύριος, Βασιλεὺς τῶν δυνάμεων ὄνομα αὐτῷ, ὅτι ὥσπερ ἐστὶν ὁ Θαβὼρ ἐν τοῖς ὁρίοις, καὶ ὡς Κάρμηλος ἐν τῇ θαλάσσῃ, οὕτως ἥξει. Παραδείγματι τῆς συμφορᾶς τὸ πλῆθος ἐσήμανε. Βούλεται γὰρ εἰπεῖν, ὅτι ὡς ὁ Θαβώρ ἐστι μεταξὺ τῶν ὀρέων, καὶ ὁ Κάρμηλος περιέχεται ὑπὸ θαλάσσης, οὕτω καὶ ὑμεῖς περισχησθήσετε ἴσ. περισχεθήσεσθε τοῖς κακοῖς. Σκεύη ἀποικισμοῦ ποίησον σεαυτῇ κατοικίας θυγατρὸς Αἰγύπτου. Τουτέστι, Παῦσαι πολεμοῦσα, καὶ μετοικίας λαβοῦσα σκεύη· ἀκολούθει τοῖς κρατοῦσιν· ἵνα εἴπῃ, ὅτι Μέτοικος γενήσῃ. Οὐκ ἔχει τις οὐ σώματος ἀσθένειαν, οὐκ ὀλιγότητα αἰτιάσασθαι. Ὡς μόσχοι σιτευτοὶ ἦτε, καθωπλίσθητε· οὐκ ἐν τῇ πόλει ἡμῶν ὁ πόλεμος. Πρότεροι ἐπήλθετε, ὡς ἀκρὶς ἦτε. *∆άμαλις καλὴ, κεκαλλωπισμένη, καλλίστη Αἴγυπτος, ἀπόσπασμα ἀπὸ βοῤῥᾶ ἦλθεν ἐπ' αὐτήν. Κατὰ μὲν τὸ Ἑλληνικὸν δῆλον ὃ λέγει, ὅτι Ἡ ἰσχυρὰ καὶ κεκαλλωπισμένη αἰχμάλωτος ἀπαχθήσεται ὑπὸ Βαβυλωνίων. Ἔχει δέ τίνα ἐναργεστέραν τὴν ἔννοιαν ὁ Ἑβραῖος. Ἀντὶ γὰρ τοῦ, Ἀπόσπασμα ἀπὸ βοῤῥᾶ ἥξει ἐπ' αὐτὴν, οὕτως ἔχει· Οἶστρος ἥξει ἐπὶ σέ. Εἶδος δὲ τοῦτό ἐστι ζώου πλήττοντος βοῦς, καὶ εἰς μανίαν ἄγοντος. Ἐπειδὴ τοίνυν δαμάλει παρείκασε τὴν Αἴγυπτον σφόδρα γενναίᾳ