1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

41

χρυσῷ, ἐννόησον τοὺς χωνεύσαντας· ὅταν ἴδῃς περιβεβλημένον, ἐννόησον τὸ ξύλον τὸ γυμνὸν, ὡς οὐδὲν οἴκοθεν ἔχει, οὐδὲ φυσικὸν κάλλος· ὅταν ἴδῃς φερόμενον, ἐννόησον ὅτι ἀσθενείας ἐστί. *Ἀργύριον πρόσβλητον ἀπὸ Θαρσῆς ἥξει. Τουτέστιν, ἀπὸ θαλάσσης. Χρυσίον Μωφάθ· ἀπὸ τόπου. Μὴ φοβήθητε αὐτὰ, ὅτι οὐ μὴ κακοποιήσωσι. Τί οὖν; οὐ κακοποιοῦσιν, εἰπέ μοι, οὔτε ἀναιροῦσιν; Ἀλλὰ τοῦ Θεοῦ συγχωροῦντος. Οὐδὲ γὰρ ὁ δήμιος δύναταί τι, μὴ τοῦ δικαστοῦ συγχωροῦντος· τοῦτο δὲ οὐ δυνάμεώς ἐστιν. Θεοὶ οἳ τὸν οὐρανὸν καὶ τὴν γῆν οὐκ ἐποίησαν ἀπολέσθωσαν ἐκ τῆς γῆς. Ἄρα τοῦτο τεκμήριον, Κἂν εὑρεθῇ τις τὸν οὐρανὸν ποιήσας, οὗτος Θεὸς ἀληθὴς, καὶ τοιοῦτος, οἷον ἄλλ. οἷος καὶ ὁ προφήτης φησίν. Αἰσχυνέσθωσαν παῖδες αἱρετικῶν. Πάντα γὰρ δι' αὐτοῦ ἐγένετο. Καὶ, Κατ' ἀρχὰς σὺ, Κύριε, τὴν γῆν ἐθεμελίωσας, καὶ ἔργα τῶν χειρῶν σού εἰσιν οἱ οὐρανοί. Οὐ τοῦτο τεκμήριον, ἀλλὰ συγκατάβασις. Οὐ γὰρ δὴ τοῦτο 64.861 τοῦ Θεοῦ τὸ μέγα ἔργον, ἀλλὰ εἴτε ἄγγελοι, εἴτε ἀρχάγγελοι, εἴτε ἀρχαὶ, εἴτε δυνάμεις· τὸ δὲ πάντων μεῖζον, ὁ σταυρός. Θεὸς ὁ ποιήσας τὴν γῆν ἐν τῇ ἰσχύϊ αὐτοῦ. ∆ύο τίθησι, καὶ τὴν δημιουργίαν, καὶ τὴν ἁρμονίαν τὴν ἀρίστην. Ἐννόησον γὰρ οἷον ἦν τὸ παραχθῆναι μὲν, καὶ οὐρανὸν, καὶ γῆν, κεῖσθαι δὲ ἁπλῶς· πόσῳ μᾶλλον, καὶ κρεῖττον, οὐρανὸν χαμαὶ ἐῤῥιμμένον ἀναστῆσαι, καὶ περιθεῖναι στέγην τῇ γῇ. Καὶ τῇ φρονήσει αὐτοῦ ἐξέτεινε τὸν οὐρανόν. Καθάπερ καλύβην κατασκευάζων, οὕτως ὤρθωσεν, οὐ κατὰ μικρὸν συντιθεὶς, ἀλλ' ἀθρόα παραγαγὼν πάντα, ὥσπερ ἀπὸ ὅλων κύβων τεσσάρων τὸ πᾶν ποιῶν. Καὶ πλῆθος ὕδατος ἐν οὐρανῷ ἀστραπὰς εἰς ὑετὸν ἐποίησε καὶ ἐξήγαγε φῶς. Τὰς βροντὰς ἐνταῦθά φησι, καὶ τὸν ὑετὸν ἐξ αὐτῶν· καὶ τὸ θαυμαστὸν, ὕδωρ ἦχον ποιεῖ, φησί. Τὰ νέφη ποιεῖ τὰς βροντάς. Τίνος ἕνεκεν αἱ βρονταί; τοῦ καταπλῆξαι, καὶ σωφρονίσαι. Πῶς κατέχεται τὸ ὕδωρ, εἰπὲ, ἐν ἀέρι; Πῶς τὸ κατωφέρας, καὶ κατάῤῥυτον, ὥσπερ ἔκ τινος μηχανῆς, ἀνωμετέωρον γίγνεται; Πῶς οὐ ῥήγνυται τὰ νέφη προσαρασσόμενα ἀλλήλοις; Πῶς σῶμα χαῦνον οὕτω, φέρει τοσοῦτον ὄγκον, εἰπέ, μοι τὸ τῶν νεφῶν. Εἶδες τὸ θαυματοποιόν; Εἶδες τὸν ἀριστοτέχνην; Ἄνωθέν σοι τὴν γῆν ἄρδει, κτύπους πολλοὺς πρότερον ἀποτελῶν, ἵνα μηδὲν αὐτόματον εἶναι νομίζῃς. Καὶ ἀνήγαγε νεφέλας ἐξ ἐσχάτου τῆς γῆς. Τουτέστιν, ἀλλαχόθεν ἀλλαχοῦ φέρει ταῦτα· καὶ τοσοῦτον βαδίσαι ἐκεῖ εὔπορον μόνον, ὅπουπερ ἂν προστάττῃ. Ἀστραπὰς εἰς ὑετὸν ἐποίησεν. Καὶ μὴν καὶ ἀστραπῆς χωρὶς γένοιτ' ἂν ὑετὸς, καὶ ἐν εὐδίᾳ ἀστραπή. Ἀλλ' ὅταν ὁρῶμεν ἐν εὐδίᾳ, μακρὸν εἰκὸς εἶναι χειμῶνα, ἀστραπὴ ἐξέρχεται ἐπὶ πᾶσαν τὴν γῆν, καὶ πᾶσαν ἐπιτρέχει τὴν οἰκουμένην· τὸ δὲ πῶς γίνεται οὐκ οἶδα. Ὅρα οὐχὶ μερικὰς τὰς εὐεργεσίας λέγει, ἀλλὰ τὰς καθολικὰς, ἐπειδὴ πρὸς τοὺς θεοὺς ὁ λόγος ἦν αὐτῷ. Ἐμωράνθη πᾶς ἄνθρωπος ἀπὸ γνώσεως, κατησχύνθη, ὅτι ψευδῆ ἐχώνευσαν. Εἰ γὰρ καὶ σφόδρα ἐστὶ σοφὸς, ἀλλὰ μωρὰ ἐπεδείξατο ἐπὶ τοῖς γλυπτοῖς. Μάταιά ἐστιν ἔργα, ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀπολοῦνται. Ὅταν ἡ πόλις ἁλῷ, καὶ αὐτὰ τῆς τιμωρίας κοινωνήσουσιν. Οὐκ ἔστι τοιαύτη ἡ μερὶς Ἰακώβ. Τουτέστιν, οὐ χειροποίητον ἔχει Θεόν· ὅτι Ὁ πλάσας τὰ πάντα, οὗτος κληρονομία αὐτοῦ. Ἐνταῦθα τὸ κληρονομία περιττῶς κεῖται. Ἑρμηνεύεται δὲ παρὰ τῷ Ἑλληνικῷ ἀσαφῶς· ὃ δὲ βούλεται εἰπεῖν, τοῦτό ἐστιν· Ἡ μερὶς Ἰακὼβ οὐκ ἔστιν οἵα ἡ τῶν ἐθνῶν. Ἵνα εἴπῃ, Οὐκ ἔχει Θεὸν χειροτονητόν. Ἀλλὰ τίνα; Τὸν πλάστην τῶν ἁπάντων, τουτέστι τὸν ∆ημιουρ 64.864 γόν. Καὶ Ἰσραὴλ ῥάβδος κληρονομίας αὐτοῦ Αὐτὸς δὲ, φησὶν, ἔχει τὸν Ἰσραὴλ, ἀντὶ κληρονομίας, τουτέστιν, ἐξελέξατο αὐτόν. Τίς δὲ οὗτος; Κύριος τῶν δυνάμεων ὄνομα αὐτῷ. Τοῦτό ἐστιν, ὁ τῶν ἁπάντων Κύριος. Συνήγαγεν ἔξωθεν τὴν ὑπόστασιν αὐτοῦ κατοικοῦσαν. Αὐτὸς γὰρ αὐτοὺς συνεκρότησε διαλελυμένους, καὶ διεσπαρμένους· καὶ πάλιν διεσκόρπισε, καὶ πάλιν συνήγαγεν, δεικνὺς ὅτι καὶ ὁ πρότερον συνάγων, αὐτός ἐστιν, ὁ ἰώμενος τοὺς συντετριμμένους τῇ