87
λόγου τοῦ εἰς τό, "Ὁ πατήρ μου μείζων μού ἐστιν." Ὅταν δὲ τὰ παθήματα τῇ σαρκὶ καὶ τὰ θαύματα τῷ θεῷ δῷς, ἀνάγκη καὶ μὴ θέλων δίδως, τοὺς μὲν ταπεινοὺς λόγους τῷ ἐκ Μαρίας ἀνθρώ πῳ, τοὺς δὲ ἀνηγμένους καὶ θεοπρεπεῖς τῷ ἐν ἀρχῇ ὄντι λόγῳ. ∆ιὰ τοῦτο γὰρ πῆ μὲν ἀνηγμένους, πῆ δὲ ταπεινοὺς φθέγγομαι λόγους, ἵνα διὰ μὲν τῶν ὑψηλῶν τοῦ ἐνοικοῦντος λόγου δείξω τὴν εὐγένειαν, διὰ δὲ τῶν ταπεινῶν τῆς ταπεινῆς σαρκὸς γνωρίσω τὴν ἀσθένειαν. Ὅθεν πῆ μὲν ἑαυτὸν ἴσον λέγω τοῦ πατρός, πῆ δὲ μείζονα τὸν πατέρα, οὐ μαχόμενος ἑαυτῷ, ἀλλὰ δεικνὺς ὡς θεός εἰμι καὶ ἄνθρωπος· θεὸς μὲν ἐκ τῶν ὑψηλῶν, ἄνθρωπος δὲ ἐκ τῶν ταπεινῶν. Εἰ δὲ θέλετε γνῶναι πῶς ὁ πατήρ μου μείζων μού ἐστιν, ἐκ τῆς σαρκὸς εἶπον, καὶ οὐκ ἐκ προσώπου τῆς θεότητος. 243 Τοῦ αὐτοῦ ἐκ τοῦ λόγου τοῦ εἰς τό, "Εἰ δυνατόν, παρελθέτω ἀπ' ἐμοῦ τὸ ποτήριον τοῦτο." Μὴ τὰ πάθη οὖν τῆς σαρκὸς τῷ ἀπαθεῖ προσρίψῃς λόγῳ. Θεὸς γάρ εἰμι καὶ ἄνθρωπος, αἱρετικέ· θεὸς ὡς ἐγγυᾶται τὰ θαύματα, ἄνθρωπος ὡς μαρτυρεῖ τὰ παθήματα. Ἐπεὶ οὖν θεός εἰμι καὶ ἄνθρωπος, εἰπὲ τίς ὁ παθών· εἰ ὁ θεὸς ἔπαθεν, εἶπας τὸ βλάσφημον· εἰ δὲ ἡ σὰρξ ἔπαθε, τί μὴ τὸ πάθος προσάπτεις ᾧ τὴν δειλίαν ἐπάγεις; Ἄλλου γὰρ πά σχοντος ἄλλος οὐ δειλιᾷ, καὶ ἀνθρώπου σταυρουμένου θεὸς οὐ ταράτ τεται. Τοῦ αὐτοῦ ἐκ τοῦ κατὰ Ἀρειανῶν λόγου. Καὶ ἵνα μὴ μακρὸν ἀποτείνω τὸν λόγον, συντόμως ἐρωτῶ σε, αἱρετικέ· ὁ ἐκ τοῦ θεοῦ πρὸ τῶν αἰώνων γεννηθεὶς ἔπαθεν, ἢ ὁ ἐκ τοῦ ∆αβὶδ ἐν ὑστέροις καιροῖς τεχθεὶς Ἰησοῦς; Εἰ μὲν οὖν ἡ θεότης ἔπαθεν, εἶπας τὸ βλάσφημον· εἰ δὲ ὁ ἄνθρωπος, ὡς ἔχει ἡ ἀλήθεια, τίνος οὖν ἕνεκεν μὴ προσάπτεις τῷ ἀνθρώπῳ τὸ πάθος; Τοῦ αὐτοῦ ἐκ τοῦ περὶ υἱοῦ λόγου. Εἰπὼν γὰρ ὁ Πέτρος ὅτι "Καὶ κύριον καὶ Χριστὸν αὐτὸν ἐποίησεν ὁ θεός," ἐπήγαγε, "Τοῦτον τὸν Ἰησοῦν, ὃν ὑμεῖς ἐσταυρώσατε, τοῦτον ὁ θεὸς ἤγειρεν ἐκ νεκρῶν." Ἐνεκρώθη δὲ οὐχ ἡ θεότης, ἀλλ' ὁ ἄνθρω πος, καὶ ὁ ἐγείρας αὐτόν ἐστιν ὁ λόγος, ἡ δύναμις τοῦ θεοῦ, ὁ εἰπὼν ἐν τῷ εὐαγγελίῳ· "Λύσατε τὸν ναὸν τοῦτον, καὶ ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐτόν." Ὥστε ἐὰν λέγηται· "Καὶ κύριον αὐτὸν καὶ Χριστὸν ἐποίησεν ὁ θεὸς τὸν νεκρωθέντα, καὶ ἐκ νεκρῶν ἀναστάντα," τὴν σάρκα λέγει, καὶ οὐ τὴν θεότητα τοῦ υἱοῦ. Τοῦ αὐτοῦ ἐκ τοῦ λόγου τοῦ εἰς τό, "Οὐ δύναται ὁ υἱὸς ποιεῖν ἀφ' ἑαυτοῦ οὐδέν." Οὐδὲ γὰρ εἶχε φύσιν ὑπὸ φθορᾶς κατέχεσθαι τὴν ζωήν, διόπερ οὐχ ἡ θεότης εἰς πάθος κατεσπάσθη· πῶς γάρ; Ἀλλ' ἡ ἀνθρωπότης εἰς ἀφθαρσίαν ἀνεκαινίσθη. "∆εῖ γάρ, φησί, τὸ θνητὸν τοῦτο ἐνδύσασθαι ἀθανασίαν, καὶ τὸ φθαρτὸν τοῦτο ἐνδύσασθαι ἀφθαρσίαν." 244 Ὁρᾷς τὴν ἀκρίβειαν; Τὸ θνητὸν τοῦτο ἔδειξε δεικτικῶς, ἵνα μὴ ἄλλης νομίσῃς σαρκὸς ἀνάστασιν. Τοῦ ἁγίου Φλαβιανοῦ ἐπισκόπου Ἀντιοχείας. Ἐπὶ τῇ κυριακῇ τοῦ Πάσχα. ∆ιὰ τοῦτο καὶ ὁ σταυρὸς ἡμῖν μετὰ παρρησίας κηρύττεται, καὶ θάνατος παρ' ἡμῶν ὁ δεσποτικὸς ὡμολόγηται, οὐδὲν τῆς θεότητος πασχούσης (ἀπαθὲς γὰρ τὸ θεῖον), ἀλλὰ τοῦ σώματος τὴν οἰκονομίαν πληροῦν τος. Τοῦ αὐτοῦ εἰς Ἰούδαν τὸν προδότην. Ὥστε ὅταν ἀκούσῃς τὸν δεσπότην προδιδόμενον, μὴ καταγάγῃς εἰς εὐτέλειαν τὸ θεϊκὸν ἀξίωμα, μηδὲ τὰ σωματικὰ πάθη τῇ θείᾳ δυνάμει προσάψῃς. Ἀπαθὲς γὰρ τὸ θεῖον καὶ ἀναλλοίωτον. Εἰ γὰρ καὶ δούλου μορφὴν ὑπῆλθε διὰ φιλανθρωπίαν, ἀλλ' οὐκ ἐτράπη τὴν φύσιν· ἀλλ' ὢν ὅπερ ἦν, συνεχώρησε τὸ θεῖον σῶμα θανάτου πεῖραν λαβεῖν. Θεοφίλου ἐπισκόπου Ἀλεξανδρείας. Ἐξ ἑορταστικοῦ τόμου. Τῶν γὰρ ἀλόγων ζῴων οὐκ αἴρονται καὶ τίθενται πάλιν αἱ ψυχαί, ἀλλὰ μετὰ τῶν σωμάτων συνδιαφθείρονται, καὶ εἰς χοῦν ἀναλύουσιν. Ὁ δὲ σωτήρ, ἄρας αὑτοῦ παρὰ τὸν καιρὸν τοῦ σταυροῦ τὴν ψυχὴν ἀπὸ τοῦ οἰκείου σώματος, πάλιν αὐτὴν εἰς αὐτὸ τέθεικεν ἀναστήσας ἐκ νεκρῶν. Τοῦτο δὴ πιστούμενος ἡμᾶς, προὔλεγε διὰ τοῦ Ψαλμῳδοῦ βοῶν· "Οὐκ ἐγκαταλείψεις τὴν ψυχήν μου εἰς ᾅδην, οὐδὲ δώσεις τὸν ὅσιόν σου ἰδεῖν διαφθοράν." Τοῦ μακαρίου Γελασίου ἐπισκόπου Καισαρείας τῆς Παλαιστίνης.