88
οὗ εἶχε πλούτου, καὶ πένητα τῷ μετὰ πόνον περιποιεῖν τὰ πρὸς τὸ διαζῇν. Ἀναστάντες μάρτυρες ἄδικοι ἃ οὐκ ἐγίνωσκον ἠρώτων με. Οἱ μὴ δικαιοσύνης, ἀλλ' ἀδικίας μάρτυρες, διαναστάντες καὶ διεγείραντες αὐτοὺς, σοφιστικῶς ἐπερωτῶσιν ἃ οὐ γινώσκω. Οὐδὲν γὰρ τῶν φαύλων γινώσκει ὁ σπουδαῖος, τουτέστιν οὐδενὶ τῶν πονηρῶν ἀνακέκραται. Μαρτύριον δέ· Ὁ φυλάσσων ἐντολὴν οὐ γνώσεται ῥῆμα πονηρόν. Καὶ ἐνταῦθα 23.301 γὰρ τὸ οὐ γνώσεται, οὐ πεποίηται οὐδὲ ἀνακέκραται κατὰ ῥῆμα πονηρόν· ψεῦδος γὰρ τὸ νομίζειν μὴ ἐπίστασθαι ῥῆμα πονηρὸν τὸν φυλάττοντα τὴν θείαν ἐντολήν. ∆ιάκρισιν γὰρ ἔχων πονηροῦ καὶ ἀγαθοῦ, τἄλλα πάντα ἀποστραφεὶς ῥήματα, ἐπιτηρεῖν τὴν ἐντολὴν ἦλθεν. Ὃ οὖν λέγει τοιοῦτόν ἐστιν· Πεῖραν οὐκ ἔχοντα οὐδὲ γνῶσιν ἢ ἔννοιαν τῶν κακῶν, διερεθίζοντές με ἐπερώτων με περὶ αὐτῶν, ὥσπερ ἡ Αἰγυπτία τὸν Ἰωσὴφ, καὶ οἱ πρεσβύτεροι τὴν Σουσάνναν. Ἀνταπεδίδοσάν μοι πονηρὰ ἀντὶ καλῶν καὶ ἀτεκνίαν τῇ ψυχῇ μου. Ἐμοῦ φιλοτιμουμένου τὰ πρὸς πάντας καθήκοντα ἀμέμπτως ἐπιτελεῖν βούλεσθαι, εἰ δυνατὸν μετὰ πάντων ἀνθρώπων εἰρηνεύειν, αὐτοὶ ἀντὶ τούτων τῶν καλῶν πονηρὰ ἀνταπεδίδουν μοι, ἐχθροὶ καὶ δυσμενεῖς διὰ πάντων ἀναφαινόμενοι· τὸ ὅσον δὲ ἐπ' αὐτοῖς τὴν ἐν καλοῖς εὐτεκνίαν τῆς ψυχῆς μου ἀναιρεῖν ἐπεχείρουν. Εἰ γοῦν, πεισθεὶς αὐτῶν ταῖς ἐρωτήσεσι τοιοῦτος ἐγεγόνειν οἷον ἤθελόν με ποιῆσαι, ἠτεκνώθη ἂν ἡ ψυχή μου, μηκέτι δεχομένη τὰς θείας τοῦ νυμφίου γονάς. Εἰ δὲ τέκνα λέγοιντο οἱ μαθηταὶ τοῦ διδάξαντος, καὶ ὄντως ἀτεκνοῦται ἡ ψυχὴ τοῦ διδασκάλου, σφάλμασι περιπεσοῦσα τῷ ἑαυτῆς σκανδάλῳ, ἀναιροῦσα τοὺς ἐξ αὐτῆς γενομένους διὰ μαθητείας. Ἀντὶ δὲ τοῦ, ἀτεκνίαν τῇ ψυχῇ μου, Ἀνεστραμμένα κατὰ τῆς ψυχῆς μου, ὁ Σύμμαχος ἐξέδωκεν. Ἐπειδὴ τὰ προκείμενα συνῆπται τοῖς ἐν τῷ τριακοστῷ τρίτῳ ψαλμῷ προλελεγμένοις· ἐκεῖνα δὲ τῆς ἱστορίας ἐμνημόνευε τῆς κατὰ τὸν Ἀβιμέλεχ, ἐφ' οὗ ἠλλοίωσε τὸ πρόσωπον αὐτοῦ, κατὰ τὰ ἀποδεδομένα· τάχα που δύναται καὶ τὰ μετὰ χεῖρας ἐπ' ἐκεῖνα ἀναφέρεσθαι. Μαθὼν γὰρ ὁ Σαοὺλ παρὰ ∆ωὴκ, ὡς ἀφῖκται ∆αυῒδ πρὸς Ἀβιμέλεχ, ἄρτους τε εἰληφὼς διασέσωσται, πάντας ἀνεῖλε τοὺς ἱερεῖς τοῦ Κυρίου, αὐτόν τε τὸν Ἀβιμέλεχ παγγενεί. ∆ύναται οὖν ταῦτα ὁ ∆αυῒδ εἰς πρόσωπον τοῦ Σαοὺλ εἰρηκέναι, ὡς καὶ πάντα τὸν ψαλμὸν εἰς ἐκεῖνον ἀναφέρεσθαι τὸν καιρὸν, καθ' ὃν ∆ωὴκ ἐψευδομαρτύρησε τοῦ Ἀβιμέλεχ παρὰ τοῦ Σαούλ· καὶ τάχα τὸ Πνεῦμα τὸ ἅγιον, τὰ πάθη τῶν ἱερέων ὑπογράφον, τὰ προκείμενα ἀνεφώνει λέγων· ∆ίκασον, Κύριε, τοὺς ἀδικοῦντάς με, καὶ τὰ ἑξῆς. Τὰ δὲ μονοτρόπως εἰρημένα περὶ ἑνός τινος ἐν τῷ, Ἐλθέτω αὐτῷ παγὶς ἣν οὐ γινώσκει, καὶ ἡ θήρα ἣν ἔκρυψε συλλαβέτω αὐτὸν, καὶ ἐν τῇ παγίδι πεσεῖται ἐν αὐτῇ, δύναται τῷ ∆ωὴκ ἐφαρμόζειν. Καὶ τὸ, Ἀναστάντες μάρτυρες ἄδικοι, ἃ οὐκ ἐγίνωσκον ἠρώτων με· ἀνταπεδίδοσάν μοι πονηρὰ ἀντὶ ἀγαθῶν, καὶ ἀτεκνίαν τῇ ψυχῇ μου, ἐκ προσώπου λεχθείη ἂν τοῦ Ἀβιμέλεχ. Καὶ ταῦτα δὲ εἰκὸς εἰρηκέναι τὸν ∆αυΐδ· αὐτοῦ γὰρ ἐπιγέγραπται ὁ ψαλμὸς, ἀποστολικῇ διαθέσει λέξοντος ἄν· Τίς ἀσθενεῖ, καὶ οὐκ ἀσθενῶ; τίς σκανδαλίζεται, καὶ οὐκ ἐγὼ πυροῦμαι; καὶ, Παθόντος ἑνὸς μέλους, συμπάσχει πάντα τὰ μέλη. Καὶ ἄλλος δὲ παρὰ ταῦτα μάρτυρας μὲν ἀδίκους εἴποι ἄν τις πάντας τοὺς ἐνδιαβάλλοντας τὸν ∆αυῒδ παρὰ τοῦ Σαούλ· τότε μὲν γὰρ οἱ Ζιφαῖοι 23.304 ἔλεγον ἐλθόντες· Ἰδοὺ ∆αυῒδ κέκρυπται παρ' ἡμῖν, καὶ ἄλλοτε ἄλλους εἰκὸς, κεχαρισμένα τῷ βασιλεῖ πράττοντας, πολλὰ κατ' αὐτοῦ ψευδομαρτυρεῖν, καὶ ἃ μὴ ἐγίνωσκεν μηδὲ διενοεῖτο, ταῦτα κατ' αὐτοῦ λέγειν. Τὸ δ', Ἀνταπεδίδοσάν μοι πονηρὰ ἀντὶ ἀγαθῶν, δύναται εἰς αὐτὸν ἀναφέρεσθαι. Ἐπειδὴ πολλάκις εὖ παθὼν ὑπὸ τοῦ ∆αυῒδ ὁ Σαοὺλ, τοῖς ἐναντίοις αὐτὸν ἠμείβετο, δεινὰ κατὰ τῆς ψυχῆς αὐτοῦ μηχανώμενος, καὶ ἀτεκνίαν ἐμποιῶν τῇ ψυχῇ αὐτοῦ. Ἀτεκνία δὲ ψυχῆς ἐστιν, ὅταν τὰ ἑαυτῆς σπέρματα, ἃ