1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

88

Ἐκ τοῦ εἰς τὰ Ἐπιφάνια λόγου. Ἐδέθη, ἐτρώθη, ἐσταυρώθη, ἐψηλαφήθη, μώλωπας ἐφόρεσεν, οὐλὴν 245 σπάθης ἐδέξατο. Πάντα ταῦτα τὸ ἐκ Μαρίας τεχθὲν ὑπέμεινε σῶμα. Τὸ δὲ πρὸ αἰώνων ἐκ πατρὸς γεννηθὲν οὐδεὶς ἠδύνατο βλάψαι. Οὐ γὰρ εἶχε τοιαύτην φύσιν ὁ λόγος. Πῶς γάρ τις κατέχει θεότητα; πῶς τιτρώσκει; πῶς αἱμάσσει τὴν ἀσώματον φύσιν; πῶς δεσμοῖς ταφῆς περιβάλλει; Αἰδοῦ τοίνυν ἃ μὴ δύνασαι βλάψαι, καὶ τίμησον θεότητα, τῷ τῆς ἀνάγκης συνεχόμενος λόγῳ. Τοῦ ἁγίου Ἰωάννου ἐπισκόπου Κωνσταντινουπόλεως. Ἀπὸ τοῦ λόγου τοῦ εἰς τό, "Ὁ πατήρ μου ἕως ἄρτι ἐργάζεται, κἀγὼ ἐργάζομαι." "Τί σημεῖον δεικνύεις ἡμῖν, ὅτι ταῦτα ποιεῖς;" Τί οὖν αὐτός; "Λύσατε τὸν ναὸν τοῦτον, φησί, καὶ ἐγὼ ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐτόν," περὶ τοῦ σώματος τοῦ ἑαυτοῦ λέγων· ἀλλ' ἐκεῖνοι αὐτὸ οὐ συνεῖδον. Καὶ μετ' ὀλίγα. Πῶς οὐ παρέδραμεν αὐτὸ ὁ εὐαγγελιστής, ἀλλ' ἐπήγαγε τὴν διόρθω σιν λέγων· "Ἐκεῖνος δὲ ἔλεγε περὶ τοῦ ναοῦ τοῦ σώματος αὑτοῦ;" Οὐδὲ γὰρ εἶπε, λύσατε τὸ σῶμα τοῦτο, ἀλλὰ "Τὸν ναόν," ἵνα δείξῃ τὸν θεὸν τὸν ἐνοικοῦντα. Λύσατε τὸν ναὸν τοῦτον πολλῷ βελτίον τοῦ Ἰουδαϊκοῦ. Ὁ μὲν γὰρ εἶχε τὸν νόμον, ὁ δὲ τὸν νομοθέτην· ὁ μὲν τὸ γράμμα τὸ ἀποκτέννον, ὁ δὲ τὸ πνεῦμα τὸ ζωοποιοῦν. Τοῦ αὐτοῦ ἀπὸ τοῦ λόγου, ὅτι τὰ ταπεινῶς εἰρημένα καὶ γεγενη μένα, οὐ δι' ἀσθένειαν δυνάμεως, ἀλλὰ δι' οἰκονομίας διαφόρους. Πῶς οὖν ἐνταῦθά φησιν, "Εἰ δυνατόν;" Τῆς ἀνθρωπίνης φύσεως τὴν ἀσθένειαν ἡμῖν ἐνδείκνυται, οὐχ αἱρουμένης ἁπλῶς ἀπορραγῆναι τῆς παρούσης ζωῆς, ἀλλ' ἀναδυομένης καὶ ὀκνούσης διὰ τὴν ἐξ ἀρχῆς ἐντεθεῖσαν αὐτῇ φιλίαν παρὰ τοῦ θεοῦ πρὸς τὸν παρόντα βίον. Εἰ γὰρ τοσαῦτα καὶ τηλικαῦτα εἰπόντος αὐτοῦ, ἐτόλμησαν εἰπεῖν τινες ὅτι σάρκα οὐκ ἔλαβεν, εἰ μηδὲν τούτων εἴρητο, τί οὐκ ἂν εἶπον; 246 Τοῦ αὐτοῦ ἐκ τοῦ αὐτοῦ λόγου. Ὅρα πῶς καὶ τὴν προτέραν ἡλικίαν αὐτοῦ προανεφώνησαν. Ἐρώτη-σον τοίνυν τὸν αἱρετικόν, θεὸς δειλιᾷ καὶ ἀναδύεται καὶ ὀκνεῖ καὶ λυπεῖται; Κἂν εἴπῃ ὅτι ναί, ἀπόστηθι λοιπόν, καὶ στῆσον αὐτὸν κάτω μετὰ τοῦ διαβόλου, μᾶλλον δὲ κἀκείνου κατώτερον· οὐδὲ γὰρ ἐκεῖνος τολμήσει τοῦτο εἰπεῖν. Ἂν δὲ εἴπῃ ὅτι οὐδὲν τούτων ἄξιον θεοῦ, εἰπέ· Οὐκοῦν οὐδὲ εὔχεται θεός. Χωρὶς γὰρ τούτων καὶ ἕτερον ἄτοπον ἔσται, ἂν τοῦ θεοῦ τὰ ῥήματα ᾖ. Οὔτε γὰρ ἀγωνίαν μόνον ἐμφαίνει τὰ ῥήματα, ἀλλὰ καὶ δύο θελήματα, ἓν μὲν υἱοῦ, ἓν δὲ πατρός, ἐναντία ἀλλήλοις. Τὸ γὰρ εἰπεῖν, "Οὐχ ὡς ἐγὼ θέλω, ἀλλ' ὡς σύ," τοῦτό ἐστιν ἐμφαίνοντος. Τοῦ αὐτοῦ ἐκ τοῦ αὐτοῦ λόγου. Ἂν γὰρ ἐπὶ τῆς θεότητος εἰρημένον ᾖ τοῦτο, ἐναντιολογία τις γίνεται, καὶ πολλὰ ἄτοπα ἐκ τούτου τίκτεται. Ἐὰν δὲ ἐπὶ τῆς σαρκός, ἔχει λόγον τὰ εἰρημένα, καὶ οὐδὲν ἂν γένοιτο ἔγκλημα. Οὐ γὰρ τὸ μὴ θέλειν ἀποθανεῖν τὴν σάρκα, κατάγνωσις· φύσεως γάρ ἐστι τοῦτο· αὐτὸς δὲ τὰ τῆς φύσεως ἅπαντα χωρὶς ἁμαρτίας ἐπιδείκνυται καὶ μετὰ πολλῆς τῆς περιουσίας, ὥστε τὰ τῶν αἱρετικῶν ἐμφράξαι στό ματα. Ὅταν οὖν λέγῃ· "Εἰ δυνατόν, παρελθέτω ἀπ' ἐμοῦ τὸ ποτήριον τοῦτο," καί· "Οὐχ ὡς ἐγὼ θέλω, ἀλλ' ὡς σύ," οὐδὲν ἕτερον δείκνυσιν, ἀλλ' ὅτι σάρκα ἀληθῶς περιβέβληται φοβουμένην θάνατον. Τὸ γὰρ φοβεῖσθαι θάνατον καὶ ἀναδύεσθαι καὶ ἀγωνιᾶν ἐκείνης ἐστί. Νῦν μὲν οὖν αὐτὴν ἐρήμην καὶ γυμνὴν ἀφίησι τῆς οἰκείας ἐνεργείας, ἵνα αὐτῆς δείξας τὴν ἀσθένειαν, πιστώσηται αὐτῆς καὶ τὴν φύσιν. Νῦν δὲ αὐτὴν ἀποκρύπτει, ἵνα μάθῃς ὅτι οὐ ψιλὸς ἄνθρωπος ἦν. Σευηριανοῦ ἐπισκόπου Γαβάλων. Ἐκ τοῦ εἰς τὰς σφραγίδας λόγου. Ἰουδαῖοι μάχονται τῷ φαινομένῳ ἀγνοοῦντες τὸ μὴ φαινόμενον, καὶ σταυροῦσι μὲν τὴν σάρκα, οὐκ ἀναιροῦσι δὲ τὴν θεότητα. Εἰ γὰρ τῷ γράμματι, ὅ ἐστιν ἔνδυμα λόγου, ὁ ἐμὸς λόγος οὐ συναφανίζεται, ὁ θεὸς λόγος, ἡ πηγὴ τῆς ζωῆς, τῇ σαρκὶ συναπέθνῃσκε; Τὸ πάθος περὶ τὸ σῶμα, ἡ δὲ ἀπάθεια περὶ τὴν ἀξίαν. 247 {ΟΡΘ.} Ἰδού σοι καὶ τοὺς τὰ ἑῷα καὶ τοὺς τὰ ἑσπέρια, καὶ μέντοι καὶ τοὺς τὰ νότια καὶ βόρεια τῆς οἰκουμένης