89
καταβάλλεται δι' εὐποιιῶν εἰς ἑτέρους, ἢ καὶ διὰ διδασκαλίας μὴ φέρει καρπόν. Οὕτω γοῦν, πολλὰ γεννῶντος ἀγαθὰ τοῦ ∆αυῒδ εἰς τὸν Σαοὺλ, ἀτεκνίαν αὐτῷ ὁ Σαοὺλ εἰργάζετο, μὴ ἀξίους προφέρων καρποὺς τῶν εἰς αὐτὸν ἐσπαρμένων. Ἐγὼ δὲ, ἐν τῷ αὐτοὺς παρενοχλεῖν μοι, ἐνεδυόμην σάκκον, καὶ ἐταπείνουν ἐν νηστείᾳ τὴν ψυχήν μου, καὶ ἡ προσευχή μου εἰς κόλπον μου ἀποστραφήσεται. Πρὸς τοῖς ἀποδοθεῖσιν ἐπίσκεψαι, μήποτε τὰ προκείμενα ἐφαρμόζειν δύναται τῷ προσώπῳ τοῦ Σωτῆρος ἡμῶν, προφητικῶς ἐξ αὐτοῦ τεθεσπισμένα. Ὅρα δ' οὖν εἰ μὴ καὶ οὕτως ἐξομαλίζεται ἡ διάνοια κατ' οὐδένα τρόπον ἐμποδιζομένη. Ἔστω γὰρ ὁ Σωτὴρ ἡμῶν λέγων κατὰ τὸ ἀνθρώπινον πρὸς τὸν ἑαυτοῦ Πατέρα τὴν ἀρχὴν τοῦ ψαλμοῦ ἕως, Καὶ σύγκλεισον ἐξ ἐναντίας τῶν διωκόντων με· καὶ ἐν εἰκοστῷ δὲ καὶ πρώτῳ ψαλμῷ, σαφῶς ὑπ' αὐτοῦ λεγομένῳ, εἴρηται· Εἰς τὴν βοήθειάν μου πρόσχες· ἀλλὰ καὶ ἐν τοῖς Εὐαγγελίοις τῇ προσευχῇ σχολάζων ἱστορεῖται. Ναὶ μὴν καὶ δι' ἔργων ἐπλήρου τὰ ἀναγεγραμμένα μετὰ τὴν κατ' αὐτοῦ τῶν Ἰουδαίων τόλμαν. Ῥομφαία γὰρ στρατιωτικὴ καὶ πόλεμος Ῥωμαϊκὸς οὐκ εἰς μακρὰν μετῆλθεν αὐτοὺς, οὐκ ἄνευ τῆς τοῦ Θεοῦ κρίσεως. Θεὸς γὰρ ἦν ὁ πολεμῶν αὐτοὺς διὰ τοῦ τῶν πολεμίων στρατοῦ. Τοῦτο καὶ αὐτὸς ὁ Σωτὴρ διὰ παραβολῆς παρίστησι τοῖς παρῃτημένοις τὴν κλῆσιν τοῦ γάμου, καὶ τοὺς κλήτορας φονεύσασι· πέμψαι φήσας τὸν βασιλέα τὰ στρατιωτικὰ αὐτοῦ καὶ τὴν πόλιν αὐτῶν ἐμπρῆσαι. Οὕτω τοίνυν καὶ τὰ μετὰ χεῖρας ἐπληροῦτο. Ἐπειδὴ γὰρ αὐτοὶ ἠδίκουν τὸν Υἱὸν τοῦ Θεοῦ, ἐδικάσθησαν, ἐκδικουμένου τοῦ αἵματος αὐτοῦ. Καὶ ἐπειδὴ πολεμίους αὐτοὺς κατέστησαν τοῦ Χριστοῦ, ἐπολεμήθησαν ὑπὸ τοῦ Θεοῦ μετελθόντος ὅπλῳ καὶ θυρεῷ καὶ ῥομφαίᾳ. Οὐ γὰρ ἀφανῶς αὐτοὺς ἡ θεία μετῄει δίκη, ἀλλὰ διὰ τῶν ἐν ἀνθρώποις πολεμίων. Θαυμάσαι δ' ἔστιν ὅπως εἴρηται τό· Ἔκχεον ῥομφαίαν· οὐκέτι γὰρ κατὰ τὸ παλαιὸν μερικῶς αὐτοὺς ὁ πόλεμος μετῄει· ἀλλ' ἐξεχύθη κατ' αὐτῶν πολεμικὴ ῥομφαία· διὸ λέλεκται· Ἔφθασε δ' ἐπ' αὐτοὺς ἡ ὀργὴ εἰς τέλος· καὶ ἀλλαχοῦ· Ἔκχεον ἐπ' αὐτοὺς τὴν ὀργήν σου. Τίς δὲ, διελθὼν τὰς Φλαυΐου Ἰωσήππου Ἱστορίας, μαθών τε ἐξ αὐτῶν ὅπως, ἐν συγκλεισμῷ ἀποληφθέντες, λιμῷ καὶ στάσει διεφθάρησαν, οὐ θαυμάσει τὴν ἐνταῦθα λέγουσαν φωνήν· Καὶ σύγκλεισον ἐξ ἐναντίας τῶν καταδιωκόντων με; Ἑξῆς δὲ τούτοις μόνῳ τῷ Σωτῆρι πρέπει ἂν λέγειν τῷ ἑαυτοῦ Πατρὶ κατὰ τὸ 23.305 ἀνθρώπινον· Εἶπον τῇ ψυχῇ μου· Σωτηρία σου εἰμὶ ἐγὼ, καὶ τὰ ἑξῆς, ἕως τοῦ, Καὶ ἄγγελος Κυρίου ἐκθλίβων αὐτούς. Καὶ ταῦτα δὲ ἐπληροῦτο, ὅτε τῆς μὲν ἑαυτῶν μητροπόλεως ἠλαύνοντο, διεσκορπίζοντο δὲ εἰς πάντα τὰ ἔθνη. Εἶτα λέλεκται· Γενηθήτω ἡ ὁδὸς αὐτῶν σκότος καὶ ὀλίσθημα. Ὁδὸς δὲ αὐτῶν ἣν ὥδευον πάλαι ἡ σωματικὴ ἐτύγχανε λατρεία, ἥτις αὐτοῖς γέγονε σκότος καὶ ὀλίσθημα· ἀλλὰ καὶ, Ἄγγελος Κυρίου καταδιώκων αὐτούς. Ταῦτα μὲν οὖν τἀπίχειρα ὧν κατ' αὐτοῦ τετολμήκασιν. Ἀκούσῃ δὲ τῶν εἰρημένων, οὐχ ὡς τοῦ Σωτῆρος κατευχομένου τῶν ἑαυτοῦ ἐχθρῶν τοῦ τοῖς ἑαυτοῦ μαθηταῖς παρηγγελκότος, Προσεύχεσθε ὑπὲρ τῶν ἐπηρεαζόντων καὶ ἀδικούντων αὐτούς· ἀλλὰ γὰρ τούτων ἄκουε ὡς προφητικῶς εἰρημένων, καὶ τὰ μέλλοντα αὐτοῖς συμβήσεσθαι προαναφωνούντων. Ταῦτα δὲ αὐτοῖς ἔσεσθαι θεσπίζει διὰ ποίαν αἰτίαν, ἑξῆς διδάσκει λέγων· Ὅτι δωρεὰν ἔκρυψάν μοι διαφθορὰν παγίδος αὐτῶν, μάτην ὠνείδισαν τὴν ψυχήν μου. Καὶ ταῦτα μὲν περὶ τοῦ πλήθους τῶν κατ' αὐτοῦ συνελθόντων· τὰ δὲ ἑξῆς οὐκέτι περὶ πολλῶν, περὶ δ' ἑνὸς λελεγμένα, δύναται προσαγορεύεσθαι περὶ τοῦ Ἰούδα, ὃς, κρύπτων τὴν κατ' αὐτοῦ συσκευὴν, φιλίαν τε καθυποκρινόμενος, φιλήματι παρεδίδου τὸν ∆ιδάσκαλον. ∆ιὸ περὶ αὐτοῦ λέγοι ἂν τὸ, Ἐλθέτω αὐτῷ παγὶς ἣν οὐ γινώσκει, καὶ ἡ θήρα ἣν ἔκρυψε συλλαβέτω αὐτὸν, καὶ ἐν τῇ παγίδι πεσεῖται ἐν αὐτῇ. Καὶ ταῦτα μὲν περὶ τούτων. Εὖ δὲ